1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

4

ἄλλων νηστεύειν. ρλθʹ Τῆς νηστείας ἐπιτεινομένης, ἀτονώτεροι γινό μεθα εἰς τὸ ἔργον. Τί οὖν χρὴ μᾶλλον; Ἐμποδί ζειν τῷ ἔργῳ διὰ τὴν νηστείαν, ἢ παρορᾷν ἐκείνην διὰ τὸ ἔργον; ρμʹ Ἐάν τις μὴ ἐγκρατεύηται περὶ τὰ βλαβερὰ τῶν βρωμάτων, μεταλαμβάνων δὲ ἀφειδῶς κα κώσει περιπέσῃ, εἰ χρὴ αὐτοῦ ἐπιμέλειαν ποιεῖ σθαι. ρμαʹ Εἰ δεῖ ξένους ἐνευρίσκεσθαι τοῖς ἐργαστηρίοις. ρμβʹ Εἰ χρὴ τοὺς τεχνίτας δέχεσθαι παρά τινος ἔρ γον, ἄνευ γνώμης τοῦ προεστῶτος. ρμγʹ Πῶς ὀφείλουσιν ἐπιμελεῖσθαι οἱ ἐργαζόμενοι τῶν πεπιστευμένων αὐτοῖς σκευῶν. ρμδʹ Ἐὰν δέ τις ἐξ ἀμελείας ἀπολέσῃ τι, ἢ ἐκ κα ταφρονήσεως παραχρήσηται. ρμεʹ Ἐὰν δὲ ἀφ' ἑαυτοῦ χρήσῃ τινὶ ἢ λάβῃ. ρμʹ Ἐὰν δὲ, καὶ συνεχούσης χρείας, ὁ προεστὼς ἐπιζητήσῃ παρ' ἑαυτοῦ σκεῦος, καὶ ἀντείπῃ. ρμζʹ Ὁ περὶ τὸ ἔργον τοῦ κελλαρίου ἢ τοῦ μαγείρου, ἢ περί τι ἄλλο τοιοῦτον ἀσχολούμενος, ἐὰν μὴ φθάσῃ παρεῖναι τῷ κανόνι τῆς ψαλμῳδίας καὶ τῆς προσευχῆς, εἰ μηδὲν ζημιοῦται τὴν ψυχήν. ρμηʹ Ποῖον μέτρον ἐξουσίας ἔχει ἐν τῇ οἰκονομίᾳ ὁ πιστευθεὶς τὴν φροντίδα τοῦ κελλαρίου. ρμθʹ Τί τὸ κρῖμα τοῦ οἰκονομοῦντος, ἐάν τι κατὰ προσωποληψίαν ἢ φιλονεικίαν ποιήσῃ. ρνʹ Ἐὰν δὲ ἀμελήσας μὴ δῷ τῷ ἀδελφῷ τὰ πρὸς τὴν χρείαν. 31.1065 ρναʹ Εἰ ἔξεστι τῷ ὑπηρετοῦντι μετὰ φωνῆς μείζο νος λαλεῖν. ρνβʹ Περὶ τοῦ ὑπὲρ δύναμιν κάμνοντος ἐν τῇ ὑπηρεσίᾳ. ρνγʹ Ἡ τὰ ἔρια πιστευθεῖσα πῶς αὐτὰ ὀφείλει ἔχειν. ρνδʹ Ἐὰν συμβῇ ὀλίγους ὄντας ἀδελφοὺς, καὶ πλείο σιν ἀδελφαῖς ἐξυπηρετουμένους, εἰς ἀνάγκην ἐμ πίπτειν τοῦ διίστασθαι ἀπ' ἀλλήλων διαμερι ζομένους πρὸς τὰ ἔργα, εἰ ἀκίνδυνόν ἐστι τὸ τοιοῦτον. ρνεʹ Πῶς δεῖ προσφέρεσθαι τοῖς ἐν τῷ ξενοδοχείῳ ἀῤ ῥώστοις. ρνʹ Τὸν πεπιστευμένον φροντίδα ἤτοι κελλαρίου, ἢ ἄλλου τινὸς τοιούτου, εἰ δεῖ πάντοτε ἔχειν τὴν φροντίδα, ἢ καὶ ἐναλλάσσεσθαι. ρνζʹ Ποταπῇ διαθέσει ὀφείλει τις δουλεύειν Θεῷ. ρνηʹ Ποταπῇ διαθέσει ὀφείλει δέχεσθαί τις τὸ ἐπιτί μιον. ρνθʹ Ὁ λυπούμενος κατὰ τοῦ ἐπιτιμήσαντος αὐτῷ ποταπός ἐστιν. ρξʹ Μετὰ ποίας διαθέσεως ὀφείλομεν ὑπηρετεῖν τοῖς ἀδελφοῖς. ρξαʹ Μετὰ ποταπῆς ταπεινώσεως ὀφείλει τις δέχεσθαι τὴν ὑπηρεσίαν παρὰ τοῦ ἀδελφοῦ. ρξβʹ Ποταπὴν ἐν ἀλλήλοις ἔχειν δεῖ τὴν ἀγάπην. ρξγʹ Ποίῳ τρόπῳ δυνηθῇ τις κατορθῶσαι τὴν πρὸς τὸν πλησίον ἀγάπην. ρξδʹ Τί ἐστι τὸ, Μὴ κρίνετε, καὶ οὐ μὴ κρι θῆτε. ρξεʹ Πῶς γνωρίσει τις, εἰ ζήλῳ Θεοῦ κινεῖται κατὰ τοῦ ἁμαρτάνοντος ἀδελφοῦ, ἢ ὀργίζεται. ρξʹ Μετὰ ποίας διαθέσεως ὑπακούειν δεῖ τῷ εἰς ἔρ γον τῆς ἐντολῆς κατεπείγοντι. ρξζʹ Ποταπὴ ὀφείλει εἶναι ἡ ψυχὴ, ὅτε ὅλως κατ ηξιώθη ἐν τῷ ἔργῳ τοῦ Θεοῦ καταληφθῆναι. ρξηʹ Μετὰ ποταπῆς διαθέσεως δεῖ λαμβάνειν ἱμάτιον ἢ ὑπόδημα, οἷον ἂν ᾖ. ρξθʹ Ἐὰν ἀδελφὸς νεώτερος ἐπιταχθῇ διδάξαι τι τὸν πρεσβύτερον καθ' ἡλικίαν, πῶς αὐτῷ προσενεχθή σεται. ροʹ Εἰ δεῖ ἴσως προσέχειν τῷ πλεῖον κατορθοῦντι, καὶ τῷ ἔλαττον. ροαʹ Ἐὰν δὲ λυπῆται ὁ ἐλάττων, προτιμωμένου τοῦ εὐλαβεστέρου. ροβʹ Ποταπῷ φόβῳ, ἢ ποίᾳ πληροφορίᾳ, ἢ ποίᾳ διαθέσει μεταλάβωμεν τοῦ σώματος τοῦ Κυ ρίου. ρογʹ Εἰ δεῖ ἐν τῇ ὥρᾳ τῆς κατ' οἶκον ψαλμῳδίας λα λιάν τινα γίνεσθαι. ροδʹ Πῶς δυνηθῇ τις ἐνδιαθέτως καὶ μετὰ προθυμίας ποιεῖν τὰς ἐντολὰς τοῦ Κυρίου. ροεʹ Πῶς φαίνεται ὁ ἀγαπῶν τὸν ἀδελφὸν κατὰ τὴν ἐντολὴν τοῦ Κυρίου. ροʹ Τίνες εἰσὶν οἱ ἐχθροὶ, οὓς ἀγαπᾷν προσετάχθη μεν. ροζʹ Πῶς ὀφείλουσιν οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν. 31.1068 ροηʹ Τί ἐστι τὸ ἀλλήλων τὰ βάρη βαστάζειν. ροθʹ Πῶς δύναταί τις ἄνευ ἀγάπης πίστιν κτήσασθαι τοσαύτην, ὥστε ὄρη μεθιστάνειν, ἢ τὰ ὑπάρχοντα πάντα δοῦναι πτωχοῖς, ἢ παραδοῦναι τὸ ἑαυτοῦ σῶμα, ἵνα καυθῇ. ρπʹ Μετὰ ποταπῆς διαθέσεως καὶ προσοχῆς ὀφείλο μεν ἀκούειν τῶν ἐν τῷ καιρῷ τῆς μεταλήψεως παραναγινωσκομένων ἡμῖν. ρπαʹ Ἐὰν ὦσιν ἀδελφότητες πλησίον ἀλλήλων, καὶ ἡ μὲν πτωχεύει, ἡ δὲ ἑτέρα περὶ τὴν κοι νωνίαν δυσχερεστέρα ᾖ, πῶς δεῖ τὴν πτωχεύου σαν πρὸς τὴν μὴ μεταδιδοῦσαν διατίθεσθαι. ρπβʹ Ἐκ ποίων καρπῶν δοκιμάζεσθαι ὀφείλει ὁ συμπαθῶς ἐλέγχων τὸν ἁμαρτάνοντα. ρπγʹ Ἐὰν συμβῇ τινας ἐν