1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

26

Τὸν ἅπαξ ἀποκτησάμενον, καὶ ἴδιον μηδὲν ἔχειν ἐπαγγειλάμενον ποίᾳ διανοίᾳ κεχρῆσθαι δεῖ τοῖς πρὸς τὸ ζῇν ἀναγκαίοις, οἷον ἐσθῆτι καὶ τροφῇ. ΑΠΟΚΡΙΣΙΣ. Μνημονεύοντα, κατὰ τὸ γεγραμμένον, ὅτι ὁ Θεός ἐστιν ὁ διδοὺς τροφὴν πάσῃ σαρκί. Πλὴν ἀλλὰ φρον τίδος χρεία, ἵνα ὡς Θεοῦ ἐργάτης ἄξιος ᾖ τῆς τρο φῆς αὐτοῦ, καὶ ταύτης οὐκ ἐν ἰδίᾳ ἐξουσίᾳ κει μένης, ἀλλὰ παρὰ τοῦ ταύτην ἐπιτεταγμένου τὴν φροντίδα οἰκονομουμένης ἔν τε καιρῷ καὶ μέ τρῳ, κατὰ τὸ γεγραμμένον· ∆ιεδίδοτο δὲ ἑκάστῳ, καθότι ἄν τις χρείαν εἶχεν. ΕΡΩΤΗΣΙΣ ∆ʹ. Ἐάν τις καταλιπὼν φόρους ἀδελφότητι προσέλ θῃ, οἱ δὲ οἰκεῖοι αὐτοῦ ὑπὲρ αὐτοῦ ἀπαιτούμε νοι θλίβωνται, εἰ μὴ φέρει τοῦτο διάκρι σιν καὶ βλάβην ἢ ἐκείνῳ, ἢ τοῖς προσδεξαμέ νοισ ΑΠΟΚΡΙΣΙΣ. Ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς πρὸς τοὺς ἐπ ερωτῶντας, εἰ ἔξεστι δοῦναι κῆνσον Καίσαρι, ἢ οὒ, φησί· ∆είξατέ μοι δηνάριον· τίνος ἔχει εἰκόνα καὶ ἐπιγραφήν; τῶν δὲ εἰπόντων, ὅτι Καίσαρος, ἀποκρίνεται εἰπών· Ἀπόδοτε οὖν τὰ Καίσαρος Καίσαρι· καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ· φανεροῦ τοίνυν ἐκ τούτου ὄντος, ὅτι οὗτοι ὑποκεῖσθαι τοῖς τοῦ Καί σαρος ἐπιτάγμασιν ἐδείχθησαν. παρ' οἷς ἂν εὑ ρίσκηται τὰ τοῦ Καίσαρος· εἰ μέν τι τοιοῦτον τῶν ἐκ τοῦ Καίσαρος καὶ οὗτος ἐπικομιζόμενος εἰς τὴν ἀδελφότητα ἧκεν, ὑπόχρεως ἔστω τοῖς φόροις· εἰ δὲ πάντα προσκαταλιπὼν τοῖς οἰκείοις ἀπῆλθε, μηδεμία διάκρισις ἔστω, μήτε αὐτῷ, μήτε τοῖς ὑπο δεξαμένοις. ΕΡΩΤΗΣΙΣ Εʹ. Εἰ συμφέρει τοῖς ἄρτι προσερχομένοις εὐθὺς τὸ ἀπὸ τῶν Γραφῶν ἐκμανθάνειν. ΑΠΟΚΡΙΣΙΣ. Καὶ τοῦτο τὸ ἐρώτημα ὑπὸ τῶν προειρημένων κατευθυνέσθω. Τὸ γὰρ πρὸς τὴν χρείαν ἕκαστον ἐκ μανθάνειν ἐκ τῆς θεοπνεύστου Γραφῆς ἀκόλουθον καὶ 31.1149 ἀναγκαῖον, εἴς τε πληροφορίαν τῆς θεοσεβείας, καὶ ὑπὲρ τοῦ μὴ προσεθισθῆναι ἀνθρωπίναις παρα δόσεσιν. ΕΡΩΤΗΣΙΣ ʹ. Εἰ παντὶ τῷ βουλομένῳ ἐπιτρέπειν δεῖ γράμματα μανθάνειν, ἢ ἀναγνώσμασι προσέχειν. ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Ἀποστόλου λέγοντος, Ἵνα μὴ ἃ ἂν θέλητε, ταῦτα ποιῆτε, ἐν παντὶ πράγματι τὸ κατὰ θέλησιν ἰδίαν αἱρετὸν ἐπιτρέπειν τινὶ βλαβερόν ἐστι· πᾶν δὲ τὸ ὑπὸ τῶν προεστώτων ἐγκεκριμένον καταδέχε σθαι χρὴ, κἂν ἀβούλητον ᾖ. Τὸ δὲ ἔγκλημα τῆς ἀπιστίας καὶ τούτῳ ἁρμόζει, τοῦ Κυρίου εἰπόντος· Γίνεσθε ἕτοιμοι· ὅτι, ᾗ ὥρᾳ οὐ δοκεῖτε, ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται. Φανερὸς γάρ ἐστι χρόνους ζωῆς ἑαυτῷ ὑπογράφων. ΕΡΩΤΗΣΙΣ Ζʹ. Ἐὰν λέγῃ τις, Θέλω παρ' ὑμῖν ὀλίγον χρό νον ὠφεληθῆναι, εἰ δεῖ αὐτὸν προσδέχεσθαι. ΑΠΟΚΡΙΣΙΣ Τοῦ Κυρίου εἰπόντος, Τὸν ἐρχόμενον πρὸς μὲ οὐ μὴ ἐκβάλω ἔξω, καὶ τοῦ Ἀποστόλου διηγησαμένου· ∆ιὰ δὲ τοὺς παρεισάκτους ψευδαδέλφους, οἵτινες παρεισῆλθον κατασκοπῆσαι τὴν ἐλευθερίαν ἡμῶν, ἣν ἔχομεν ἐν Χριστῷ Ἰησοῦ, ἵνα ἡμᾶς καταδουλώσωνται· οἷς οὐδὲ πρὸς ὥραν εἴξαμεν τῇ ὑποταγῇ, ἵνα ἡ ἀλήθεια τοῦ Εὐαγγελίου δια μένῃ πρὸς ὑμᾶς, συγχωρεῖν μὲν αὐτῷ τὴν εἴσοδον ἀκόλουθον, καὶ διὰ τὸ ἀμφίβολον τῆς ἐκβάσεως· πολλάκις γὰρ ὠφεληθεὶς ἐκ τοῦ χρόνου, καθ άπαξ τῷ βίῳ εὐαρεστηθήσεται, ὡς πολλάκις γέγονε· καὶ εἰς φανέρωσιν δὲ τῆς ἐν ἡμῖν ἀκριβείας, ἀλλοιο τέρας ἴσως περὶ ἡμῶν τὰς ὑποψίας ἔχοντι. Τὴν δὲ ἀκρίβειαν ἐπιμελεστέραν καὶ ἐπ' αὐτῷ φυλάσσειν ἀναγκαῖον, ἵνα ἥ τε ἀλήθεια φανερωθῇ, καὶ ἡ ὑπ οψία πάσης ἀδιαφορίας ἀναιρεθῇ. Οὕτω γὰρ ἡμεῖς τε τῷ Θεῷ εὐαρεστήσομεν, κἀκεῖνος ἢ ὠφεληθήσεται, ἢ ἐλεγχθήσεται. ΕΡΩΤΗΣΙΣ Ηʹ. Ποταπὸν φρόνημα ὀφείλει ἔχειν ὁ προεστὼς ἐν οἷς ἐπιτάσσει, ἢ διατάσσεται. ΑΠΟΚΡΙΣΙΣ. Πρὸς μὲν τὸν Θεὸν ὡς ὑπηρέτης Χριστοῦ, καὶ οἰ κονόμος μυστηρίων Θεοῦ, φοβούμενος μή τι παρὰ τὸ θέλημα τοῦ Θεοῦ τὸ ἐν ταῖς Γραφαῖς ὁμολογούμε νον ἢ εἴπῃ, ἢ τυπώσῃ, καὶ εὑρεθῇ ψευδόμαρτυς τοῦ Θεοῦ, ἢ ἱερόσυλος, ἐν τῷ ἢ ἐπεισάγειν τι ἀλλότριον τῆς τοῦ Κυρίου διδασκαλίας, ἢ παραλεῖψαί τι τῶν 31.1152 ἀρεσκόντων Θεῷ· πρὸς δὲ τοὺς ἀδελφοὺς, Ὡς ἐὰν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα εὐδοκῶν μετα δοῦναι ἑκάστῳ πρὸς τὸ ἀρέσκον Θεῷ, καὶ κοινῇ πᾶσι συμφέρον, οὐ μόνον τὸ Εὐαγγέλιον τοῦ Θεοῦ, ἀλλὰ καὶ τὴν ἑαυτοῦ