1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

8

Εἰ ἔξεστιν ἢ συμφέρει τινὶ ἑαυτῷ ἐπιτρέπειν, καὶ ποιεῖν ἢ λέγειν ἃ νομίζει καλὰ, ἄνευ τῆς μαρτυρίας τῶν θεοπνεύστων Γραφῶν. ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ λέγοντος περὶ 31.1081 μὲν τοῦ ἁγίου Πνεύματος· Οὐ γὰρ λαλήσει ἀφ' ἑαυτοῦ, ἀλλ' ὅσα ἂν ἀκούσῃ, ταῦτα λαλήσει· περὶ δὲ ἑαυτοῦ· Οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδέν· καὶ πάλιν· Ὅτι ἐγὼ ἐξ ἐμαυτοῦ οὐκ ἐλάλησα, ἀλλ' ὁ πέμψας με Πατὴρ, αὐτός μοι ἐντολὴν ἔδωκε, τί εἴπω, καὶ τί λαλήσω· καὶ οἶδα, ὅτι ἡ ἐντολὴ αὐτοῦ ζωὴ αἰώνιός ἐστιν· ἃ οὖν λαλῶ ἐγὼ, καθὼς εἴρηκέ μοι ὁ Πατὴρ, οὕτω λαλῶ· τίς ἂν εἰς τοσαύτην ἐξέλθῃ μανίαν, ὥστε ἀφ' ἑαυτοῦ τολμῆσαί τι καὶ μέχρις ἐννοίας λαβεῖν, ὃς ὁδηγοῦ μὲν τοῦ ἁγίου καὶ ἀγαθοῦ Πνεύματος χρείαν ἔχει, ἵνα κατευθυνθῇ εἰς τὴν ὁδὸν τῆς ἀληθείας κατά τε νοῦν καὶ λόγον, καὶ πρᾶξιν, τυφλὸς δὲ καὶ ἐν σκό τει διάγει, ἄνευ τοῦ ἡλίου τῆς δικαιοσύνης αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ φωτίζοντος, ὥσπερ ἀκτῖσι, ταῖς ἑαυτοῦ ἐντολαῖς; Ἡ γὰρ ἐντολὴ Κυ ρίου, φησὶ, τηλαυγὴς, φωτίζουσα ὀφθαλμούς. Ἐπειδὴ δὲ τῶν ἐν ἡμῖν στρεφομένων πραγμά των ἢ ῥημάτων τὰ μέν ἐστιν ὑπὸ τῆς ἐντολῆς τοῦ Θεοῦ ἐν τῇ ἁγίᾳ Γραφῇ διεσταλμένα, τὰ δὲ σεσιωπη μένα· περὶ μὲν τῶν γεγραμμένων οὐδεμία ἐξουσία δέδοται καθόλου οὐδενὶ, οὔτε ποιῆσαί τι τῶν κεκω λυμένων, οὔτε παραλεῖψαί τι τῶν προστεταγμένων, τοῦ Κυρίου ἅπαξ παραγγείλαντος, καὶ εἰπόντος· Καὶ φυλάξῃ τὸ ῥῆμα ὃ ἐντέλλομαί σοι σή μερον· οὐ προσθήσεις ἐπ' αὐτῷ, καὶ οὐκ ἀφελεῖς ἀπ' αὐτοῦ. Φοβερὰ γάρ τις ἐκδοχὴ κρίσεως, καὶ πυρὸς ζῆλος ἐσθίειν μέλλοντος τοὺς τοιοῦτόν τι τολ μῶντας· περὶ δὲ τῶν σεσιωπημένων κανόνα ἡμῖν ἐξέθετο ὁ ἀπόστολος Παῦλος εἰπών· Πάντα μοι ἔξ εστιν, ἀλλ' οὐ πάντα οἰκοδομεῖ. Μηδεὶς τὸ ἑαυτοῦ ζητείτω, ἀλλὰ τὸ τοῦ ἑτέρου ἕκαστος. Ὥστε παντὶ λόγῳ ἐπάναγκες ᾖ ἢ τῷ Θεῷ ὑποτάσσεσθαι κατὰ τὴν ἐντολὴν αὐτοῦ, ἢ ἄλλοις διὰ τὴν ἐντολὴν αὐτοῦ. Γέγραπται γάρ· Ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Χριστοῦ. Καὶ ὁ Κύριός φησιν· Ὁ θέλων ἐν ὑμῖν εἶναι μέγας, ἔστω πάντων ἔσχατος, καὶ πάν των δοῦλος· ἀπηλλοτριωμένος δηλονότι τῶν ἰδίων θελημάτων κατὰ μίμησιν αὐτοῦ τοῦ Κυρίου λέγοντος· Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός.

ΕΡΩΤΗΣΙΣ Βʹ. Ποίαν ὁμολογίαν ἀπαιτεῖσθαι δεῖ παρ' ἀλλήλων τοὺς ἐπὶ τὸ αὐτὸ ζῇν κατὰ Θεὸν βουλομένους. ΑΠΟΚΡΙΣΙΣ. Τὴν ὑπὸ τοῦ Κυρίου παντὶ τῷ προσερχομένῳ προ 31.1084 ταθεῖσαν, εἰπόντος· Εἴ τις θέλει ὀπίσω μου ἐλ θεῖν, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι. Τούτων δὲ ἕκαστον οἵαν ἔχει δύναμιν εἴρηται ἐν τῷ περὶ αὐτοῦ ἐρωτήματι.

ΕΡΩΤΗΣΙΣ Γʹ. Τὸν ἁμαρτάνοντα πῶς ἐπιστρέψομεν, ἢ μὴ ἐπι στρέφοντα πῶς ἔχειν χρή. ΑΠΟΚΡΙΣΙΣ. Ὡς προστετάγμεθα ὑπὸ τοῦ Κυρίου εἰπόντος· Ἐὰν ἁμάρτῃ ὁ ἀδελφός σου, ὕπαγε, ἔλεγξον αὐ τὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου. Ἐάν σου ἀκούσῃ, ἐκέρδησας τὸν ἀδελφόν σου· ἐὰν δὲ μὴ ἀκούσῃ, παράλαβε μετὰ σοῦ ἔτι ἕνα ἢ δύο, ἵνα ἐπὶ στόματος δύο μαρτύρων ἢ τριῶν σταθῇ πᾶν ῥῆμα. Ἐὰν δὲ παρακούσῃ αὐτῶν εἰπὲ τῇ Ἐκκλησίᾳ ἐὰν δὲ καὶ τῆς Ἐκκλησίας παρακούσῃ, ἔστω σοι ὡς ὁ ἐθνικὸς καὶ ὁ τελώνης. Ἐὰν ἄρα γένηται τοῦτο, Ἀρκετὸν τῷ τοιούτῳ ἡ ἐπιτιμία αὕτη ἡ ὑπὸ τῶν πλειόνων, τοῦ Ἀποστό λου γράψαντος· Ἔλεγξον, ἐπιτίμησον, παρακάλε σον ἐν πάσῃ μακροθυμίᾳ, καὶ διδαχῇ· καὶ πάλιν· Εἰ δέ τις οὐχ ὑπακούει τῷ λόγῳ ἡμῶν, διὰ τῆς ἐπιστολῆς τοῦτον σημειοῦσθε· καὶ μὴ συναναμίγνυσθε αὐτῷ, ἵνα ἐντραπῇ.

ΕΡΩΤΗΣΙΣ ∆ʹ. Ἐάν τις καὶ εἰς τὰ μικρὰ ἁμαρτήματα στενο χωρῇ τοὺς ἀδελφοὺς, λέγων, ὅτι Ὀφείλετε μετανοῆσαι, μήποτε καὶ αὐτὸς ἄσπλαγχνός ἐστι, καὶ τὴν ἀγάπην καταλύει. ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Κυρίου διαβεβαιωσαμένου μὲν, ὅτι ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἂν πάντα γένηται, ἀποφηναμένου δὲ, ὅτι Πᾶν ῥῆμα ἀργὸν, ὃ ἐὰν λαλήσωσιν οἱ ἄνθρωποι, ἀποδώσουσι περὶ αὐτοῦ λόγον