1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

11

ὑμῶν συμφωνήσωσιν ἐπὶ τῆς γῆς, περὶ παντὸς πρά γματος οὗ ἐὰν αἰτήσωνται, γενήσεται αὐτοῖς παρὰ τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. Τὸ δὲ ἐπὶ ποίοις οὐδὲ ἐρωτᾷν ἐστι, τῆς Καινῆς ∆ιαθήκης διαφορὰν ἡμῖν μηδεμίαν δηλωσάσης, πάσης δὲ ἁμαρτίας τὴν ἄφεσιν τοῖς ἀξιολόγως μετανοοῦσιν ἐπαγγελλομένης· καὶ μάλιστα τοῦ Κυρίου ἐξ ἰδίου προσώπου ἐπαγγειλαμένου περὶ παντὸς πρά γματος.

ΕΡΩΤΗΣΙΣ Ιςʹ. ∆ιὰ τί ποτὲ μὲν ἡ ψυχὴ καὶ μὴ σπουδάζουσα, αὐτομάτως σχεδὸν ὡς ἐμπεσόντος πό νου, κατανύσσεται· ποτὲ δὲ ἄπονος οὕτως ἐστὶν, ὡς καὶ βιαζομένη κατανυγῆναι μὴ δύνα σθαι ΑΠΟΚΡΙΣΙΣ. Ἡ μὲν τοιαύτη κατάνυξις Θεοῦ ἐστι δῶρον, ἢ εἰς ἐρεθισμὸν τῆς ἐπιθυμίας, ἵνα γευσαμένη ἡ ψυχὴ τῆς γλυκύτητος τοῦ τοιούτου πόνου, σπουδάσῃ τοῦ τον ἐξομαλίσαι· ἢ εἰς ἀπόδειξιν τοῦ δύνασθαι τὴν ψυχὴν διὰ σπουδαιοτέρας ἐπιμελείας ἐν κατα νύξει εἶναι πάντοτε, πρὸς τὸ ἀναπολόγητον τῶν διὰ 31.1093 ῥᾳθυμίας ταύτην ἀποβαλόντων· τὸ δὲ βιάζεσθαι καὶ μὴ δύνασθαι, ἅμα μὲν ἔλεγχος τῆς ἐν τῷ ἄλλῳ χρόνῳ ἀμελείας ἡμῶν (οὐ γὰρ δυνατὸν ἄνευ μελέτης καὶ συγγυμνασίας πλείονος καὶ συνεχοῦς, ἐξαίφνης ἐπί τι παρελθόντα, περιγενέσθαι αὐτοῦ)· ἅμα δὲ δεί κνυσι τὴν ψυχὴν ὑφ' ἑτέρων παθῶν κυριευομένην, καὶ ὑπ' ἐκείνων οὐδὲ πρὸς ἃ βούλεται, ἐλευθεριάζειν ἐπιτρεπομένην, κατὰ τὸ ὑπὸ τοῦ Ἀποστόλου εἰρη μένον θεώρημα, εἰπόντος· Ἐγὼ δὲ σαρκικός εἰμι, πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν. Οὐ γὰρ ὃ θέλω, τοῦτο πράσσω, ἀλλ' ὃ μισῶ, τοῦτο ποιῶ· καὶ πάλιν· Νῦν δὲ οὐκέτι ἐγὼ κατεργάζομαι αὐτὸ, ἀλλ' ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία· τοῦ Θεοῦ καὶ τοῦτο συμβαίνειν ἡμῖν εἰς ἀγαθὸν συγχωρήσαντος, ἐὰν ἄρα δι' ὧν ἀκουσίως πάσχει ἡ ψυχὴ, εἰς αἴσθη σιν ἔλθοι τοῦ κρατοῦντος, καὶ γνωρίσασα ἑαυ τὴν ἐν οἷς ἀκουσίως δουλεύει τῇ ἁμαρτίᾳ, ἀνανήψῃ ἐκ τῆς τοῦ διαβόλου παγίδος, ἕτοιμον εὑρίσκουσα τὸ ἔλεος τοῦ Θεοῦ εἰς ἀντίληψιν τῶν γνησίως μετα νοούντων.

ΕΡΩΤΗΣΙΣ ΙΖʹ Ἐάν τις κατὰ νοῦν μνημονεύσῃ τοῦ φαγεῖν, εἶτα καταγνῷ ἑαυτοῦ, εἰ καὶ οὗτος ὡς μεριμνή σας ἐγκληθήσεται. ΑΠΟΚΡΙΣΙΣ. Εἰ μὲν, τῆς φύσεως μὴ ἐνοχλούσης, πρὸ καιροῦ τῆς πείνης ἡ μνήμη γίνεται, πρόδηλος μὲν ὁ μετεωρισμὸς τῆς ψυχῆς, κατηγορῶν αὐτῆς τήν τε περὶ τὰ παρόντα προσπάθειαν καὶ τὴν περὶ τὰ ἀρέ σκοντα Θεῷ ῥᾳθυμίαν· ἕτοιμον δὲ καὶ οὕτως τὸ τοῦ Θεοῦ ἔλεος. Καταγνοὺς γάρ τις ἑαυτοῦ, τῷ λόγῳ τῆς μετανοίας ἀπολέλυται τοῦ ἐγκλήματος, καὶ ἐὰν φυ λάξηται τοῦ λοιποῦ τὸν ὄλισθον, μνημονεύων τοῦ Κυ ρίου εἰπόντος; Ἴδε ὑγιὴς γέγονας, μηκέτι ἁμάρ τανε, ἵνα μὴ χεῖρόν τί σοι γένηται. Εἰ δὲ, τῆς φύσεως ἀναγκαζούσης, καὶ τῆς πείνης κρατούσης, ἡ μὲν αἴσθησις τὴν μνήμην κινεῖ, νικᾷ δὲ ὁ λογι σμὸς τῇ περὶ τὰ κρείττονα σπουδῇ τε καὶ σχολῇ, οὐχ ἡ μνήμη καταγνώσεως ἀξία, ἀλλ' ἡ νίκη ἐπαίνου.

ΕΡΩΤΗΣΙΣ ΙΗʹ Εἰ χρὴ ἐν ἀδελφότητι τῷ ἐξαμαρτήσαντί ποτε φροντίδα τινὰ ἐγχειρίζειν μετὰ πολλὴν ἄσκη σιν· καὶ εἰ χρὴ, ποίαν ταύτην. ΑΠΟΚΡΙΣΙΣ. Μνημονεύοντες τοῦ Ἀποστόλου λέγοντος, Ἀπρόσκοποι γίνεσθε καὶ Ἰουδαίοις, καὶ Ἕλλησι, καὶ 31.1096 τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ, καθὼς κἀγὼ πάντα πᾶ σιν ἀρέσκω, μὴ ζητῶν τὸ ἐμαυτοῦ συμφέ ρον, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσι, πολλὴν φροντίδα ἔχειν ὀφείλομεν, ὅπως μὴ ἐγκοπήν τινα δῶμεν τῷ Εὐαγγελίῳ τοῦ Χριστοῦ, καὶ ὅπως μὴ πρόσκομμα γενώμεθα τοῖς ἀσθενοῦσι, μήτε μὴν οἰ κοδομήσωμέν τινας εἰς κακίαν. ∆ιόπερ ἀναγ καῖον καὶ ἐπὶ τῶν τοιούτων σκοπεῖν καὶ δοκιμάζειν τὸ πρὸς οἰκοδομὴν τῆς πίστεως, καὶ προκοπὴν πάσης ἀρετῆς ἐν Χριστῷ.

ΕΡΩΤΗΣΙΣ ΙΘʹ. Ἐάν τις ὑποπτεύηται ἐπὶ ἁμαρτήματι, προφανῶς δὲ τοῦτο μὴ ποιῇ, εἰ δεῖ αὐτῷ ἐπιτηρεῖν ἵνα καὶ ἐφευρεθῇ ὃ ὑποπτεύεται. ΑΠΟΚΡΙΣΙΣ Αἱ μὲν πονηραὶ ὑπόνοιαι καὶ ἀπὸ προαιρέσεως ἐθελοκάκου γινόμεναι κατηγοροῦνται ὑπὸ τοῦ Ἀπο στόλου· ἐπιτηρεῖν δὲ χρὴ τοῖς πᾶσιν ἐν ἀγάπῃ Χρι στοῦ, καὶ ἐν ἐπιθυμίᾳ