1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

31

ὑπομνήσεως παρὰ τὸ διατεταγμένον, ἢ ὑπὲρ τὸ διατεταγμένον αὐτῷ, εἰ δεῖ ἔχειν τὸ ἔργον. ΑΠΟΚΡΙΣΙΣ. Τὸ μὲν ἑαυτῷ λαμβάνειν καθόλου ἀπαρέσκει Θεῷ· καὶ οὔτε πρέπει, οὔτε συμφέρει τοῖς ἐσπουδακόσι τὸν σύνδεσμον τῆς εἰρήνης φυλάσσειν· εἰ δὲ ἐπι μένοι προπετευόμενος, συμφέρει ἀρθῆναι ἀπ' αὐ τοῦ τὸ ἔργον. Οὐ γὰρ φυλάσσει τὸ πρόσταγμα τοῦ εἰπόντος· Ἕκαστος ἐν ᾧ ἐκλήθη, ἀδελφοὶ, ἐν τούτῳ μενέτω· καὶ ἔτι ἐντρεπτικώτερον· Μὴ ὑπερ φρονεῖν, παρ' ὃ δεῖ φρονεῖν, ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν, ἑκάστῳ ὡς ὁ Θεὸς ἐμέρισε μέτρον πίστεως. ΕΡΩΤΗΣΙΣ ΡΚʹ. Πῶς ἄν τις ἡττηθῇ τῆς ἐν βρώμασι φιληδονίας. ΑΠΟΚΡΙΣΙΣ. Κρίνας τὸν λόγον τοῦ συμφέροντος, ὁδηγὸν καὶ διδάσκαλον ἔχειν ἀεὶ τῶν εἰς τὴν χρῆσιν παραλαμβα νομένων, εἴτε ἡδέα εἴτε ἀηδῆ ταῦτα εἴη ΕΡΩΤΗΣΙΣ ΡΚΖʹ. Λέγουσί τινες, ὅτι ἀδύνατόν ἐστι μὴ ὀργισθῆναι ἄνθρωπον. ΑΠΟΚΡΙΣΙΣ. Εἰ δυνατόν ἐστι τῷ στρατιώτῃ ἐν ὄψεσι βασιλέως ὀργισθῆναι, οὐδὲ οὕτω λόγον ἔχει τὸ λεγόμενον. Εἰ γὰρ ἀνθρώπου ὄψις ἰσοτίμου κατὰ τὴν φύσιν διὰ τὴν ὑπεροχὴν τοῦ ἀξιώματος ἐκώλυσε τὸ πάθος, πόσῳ μᾶλλον, ἐὰν πληροφορηθῇ τις Θεὸν ἔχειν ἐπ όπτην τῶν ἰδίων κινημάτων; Πολὺ γὰρ πλέον ὁ Θεὸς, ὁ ἐτάζων καρδίας καὶ νεφροὺς, βλέπει τὰ κι νήματα τῆς ψυχῆς, ἢ ἄνθρωπος τὰ εἰς πρόσωπον. ΕΡΩΤΗΣΙΣ ΡΚΗʹ. Τῷ θέλοντι ἐγκρατεύεσθαι ὑπὲρ δύναμιν, ὥστε καὶ εἰς τὴν προκειμένην ἐντολὴν ἐμποδίζεσθαι, εἰ δεῖ συγχωρεῖν. ΑΠΟΚΡΙΣΙΣ. Τὸ ἐρώτημα οὐ κυρίως φαίνεταί μοι πεποιημέ νον. Ἡ γὰρ ἐγκράτεια οὐκ ἐν ἀποχῇ ἀλόγων βρω μάτων ἐστὶν, ἐν ᾗ συμβαίνει ἡ ὑπὸ τοῦ Ἀπο στόλου κατηγορουμένη ἀφειδία σώματος, ἀλλ' ἐν τελείᾳ ἀναχωρήσει τῶν ἰδίων θελημάτων. Ὅσον δὲ ἔχει κίνδυνον διὰ τὸ ἴδιον θέλημα τῆς ἐντολῆς τοῦ Κυρίου ἐκπεσεῖν, δῆλον ἐκ τῶν ὑπὸ τοῦ Ἀποστόλου εἰρημένων, εἰπόντος· Ποιοῦντες τὰ θελή ματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν, καὶ ἦμεν τέκνα φύσει ὀργῆς. 31.1169 ΕΡΩΤΗΣΙΣ ΡΚΘʹ. Ὁ πολλὰ νηστεύων, ἐν δὲ τῇ μεταλήψει μὴ δυ νάμενος ἀνέχεσθαι τοῦ βρώματος τοῦ κοι νοῦ, τί μᾶλλον ἑλέσθαι ὀφείλει, νηστεύειν μετὰ τῶν ἀδελφῶν, καὶ ἐσθίειν μετ' αὐτῶν, ἢ, διὰ τὸ ἀμέτρως νηστεύειν, ἄλλων βρωμά των ἔχειν χρείαν ἐν τῇ μεταλήψει. ΑΠΟΚΡΙΣΙΣ. Νηστείας καιρὸς, οὐ τὸ θέλημα ἑκάστου, ἀλλ' ἡ χρεία τῶν εἰς θεοσέβειαν ἡκόντων· καθὼς καὶ αἱ Πράξεις τῶν ἀποστόλων ἱστοροῦσι, καὶ παρὰ τοῦ ἐκλεκτοῦ ∆αβὶδ μανθάνομεν. Ἐὰν οὖν τις κατὰ λόγον τοιοῦτον νηστεύῃ, καὶ τοῦ δύνα σθαι πάντως καταξιοῦται. Πιστὸς γὰρ ὁ ἐπαγγει λάμενος. ΕΡΩΤΗΣΙΣ ΡΛʹ. Πῶς χρὴ νηστεύειν, ὅταν χρεία γένηται νηστείας πρός τι τῶν εἰς θεοσέβειαν ἐπιζητουμένων· ὡς ἀναγκαζόμενον, ἢ μετὰ προθυμίας. ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Κυρίου λέγοντος, Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, πᾶν τὸ συντελοῦν εἰς θεοσέβειαν, μὴ μετ' ἐπιθυμίας καὶ σπουδῆς γινό μενον, ἐπικίνδυνον. Ὥστε τὸν μὲν νηστεύοντα μὴ προθύμως τοῦτο ποιεῖν οὐκ ἀκίνδυνον· τὸ δὲ νηστεύειν ἐν καιρῷ χρείας τοιαύτης ἀναγκαῖον, τοῦ Ἀποστόλου μετὰ τῶν ἄλλων αὐτοῦ κατορθωμάτων καὶ τοῦτο πρὸς διδασκαλίαν ἡμετέραν διηγησαμένου τὸ, Ἐν νηστείαις πολλάκις. ΕΡΩΤΗΣΙΣ ΡΛΑʹ. Ὁ μὴ μεταλαμβάνων ὅθεν οἱ ἀδελφοὶ ἐσθίουσιν, ἀλλ' ἕτερον ἐπιζητῶν, εἰ καλῶς ποιεῖ. ΑΠΟΚΡΙΣΙΣ. Καθόλου τὸ ἐπιζητεῖν βρῶμα παρ' ἐντολήν ἐστι, τοῦ Κυρίου εἰπόντος· Μὴ ζητεῖτε τί φάγητε, καὶ τί πίητε· καὶ μὴ μετεωρίζεσθε· καὶ κατα πληκτικώτερον ἐπενεγκόντος· Ταῦτα γὰρ πάντα τὰ ἔθνη ἐπιζητεῖ. Τοῦ δὲ ἐπιτεταγμένου ἐστὶ πληροῦν ἐπιμελῶς τὸ, ∆ιεδίδοτο δὲ ἑκάστῳ, καθότι ἄν τις χρείαν εἶχεν. ΕΡΩΤΗΣΙΣ ΡΛΒʹ. Ὁ λέγων, ὅτι βλάπτει με τοῦτο, καὶ λυπούμε νος, ἐὰν ἄλλο μὴ δοθῇ αὐτῷ, τί ἐστιν. ΑΠΟΚΡΙΣΙΣ. Φαίνεται, ὅτι οὐκ ἐπληροφορήθη τὴν ἐλπίδα Λα ζάρου, οὔτε ἐγνώρισε τὴν ἀγάπην τοῦ πεπιστευμέ νου τὴν πάντων καὶ αὐτοῦ ἐπιμέλειαν. Καθόλου δὲ οὔτε περὶ τοῦ βλάπτοντος ἢ ὠφελοῦντος ἑαυτῷ ἐπι 31.1172 τρέπειν τὴν δοκιμασίαν ἕκαστος ὀφείλει· ἀλλὰ τῷ ἐπιτεταγμένῳ δοκιμάζειν τὸ ἑκάστῳ χρειῶδες, προ ηγουμένως τὸ ὄφελος τῆς ψυχῆς ἐπιζητοῦντι, καὶ οὕτω δευτέρῳ λόγῳ τὰ πρὸς