1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

14

ΕΡΩΤΗΣΙΣ Λʹ. Πῶς ἐκκόψομεν τὸ πάθος τῆς ἐπιθυμίας τῆς κακῆς. ΑΠΟΚΡΙΣΙΣ. Ἐπιθυμίᾳ διαπύρῳ τῶν θελημάτων τοῦ Θεοῦ, καὶ τοιαύτῃ, οἵαν ἔδειξεν ἔχειν ὁ εἰπών· Τὰ κρίματα Κυρίου ἀληθινὰ, δεδικαιωμένα ἐπὶ τὸ αὐτό· ἐπι θυμητὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πο λὺν, καὶ γλυκύτερα ὑπὲρ μέλι καὶ κηρίον. Ἀεὶ γὰρ ἡ τῶν κρειττόνων ἐπιθυμία ἐν ἐξουσίᾳ καὶ δυνάμει ἔχουσα τὴν ἀπόλαυσιν τῶν ἐπιθυμουμένων, καταφρονεῖν καὶ ἀποστρέφεσθαι ἀναγκάζει τὰ ἐλάττονα, ὡς ἐδίδαξαν οἱ ἅγιοι πάντες· πόσῳ δὲ μᾶλλον τὰ φαῦλα, καὶ αἰσχύνης ἄξια;

ΕΡΩΤΗΣΙΣ ΛΑʹ. Εἰ καθόλου γελᾷν οὐκ ἔξεστιν. ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Κυρίου τοὺς νῦν γελῶντας κατακρίνοντος, εὔδηλον, ὅτι οὐδέποτε καιρὸς γέλωτός ἐστι τῷ πι στῷ, καὶ μάλιστα ἐν τοσούτῳ πλήθει τῶν διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεὸν ἀτιμαζόντων καὶ θανατουμένων ἐν τῇ ἁμαρτίᾳ, ὑπὲρ ὧν ἀθυμεῖν καὶ στένειν χρή.

ΕΡΩΤΗΣΙΣ ΛΒʹ. Ὁ ἄκαιρος καὶ ἄμετρος νυσταγμὸς πόθεν, πῶς αὐτὸν ἀποθώμεθα. ΑΠΟΚΡΙΣΙΣ Ὁ μὲν τοιοῦτος νυσταγμὸς γίνεται, ὅταν νωθρο τέρα γένηται ἡ ψυχὴ περὶ τὰς περὶ Θεοῦ ἐννοίας, καὶ τῶν κριμάτων τοῦ Θεοῦ καταφρονῶμεν· ἀπο τιθέμεθα δὲ αὐτὸν, ὅταν γνησίαν καὶ ἀξιόλογον ἀναλάβωμεν τῆς μεγαλειότητος τοῦ Θεοῦ τὴν ἔννοιαν, καὶ τῶν θελημάτων αὐτοῦ τὴν ἐπιθυμίαν, κατὰ τὸν εἰπόντα· Εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου, καὶ τοῖς βλεφάροις μου νυσταγμὸν, καὶ ἀνάπαυ σιν τοῖς κροτάφοις μου· ἕως οὗ εὕρω τόπον τῷ Κυρίῳ, σκήνωμα τῷ Θεῷ Ἰακώβ.

ΕΡΩΤΗΣΙΣ ΛΓ. Πῶς ἐλέγχεται ὁ ἀνθρωπάρεσκος. ΑΠΟΚΡΙΣΙΣ. Ὅταν ἐπὶ μὲν τῶν ἐπαινούντων σπουδὴν ἐπι δείξηται, ἐπὶ δὲ τῶν ψεγόντων ὀκνηρὸς γένηται. Εἰ γὰρ τῷ Κυρίῳ ἀρέσκειν βούλεται, πάντοτε καὶ 31.1105 πανταχοῦ ὁ αὐτὸς ἔσται, πληρῶν τὸ εἰρημένον· ∆ιὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀρι στερῶν· διὰ δόξης καὶ ἀτιμίας· διὰ δυσφημίας καὶ εὐφημίας· ὡς πλάνοι, καὶ ἀληθεῖς.

ΕΡΩΤΗΣΙΣ Λ∆ʹ. Πῶς φύγῃ τις τὸ πάθος τῆς ἀνθρωπαρεσκείας, καὶ τὸ περιβλέπεσθαι τοὺς παρὰ τῶν ἀνθρώ πων ἐπαίνους. ΑΠΟΚΡΙΣΙΣ Πληροφορίᾳ τῆς τοῦ Θεοῦ παρουσίας, καὶ ἀπε ρισπάστῳ φροντίδι τῆς πρὸς τὸν Θεὸν εὐαρεστήσεως, καὶ διαπύρῳ ἐπιθυμίᾳ τῶν παρὰ τοῦ Κυρίου μακαρισμῶν. Οὐδεὶς γὰρ ἐν ὄψεσι δεσπότου πρὸς ἀρέσκειαν συνδούλου ἐπὶ ἀτιμίᾳ τοῦ δεσπότου καὶ κατακρίσει ἑαυτοῦ μετεωρίζεται.

ΕΡΩΤΗΣΙΣ ΛΕʹ. Πῶς γνωρίζεται ὁ ὑπερήφανος, καὶ πῶς θε ραπεύεται. ΑΠΟΚΡΙΣΙΣ. Γνωρίζεται μὲν ἐκ τοῦ τὰ τῆς ὑπεροχῆς ἐπιζη τεῖν· θεραπεύεται δὲ, ἐὰν πιστεύσῃ τῷ κρίματι τοῦ εἰπόντος· Κύριος ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν. Ἐκεῖνο μέντοι εἰδέναι χρὴ, ὅτι, ὅπως ἄν τις φοβηθῇ τὸ κρῖμα τῆς ὑπερ ηφανίας, οὐ δύναται θεραπευθῆναι τὸ πάθος, ἐὰν μὴ ἀναχωρήσῃ τῶν τῆς ὑπεροχῆς ἐπιτηδευμάτων ἁπάν των· ὡς οὐ δύναται ἀπομαθεῖν διάλεκτον ἢ οἵαν δή ποτε τέχνην, μὴ τελείως ἀναχωρήσας οὐ μόνον τοῦ ποιεῖν, ἢ λαλεῖν τι κατ' ἐκείνην τὴν τέχνην, ἀλλὰ καὶ τοῦ ἀκούειν τῶν λαλούντων, καὶ βλέ πειν τοὺς ποιοῦντας· ὅπερ παρατηρητέον καὶ ἐπὶ πάσης κακίας.

ΕΡΩΤΗΣΙΣ Λʹ. Εἰ χρὴ τιμὴν ἐπιζητεῖν. ΑΠΟΚΡΙΣΙΣ. Ἀποδιδόναι μὲν τῷ τὴν τιμὴν, τὴν τιμὴν ἐδι δάχθημεν, ἐπιζητεῖν δὲ τιμὴν ἐκωλύθημεν, τοῦ Κυρίου εἰπόντος· Πῶς δύνασθε ὑμεῖς πιστεῦσαι δόξαν παρ' ἀλλήλων λαμβάνοντες, καὶ τὴν δό ξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητοῦντες; Ὥστε τὸ ζητεῖν παρὰ τῶν ἀνθρώπων δόξαν ἀπόδει ξίς ἐστιν ἀπιστίας, καὶ θεοσεβείας ἀλλοτρίωσις, τοῦ Ἀποστόλου εἰπόντος· Εἰ ἔτι ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην. Εἰ δὲ οἱ τὴν δεδομέ νην παρὰ τῶν ἀνθρώπων δόξαν λαμβάνοντες οὕτω κατεκρίθησαν, οἱ τὴν μὴ δεδομένην ἐπιζητοῦν τες ἄῤῥητον ἔχουσι τὸ κρῖμα. 31.1108