1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

17

θανατωθῆναι. Εἰ δὲ κατὰ τῶν μὴ συνεγνωκότων τῷ ἁμαρτήσαντι, καὶ κατὰ τῶν κωλυσάντων, καὶ διαμαρτυραμένων τὸ ἁμάρτημα, τοσαύτη ἡ ὀργὴ ἐξεκαύθη, τί ἄν τις εἴποι περὶ τῶν γινωσκόντων καὶ ἐφησυχαζόντων; Οἵτινες ἐὰν μὴ ἐπιδείξωνται τὰ 31.1116 ὑπὸ τοῦ Ἀποστόλου πρὸς τοὺς Κορινθίους εἰρημένα, εἰπόντος· ∆ιὰ τί οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο ποιήσας; καὶ τὰ ἑξῆς αὐτοῖς ὑπ' αὐτοῦ μαρτυρηθέντα γράψαντος· Ἰδοὺ γὰρ αὐτὸ τοῦτο, τὸ κατὰ Θεὸν λυπηθῆναι, πόσην ἐν ὑμῖν κατειργάσατο σπου δήν· ἀλλὰ ἀπολογίαν, ἀλλὰ ἀγανάκτησιν, ἀλλὰ φόβον, ἀλλὰ ἐπιπόθησιν, ἀλλὰ ζῆλον, ἀλλὰ ἐκδίκησιν· ἐν παντὶ συνεστήσατε ἑαυτοὺς ἁγνοὺς εἶναι ἐν τῷ πράγματι· κινδυνεύουσι πάντως καὶ νῦν ὁμοῦ πάντες τὸν αὐτὸν ὄλεθρον ὑποστῆναι, ἢ καὶ χείρονα, ὅσῳ χείρων τοῦ ἀθετήσαντος νόμον Μωσέως ὁ ἀθετῶν τὸν Κύριον, καὶ ὁ τὸ αὐτὸ τῷ προ ημαρτηκότι καὶ προκατακριθέντι τολμήσας. Ἑπ τάκις μὲν γὰρ ἐκδεδίκηται ἐκ Κάϊν, ἐκ δὲ Λά μεχ ἑβδομηκοντάκις ἑπτὰ, τὸ ὅμοιον ἡμαρτόν τος.

ΕΡΩΤΗΣΙΣ ΜΗʹ. Ἡ πλεονεξία μέχρι τίνος κρίνεται. ΑΠΟΚΡΙΣΙΣ. Ὅταν ὑπερβῇ τις τοῦ νόμου τὸν ὅρον. Ἔστι δὲ τοῦτο κατὰ μὲν τὴν Παλαιὰν ∆ιαθήκην τὸ πλέον ἑαυτοῦ φροντίσαι ἢ τοῦ πλησίον· γέγραπται γάρ· Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν· κατὰ δὲ τὸ Εὐαγγέλιον, τὸ πλέον τῶν πρὸς τὴν ἐν εστῶσαν ἡμέραν ἀναγκαίων σπουδάσαι τι ἑαυ τοῦ ἕνεκεν, ὡς ὁ ἀκούσας· Ἄφρον, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ· ἃ δὲ ἡτοί μασας, τίνι ἔσται; Οἷς ἐπιφέρει καθολικώτερον· Οὕτως ὁ θησαυρίζων ἑαυτῷ, καὶ μὴ εἰς Θεὸν πλουτῶν.

ΕΡΩΤΗΣΙΣ ΜΘʹ. Τί ἐστι τὸ περπερεύεσθαι. ΑΠΟΚΡΙΣΙΣ. Πᾶν ὃ μὴ διὰ χρείαν, ἀλλὰ διὰ καλλωπισμὸν πα ραλαμβάνεται, περπερείας ἔχει κατηγορίαν.

ΕΡΩΤΗΣΙΣ Νʹ Ἐάν τις τὰ μὲν πολυτελέστερα τῆς ἐσθῆτος ἀπωθῆται, αὐτὸ δὲ τὸ εὐτελὲς, εἴτε ἱμάτιον εἴτε ὑπόδημα οἱονεὶ θέλῃ ἵνα πρέπῃ αὐτῷ, εἰ ἁμαρτάνει, ἢ ποῖον πάθος νοσεῖ ΑΠΟΚΡΙΣΙΣ. Ὁ θέλων ἵνα πρέπῃ αὐτῷ πρὸς τὸ ἀνθρώποις ἀρέσαι, φανερός ἐστιν ἀνθρωπαρέσκειαν νοσῶν, καὶ 31.1117 μετεωριζόμενος ἀπὸ τοῦ Θεοῦ, καὶ τὸ πάθος τῆς περπερείας καὶ ἐν αὐτοῖς εὐτελέσι πληροφορῶν.

ΕΡΩΤΗΣΙΣ ΝΑʹ. Τί ἐστι Ῥακά. ΑΠΟΚΡΙΣΙΣ. Ἐπιχώριον ῥῆμα ἠπιωτέρας ὕβρεως, πρὸς τοὺς οἰκειοτέρους λαμβανόμενον.

ΕΡΩΤΗΣΙΣ ΝΒʹ Τοῦ Ἀποστόλου λέγοντος ποτὲ μὲν, «Μὴ γινώ μεθα κενόδοξοι·» ποτὲ δὲ, «Μὴ ἐν ὀφθαλ μοδουλείᾳ ὡς ἀνθρωπάρεσκοι,» τίς ὁ κενόδοξος, καὶ τίς ὁ ἀνθρωπάρεσκος. ΑΠΟΚΡΙΣΙΣ. Λογίζομαι, ὅτι κενόδοξος μέν ἐστιν ὁ, ψιλῆς ἕνε κεν τῆς ἐν κόσμῳ δόξης, τῆς παρὰ τῶν ὁρώντων ἢ ἀκουόντων, ποιῶν τι ἢ λέγων· ἀνθρωπάρεσκος δὲ ὁ πρὸς τὸ θέλημά τινος ἀνθρώπου εἰς ἀρέσκειαν αὐ τοῦ ποιῶν, κἂν ἀτιμίας ἄξιον ᾖ τὸ γινόμενον.

ΕΡΩΤΗΣΙΣ ΝΓʹ Τίς ἐστιν ὁ μολυσμὸς τῆς σαρκὸς, καὶ τίς ὁ μολυσμὸς τοῦ πνεύματος· καὶ πῶς αὐτῶν καθαρεύσομεν· ἢ τίς ὁ ἁγιασμός· καὶ πῶς αὐτὸν κτησόμεθα. ΑΠΟΚΡΙΣΙΣ. Μολυσμὸς ἂν εἴη σαρκὸς μὲν τὸ ἀναμίγνυσθαι τοῖς αὐτουργοῦσι τὰ ἀπηγορευμένα, πνεύματος δὲ τὸ ἀδιαφορεῖν πρὸς τοὺς φρονοῦντας ἢ ποιοῦντας τὰ τοιαῦτα. Καθαρεύει δέ τις, ὅταν ἀνάσχηται τοῦ Ἀποστόλου εἰπόντος τῷ τοιούτῳ μηδὲ συνεσθίειν, καὶ ὅσα τοιαῦτα· ἢ ὅταν πάθῃ τὸ εἰρημένον ὑπὸ τοῦ ∆αβίδ· Ἀθυμία κατέσχε με ἀπὸ ἁμαρτωλῶν τῶν ἐγκαταλιμπανόντων τὸν νόμον σου· καὶ λύπην τοιαύτην ἐνδείξηται, οἵαν ἐπεδείξαντο οἱ Κορίν θιοι, ὁπότε ἐνεκλήθησαν, ὅτι πρὸς τὸν ἁμαρτήσαν τα ἀδιαφόρως διετέθησαν, ἐν παντὶ συστήσαντες ἑαυτοὺς ἁγνοὺς εἶναι ἐν τῷ πράγματι. Ἁγιασμὸς δέ ἐστι τὸ ἀνακεῖσθαι τῷ ἁγίῳ Θεῷ ἐξ ὁλοκλήρου, καὶ ἀδιαστάτως ἐν παντὶ καιρῷ, διὰ φροντίδος καὶ σπουδῆς τῶν αὐτῷ ἀρεσκόντων. Τό τε γὰρ λελω βημένον ἐν τοῖς ἀναθήμασιν ἀπρόσδεκτον, καὶ τὸ ἅπαξ