1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

29

ἐπιτασσομένων· οὔτε γὰρ Μωσῆς παρήκουσε τοῦ Ἰοθὸρ ἀγαθὰ συμ βουλεύσαντος· τῶν δὲ ἐπιτεταγμένων διαφορᾶς οὐκ ὀλίγης οὔσης (τὰ μὲν γὰρ ἐναντίως ἔχει πρὸς τὴν ἐντολὴν τοῦ Κυρίου, ἤτοι παραφθείροντα αὐτὴν, ἢ μολύνοντα πολλαχῶς ἐπιμιξίᾳ τοῦ κε κωλυμένου· τὰ δὲ συνεμπίπτει τῇ ἐντολῇ· τὰ δὲ, κἂν μὴ συνεμπίπτῃ κατὰ τὸ προφανὲς, ἀλλὰ συμβάλλεται, καὶ οἱονεὶ βοήθειά τίς ἐστι τῆς ἐν τολῆς), ἀναγκαῖον μεμνῆσθαι τοῦ Ἀποστόλου εἰπόντος· Προφητείας μὴ ἐξουθενεῖτε· πάντα δὲ δοκιμάζοντες, τὸ καλὸν κατέχετε· ἀπὸ παν τὸς εἴδους πονηροῦ ἀπέχεσθε· καὶ πάλιν· Λογισμοὺς καθαιροῦντες, καὶ πᾶν ὕψωμα ἐπαι ρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ αἰχ μαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ. Ὥστε ἂν μέν τι συνεμπῖπτον τῇ ἐντολῇ τοῦ Κυρίου, ἢ συμβαλλόμενον ἐπιταχθῶμεν, ὡς τοῦ Θεοῦ θέλημα σπουδαιότερον καὶ ἐπιμελέ στερον καταδέχεσθαι χρὴ, πληροῦντας τὸ εἰρη μένον· Ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ Χριστοῦ· ὅταν δέ τι ἐναντίον τῇ τοῦ Κυρίου ἐντολῇ, παρα φθεῖρον ἢ μολῦνον αὐτὴν ἐπιταχθῶμεν παρά τινος, καιρὸς εἰπεῖν τότε· Πειθαρχεῖν δεῖ Θεῷ μᾶλλον ἢ ἀνθρώποις· μνημονεύοντας τοῦ Κυρίου λέγον τος· Ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ' αὐτοῦ, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν· καὶ τοῦ Ἀποστόλου τολ μήσαντος ὑπὲρ τῆς ἡμετέρας ἀσφαλείας καὶ αὐ τῶν καθάψασθαι τῶν ἀγγέλων δι' ὧν φησι· Κἂν ἡμεῖς αὐτοὶ, ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζη ται ὑμῖν, παρ' ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω. Ἐξ ὧν παιδευόμεθα, ὅτι, κἂν πολὺ γνή σιός τις ᾖ, κἂν ὑπερβαλλόντως ἔνδοξος ὁ κω λύων τὸ ὑπὸ τοῦ Κυρίου προστεταγμένον, ἢ προ τρέπων ποιεῖν τὸ ὑπ' αὐτοῦ κεκωλυμένον, φευκτὸς ἢ καὶ βδελυκτὸς ὀφείλει εἶναι ἑκάστῳ τῶν ἀγα πώντων τὸν Κύριον. 31.1161 ΕΡΩΤΗΣΙΣ ΡΙΕʹ. Πῶς ὑπακούειν ἀλλήλοις χρή. ΑΠΟΚΡΙΣΙΣ Ὡς δούλους δεσπόταις, κατὰ τὸ ὑπὸ τοῦ Κυ ρίου προστεταγμένον, ὅτι Ὁ θέλων ἐν ὑμῖν εἶ ναι μέγας ἔστω πάντων ἔσχατος, καὶ πάντων δοῦλος. Οἷς ἐπιφέρει δυσωπητικώτερον· Ὥσπερ ὁ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι· καὶ κατὰ τὸ ὑπὸ τοῦ Ἀπο στόλου εἰρημένον· ∆ιὰ τῆς ἀγάπης τοῦ Πνεύ ματος δουλεύετε ἀλλήλοις. ΕΡΩΤΗΣΙΣ ΡΙʹ. Μέχρι πόσου ὑπακούειν δεῖ ἐν τῷ κανόνι τῆς πρὸς Θεὸν εὐαρεστήσεως. ΑΠΟΚΡΙΣΙΣ. Ὁ Ἀπόστολος ἔδειξε, προθεὶς ἡμῖν τὴν τοῦ Κυ ρίου ὑπακοήν, ὃς Ἐγένετο ὑπήκοος μέχρι θανά του, θανάτου δὲ σταυροῦ· καὶ προειπών· Τοῦτο φρονείσθω ἐν ὑμῖν. ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ. ΕΡΩΤΗΣΙΣ ΡΙΖʹ. Ὁ μὴ πληροφορούμενος ἐν τοῖς καθ' ἡμέραν πρὸς τὴν προκειμένην ἐντολὴν ἐπιτάγμασι, τέχνην δὲ μαθεῖν ἐπιζητῶν, ποῖον πάθος νοσεῖ, καὶ εἰ χρὴ αὐτοῦ ἀνέχεσθαι. ΑΠΟΚΡΙΣΙΣ. Ὁ τοιοῦτος καὶ αὐθάδης, καὶ αὐτάρεσκός ἐστι, καὶ ἄπιστος· ὅτι οὐκ ἐφοβήθη τὸ κρῖμα τοῦ Κυρίου εἰπόντος· Γίνεσθε ἕτοιμοι, ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε, ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται. Εἰ γὰρ καθ' ἡμέ ραν καὶ καθ' ὥραν προσδοκᾷ τις τὸν Κύριον, ἀγωνιᾷ πῶς τὴν σήμερον ἀργὸς μὴ παρέλθῃ, καὶ πλέον οὐδὲν περιεργάζεται. Εἰ δὲ ἐπιταχθείη μα θεῖν τέχνην, ἐν τῇ ὑπακοῇ ἐχέτω τὸ κέρδος τῆς πρὸς Θεὸν εὐαρεστήσεως, καὶ μὴ ἐν τῇ ὑπερθέ σει τὸ κρῖμα. ΕΡΩΤΗΣΙΣ ΡΙΗʹ. Ὁ σπουδαῖος εἰς τὴν ἐντολὴν, καὶ ἐργαζόμενος οὐχ ὃ ἐπιτάσσεται, ἀλλ' ὃ αὐτὸς θέλει, ποῖον μισθὸν ἔχει. ΑΠΟΚΡΙΣΙΣ. Αὐταρεσκείας. Τοῦ δὲ Ἀποστόλου λέγοντος· Ἕκαστος ἡμῶν τῷ πλησίον ἀρεσκέτω εἰς τὸ ἀγαθὸν, πρὸς οἰκοδομὴν, καὶ περισσοτέρως δυσ ωποῦντος ἐν τῷ ἐπενεγκεῖν, Καὶ γὰρ αὐτὸς ὁ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσε, γνωρίζειν ὀφείλει τὸν ἑαυτοῦ κίνδυνον ὁ αὐτάρεσκος· ἐλέγχεται δὲ ὁ αὐτὸς καὶ ἀνυπότακτος. ΕΡΩΤΗΣΙΣ ΡΙΘʹ. Εἰ ἔξεστιν ἑκάστῳ παραιτεῖσθαι τὸ ἐγχειρισθὲν ἔργον, καὶ ἄλλο ἐπιζητεῖν. ΑΠΟΚΡΙΣΙΣ. Τῆς ὑπακοῆς, καθὼς προείρηται. μέχρι θανά 31.1164 του ἐχούσης τὸ μέτρον, ὁ τὸ ἐγχειρισθὲν παραι τούμενος, καὶ ἄλλο ἐπιζητῶν, πρῶτον μὲν τὴν ὑπακοὴν διαφθείρει, καὶ φανερός ἐστι μὴ ἀρνησά μενος ἑαυτόν· ἔπειτα καὶ ἑτέρων κακῶν πλειόνων ἑαυτῷ τε καὶ τοῖς λοιποῖς αἴτιος γίνεται. Καὶ γὰρ