1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

32

τὴν χρείαν τοῦ σώμα τος οἰκονομοῦντι πρὸς τὸ θέλημα τοῦ Θεοῦ. ΕΡΩΤΗΣΙΣ ΡΛΓʹ. Ἐὰν δὲ καὶ γογγύσῃ διὰ βρῶμα. ΑΠΟΚΡΙΣΙΣ. Τὸ κρῖμα τῶν ἐν τῇ ἐρήμῳ γογγυσάντων ἔχει. Λέγει γὰρ ὁ Ἀπόστολος· Μηδὲ γογγύζετε, καθώς τινες αὐτῶν ἐγόγγυσαν, καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ. ΕΡΩΤΗΣΙΣ ΡΛ∆ʹ. Ἐάν τις ὀργισθεὶς παραιτῆται λαβεῖν τι τῶν πρὸς τὴν χρείαν. ΑΠΟΚΡΙΣΙΣ. Ὁ τοιοῦτος ἄξιός ἐστι, κἂν ζητῇ, μὴ λαβεῖν, ἕως ἐὰν δοκιμάσῃ ὁ προεστὼς, ὅτι ἐθεραπεύθη τὸ πάθος, μᾶλλον δὲ τὰ πάθη. ΕΡΩΤΗΣΙΣ ΡΛΕʹ. Εἰ χρὴ τὸν κάμνοντα αὐτὸν ἐπιζητῆσαι πλέον τι τῆς συνηθείας. ΑΠΟΚΡΙΣΙΣ. Εἰ ἕνεκεν τῆς παρὰ τοῦ Θεοῦ μισθαποδοσίας τὸν κάματον ἀναδέχεται, οὐκ ἐντεῦθεν ἐπιζητεῖν ὀφεί λει τὴν παραμυθίαν τοῦ κόπου, ἀλλὰ πρὸς τὴν τοῦ Κυρίου μισθαποδοσίαν ἑαυτὸν καταρτίζειν· εἰδὼς, ὅτι, ὡς τῆς ὑπὲρ τοῦ κόπου ἀμοιβῆς, οὕτω καὶ τῆς παρακλήσεως ὑπὲρ τῆς στενοχωρίας παρὰ τοῦ φιλ ανθρώπου Θεοῦ καταξιωθήσεται. Ὁ μέντοι ἐπιτε ταγμένος ποιεῖν τὸ, ∆ιεδίδοτο ἑκάστῳ. καθότι ἄν τις χρείαν εἶχεν, ἀναγκαίως ὀφείλει γνωρίζειν ἕκαστον τῶν κοπιώντων, καὶ θεραπεύειν κατὰ τὸ προσῆκον. ΕΡΩΤΗΣΙΣ ΡΛʹ. Εἰ ἀναγκαῖον πάντας συνάγεσθαι τῇ ὥρᾳ τοῦ ἀρίστου, καὶ τὸν ἀπολιμπανόμενον, καὶ μετὰ τὸ ἄριστον ἐρχόμενον πῶς παρέλθωμεν. ΑΠΟΚΡΙΣΙΣ. Εἰ μὲν κατὰ ἀνάγκην τοῦ τόπου ἢ τοῦ ἔργου ἀπ ελείφθη, ὡς φυλάσσων τὸ παράγγελμα τοῦ εἰπόντος· Ἕκαστος, ἐν ᾧ ἐκλήθη, ἀδελφοὶ, ἐν τούτῳ μενέτω· ὁ τῆς κοινῆς εὐταξίας ἔφορος δοκιμάσας συγγνώσεται· εἰ δὲ δυνάμενος συμφθάσαι, οὐκ ἐσπούδασε, γνωρίσας τὸ ἔγκλημα τῆς ἀμελείας, ἄσιτος μεινάτω μέχρι τῆς τετυπωμένης ὥρας ἐν τῇ ἐπιούσῃ. 31.1173 ΕΡΩΤΗΣΙΣ ΡΛΖʹ. Εἰ καλόν ἐστι τὸ κρῖναι ἐπὶ τοσόνδε, εἰ τύχοι, χρόνον ἀποσχέσθαι τοῦδέ τινος τοῦ βρώματος ἢ τοῦ πόματος. ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Κυρίου εἰπόντος, Οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με, πᾶσα κρίσις ἰδίου θελήματος ἐπισφαλής. Ὅπερ εἰ δὼς ὁ ∆αβὶδ ἔλεγεν· Ὤμοσα, καὶ ἔστησα τοῦ φυ λάξασθαι τὰ κρίματα τῆς δικαιοσύνης σου, οὐ τὰ ἐμὰ θελήματα. ΕΡΩΤΗΣΙΣ ΡΛΗʹ. Εἰ χρὴ ἐπιτρέπεσθαι ἐν ἀδελφότητί τινα πλέον τῶν ἄλλων νηστεύειν ἢ ἀγρυπνεῖν, κατὰ τὸ ἴδιον θέλημα. ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Κυρίου εἰπόντος, ὅτι Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρὸς, πᾶν ὅπερ ἄν τις κατὰ τὸ ἴδιον θέλημα ποιῇ, τοῦτο τοῦ μὲν ποιοῦντός ἐστιν ἴδιον, τῆς δὲ θεοσεβείας ἀλλότριον· καὶ φόβος μήποτε ἀκούσῃ παρὰ τοῦ Θεοῦ περὶ οὗ δοκεῖ ποιεῖν, Πρὸς σὲ ἡ ἀποστροφὴ αὐτοῦ, καὶ σὺ ἄρξεις αὐτοῦ. Καὶ τὸ ἐν συγκρίσει δὲ τῶν ἄλλων τὸ πλέον θέλειν, καὶ ἐν αὐτοῖς τοῖς καλοῖς, φιλονεικίας πάθος ἐστὶν ἀπὸ κενοδοξίας συμβαῖνον· ὅπερ ὁ Ἀπό στολος ἀπηγορευμένον δεικνύς φησιν· Οὐ γὰρ τολμῶμεν ἐγκρῖναι ἢ συγκρῖναι ἑαυτούς τισι τῶν ἑαυτοὺς συνιστανόντων. ∆ιόπερ ἀφεμένους τῶν ἰδίων θελημάτων, καὶ τοῦ θέλειν δοκεῖν ὑπὲρ τοὺς λοιποὺς ποιεῖν τι, πείθεσθαι τῷ Ἀποστόλῳ χρὴ παραινοῦντι καὶ λέγοντι· Εἴτε ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε. Φιλονεικία γὰρ, καὶ κενοδοξία, καὶ αὐταρέσκεια, παντελῶς ἀλλότρια τῶν τὸν καλὸν ἀγῶνα νομίμως ἀγωνιζομένων. ∆ιό φησι ποτὲ μὲν, Μὴ γενώμεθα κενόδοξοι· ποτὲ δὲ, Εἴ τις δοκεῖ φιλόνεικος εἶναι, ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἔχομεν, οὐδὲ αἱ Ἐκκλησίαι τοῦ Θεοῦ· καὶ ἄλλοτε, Ὀφείλομεν ἡμεῖς μὴ ἑαυτοῖς ἀρέσκειν· οἷς ἐπιφέρει ἐντρεπτι κώτερον· Καὶ γὰρ ὁ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσεν. Εἰ δέ τις οἴεται χρῄζειν τοῦ πλείονος εἴτε ἐν νηστείᾳ, εἴτε ἐν ἀγρυπνίᾳ, εἴτε ἐν ᾡδήποτε ἄλλῳ, ἀποκαλυ πτέτω τοῖς τὴν κοινὴν ἐπιμέλειαν πεπιστευμένοις τὴν ὑπόθεσιν αὐτὴν, δι' ἣν νομίζει τοῦ πλείονος χρῄζειν· καὶ τὸ παρ' αὐτῶν δοκιμασθὲν παραφυλαττέτω. Πολ λάκις γὰρ ἑτέρῳ μᾶλλον τρόπῳ τὸ ἱκανὸν τῇ χρείᾳ γενέσθαι δεήσει. 31.1176 ΕΡΩΤΗΣΙΣ ΡΛΘʹ. Τῆς νηστείας ἐπιτεινομένης, ἀτονώτεροι γινό μεθα εἰς τὸ ἔργον. Τί οὖν χρὴ μᾶλλον· ἐμποδίζειν τῷ ἔργῳ διὰ τὴν νηστείαν, ἢ παρ ορᾷν ἐκείνην διὰ τὸ ἔργον. ΑΠΟΚΡΙΣΙΣ. Καὶ τὴν νηστείαν, καὶ τὸ φαγεῖν μετὰ λόγου τοῦ