1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

28

προεστῶτα μνημονεύειν ἀναγ καῖον τῆς ἁγίας Γραφῆς λεγούσης· Μετὰ βουλῆς πάντα ποίει. ΕΡΩΤΗΣΙΣ ΡΕʹ. Εἰ χρὴ τοὺς εἰσερχομένους εἰς ἀδελφότητα εὐθέως τέχνας διδάσκειν. ΑΠΟΚΡΙΣΙΣ Οἱ προεστῶτες δοκιμάσουσιν. ΕΡΩΤΗΣΙΣ Ρʹ. Ποίοις ἐπιτιμίοις κεχρῆσθαι δεῖ ἐν ἀδελφότητι πρὸς τὴν τῶν ἁμαρτανόντων ἐπιστροφήν. ΑΠΟΚΡΙΣΙΣ. Ἐν τῇ τῶν προεστώτων δοκιμασίᾳ γνωριζέσθω ὁ καιρὸς καὶ ὁ τρόπος κατά τε τὴν ἡλικίαν τοῦ σώ ματος καὶ ἕξιν ψυχῆς, καὶ ἁμαρτήματος διαφοράν. ΕΡΩΤΗΣΙΣ ΡΖʹ. Ἐάν τις ἐπιθυμίαν ἔχειν λέγῃ τοῦ συζῇν ἀδελ φότητι, διὰ δὲ τὴν πρὸς τοὺς οἰκείους κατὰ σάρκα θεραπείαν, ἢ καὶ διὰ τελέσματα πολ λάκις ἐμποδίζηται, ἅπαξ ἑαυτὸν ἀποδοῦναι τῷ τοιούτῳ βίῳ, εἰ χρὴ συγχωρεῖν αὐτῷ τὴν πρὸς ἀδελφοὺς εἴσοδον. ΑΠΟΚΡΙΣΙΣ. Τὴν μὲν τοῦ καλοῦ ἐπιθυμίαν ἐγκόπτειν οὐκ ἀκίν δυνον· οὐ μὴν οὐδὲ τῷ εἰσίοντι καιρὸν διδόναι τὰ ἔξωθεν καὶ ἀλλότρια τοῦ κατὰ Θεὸν βίου λογοποιεῖν ἀσφαλές. Εἰ δὲ εἰσιὼν ἑαυτὸν ἀποδίδωσι τοῖς ἔσω θεν μηδὲν τῶν ἔξωθεν ἐπεισφέρων, ἐλπίδα ἔχει χρηστοτέραν ΕΡΩΤΗΣΙΣ ΡΗʹ Εἰ χρὴ τὸν προεστῶτα ἐκτὸς τῆς προεστώσης λαλεῖν ἀδελφῇ τινι τὰ πρὸς οἰκοδομὴν τῆς πίστεως. ΑΠΟΚΡΙΣΙΣ. Ἐν τούτοις οὐ σώζεται τὸ τοῦ Ἀποστόλου παράγ γελμα, εἰπόντος· Πάντα εὐσχημόνως καὶ κατὰ τά ξιν γινέσθω. ΕΡΩΤΗΣΙΣ ΡΘʹ. Εἰ χρὴ τὸν προεστῶτα μετὰ τῆς προεστώσης συνεχῶς διαλέγεσθαι, καὶ μάλιστα ἐάν τινες τῶν ἀδελφῶν ἐπὶ τούτῳ βλάπτωνται. ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Ἀποστόλου εἰπόντος· Ἵνα τί γὰρ ἡ ἐλευθερία μου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως; καλὸν μιμήσασθαι αὐτὸν λέγοντα, ὅτι Οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ, ἵνα μὴ ἐγκοπήν τινα δῶμεν τῷ Εὐαγγελίῳ τοῦ Χριστοῦ· καὶ ὅση δύναμις ἐπὶ τὸ σπανιώτερον καὶ εὐαπαλλακτότερον συντέμνειν τὰς συντυχίας. 31.1157 ΕΡΩΤΗΣΙΣ ΡΙʹ. Εἰ χρὴ, ἐξομολογουμένης ἀδελφῆς τῷ πρεσβυ τέρῳ, καὶ τὴν πρεσβυτέραν παρεῖναι. ΑΠΟΚΡΙΣΙΣ Εὐσχημονέστερον καὶ εὐλαβέστερον μετὰ τῆς πρε σβυτέρας πρὸς τὸν πρεσβύτερον ἡ ἐξαγόρευσις γενήσεται, τὸν δυνάμενον ἐπιστημόνως τὸν τρόπον τῆς μετανοίας καὶ τῆς διορθώσεως ὑποθέσθαι. ΕΡΩΤΗΣΙΣ ΡΙΑʹ. Εἰ, τοῦ πρεσβυτέρου γενέσθαι τι προστάξαντος ἐν ταῖς ἀδελφαῖς παρὰ γνῶσιν τῆς πρεσβυ τέρας, εὐλόγως ἀγανακτεῖ ἡ πρεσβυτέρα. ΑΠΟΚΡΙΣΙΣ. Καὶ σφόδρα. ΕΡΩΤΗΣΙΣ ΡΙΒʹ. Ἐάν τις προσέλθῃ τῷ κατὰ Θεὸν βίῳ, εἰ ἀκόλου θόν ἐστι τὸν προεστῶτα ἄνευ γνώμης τῶν ἀδελφῶν τὸν τοιοῦτον προσδέχεσθαι, ἢ δεῖ καὶ αὐτοῖς πρότερον ἀνατίθεσθαι. ΑΠΟΚΡΙΣΙΣ. Ὁ Κύριος ἐπὶ τοῦ μετανοοῦντος συγκαλεῖσθαι τοὺς φίλους καὶ τοὺς γείτονας διδάσκει. Ὥστε ἀναγκαῖον πολὺ μᾶλλον ἐν γνώσει πάντων τῶν ἀδελφῶν προσ δεχθῆναι τὸν προσερχόμενον, ἵνα καὶ συγχαρῶσιν ἀλλήλοις, καὶ συνεύξωνται. ΕΡΩΤΗΣΙΣ ΡΙΓʹ. Εἰ δύναται ὁ φροντίδα ψυχῶν ἐγκεχειρισμένος φυλάξαι τὸ, «Ἐὰν μὴ στραφῆτε καὶ γένη σθε ὡς τὰ παιδία·» ἐπειδὴ πρὸς πολλὰ καὶ διάφορα πρόσωπα ἔχει. ΑΠΟΚΡΙΣΙΣ. Τοῦ σοφωτάτου Σολομῶντος εἰπόντος, Καιρὸς τῷ παντὶ πράγματι, εἰδέναι χρὴ, ὅτι καὶ ταπεινοφρο σύνης, καὶ ἐξουσίας, καὶ ἐλέγχου, καὶ παρακλή σεως, καὶ φειδοῦς, καὶ παῤῥησίας, καὶ χρηστότη τος, καὶ ἀποτομίας, καὶ ἁπαξαπλῶς παντὸς πρά γματος καιρός ἐστιν ἴδιος. Ὥστε ποτὲ μὲν τὰ τῆς ταπεινοφροσύνης δεικνύειν, καὶ μιμεῖσθαι ἐν ταπεινώσει τὰ παιδία, καὶ μάλιστα ὅτε καιρός ἐστι τῶν εἰς ἀλλήλους τιμῶν καὶ καθηκόντων, καὶ τῆς περὶ τὸ σῶμα ὑπηρεσίας ἢ θεραπείας, ὡς ὁ Κύριος ἐδίδαξε· ποτὲ δὲ τῇ ἐξουσίᾳ κεχρῆσθαι, ἣν ἔδωκεν ὁ Κύριος εἰς οἰκοδομὴν, καὶ οὐκ εἰς καθαίρεσιν, ὅταν ἡ χρεία ἐπιζητῇ τὴν παῤῥησίαν. Καὶ, ἐν καιρῷ μὲν παρακλήσεως τὸ χρηστὸν ἐν δείκνυσθαι, ἐν καιρῷ δὲ ἀποτομίας τὸν ζῆλον ἐπι δείκνυσθαι, καὶ ἐφ' ἑκάστου τῶν ἄλλων ὁμοίως. 31.1160 ΕΡΩΤΗΣΙΣ ΡΙ∆ʹ. Τοῦ Κυρίου προστάσσοντος, «Ἐάν τίς σε ἀγγα ρεύσῃ μίλιον ἓν, ὕπαγε μετ' αὐτοῦ δύο·» καὶ τοῦ Ἀποστόλου διδάσκοντος, ὑποτάσσεσθαι ἀλλήλοις ἐν φόβῳ Χριστοῦ, εἰ δεῖ παντὶ καὶ ὅ τι δήποτε ἐπιτάσσοντι ὑπακούειν. ΑΠΟΚΡΙΣΙΣ. Γῶν μὲν ἐπιτασσόντων ἡ διαφορὰ οὐδὲν ὀφείλει παραβλάπτειν τὴν ὑπακοὴν τῶν