1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

33

οἰκείου τῆς θεοσεβείας παραλαμβάνεσθαι χρή· ἵνα, ὅταν μὲν ἐντολὴν Θεοῦ διὰ νηστείας κατορθω θῆναι δέοι, νηστεύσωμεν· ὅταν δὲ πάλιν ἡ ἐντολὴ τοῦ Θεοῦ βρῶσιν ἐπιζητοῖ ἐνδυναμοῦσαν τὸ σῶμα, φάγωμεν, οὐχ ὡς γαστρίμαργοι, ἀλλ' ὡς ἐργάται Θεοῦ. Φυλάσσειν γὰρ χρὴ τὸ ὑπὸ τοῦ Ἀποστόλου εἰρημένον· Εἴτε ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ποιεῖ τε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε. ΕΡΩΤΗΣΙΣ ΡΜʹ. Ἐάν τις μὴ ἐγκρατεύηται περὶ τὰ βλαβερὰ τῶν βρωμάτων, μεταλαμβάνων δὲ ἀφειδῶς, κακώ σει περιπέσῃ, εἰ χρὴ αὐτοῦ ἐπιμέλειαν ποιεῖ σθαι. ΑΠΟΚΡΙΣΙΣ. Ἡ μὲν ἀκρασία πρόδηλον ἔχει τὴν κακίαν· καὶ τούτου τοῦ πάθους προηγουμένως φροντίζειν ἀναγ καῖον, ὅπως θεραπευθῇ. Βουληθεὶς γὰρ δεῖξαι ὁ φιλ άνθρωπος Θεὸς, ἡλίκον κακόν ἐστι τὸ μὴ ἐγκρα τεύεσθαι, ἀφῆκε πολλάκις τὴν ψυχὴν καὶ ἐπὶ τῶν τὸ σῶμα βλαπτόντων κεχρῆσθαι τῷ πάθει τῆς ἀκρα σίας, ἐὰν ἄρα δυνηθῇ διὰ τῆς κακώσεως τῆς σωμα τικῆς, ἣν ἐκ τῆς ἀκρασίας ὑπομένει, εἰς αἴσθησιν ἐλθεῖν τῆς ἰδίας βλάβης, καὶ ὁδηγηθῆναι πρὸς τὴν ἐν πᾶσιν ἐγκράτειαν. Τὴν δὲ ἐπιμέλειαν τοῦ σώματος ἐπὶ τῶν ἐξ ἀκρασίας βλαπτομένων ποιεῖσθαι μὲν τάχα εὔλογον καὶ χρηστότητι πρέπον, οὐκ ἀδοκι μάστως δὲ, ἀλλὰ πεφροντικότας, μήπως ἐν τῇ τοῦ σώματος θεραπείᾳ τὴν ψυχὴν ἀθεράπευτον κα ταλίπωμεν. Ὥστε, ἐὰν μὲν ἐπίδῃ τις τὸν τοιοῦ τον ἐκ τῆς τοῦ σώματος θεραπείας παιδευόμενον εὐγνωμόνως, καὶ τῆς ψυχῆς ἐν τοῖς ἰδίοις πά θεσιν ἐπιμελεῖσθαι, προσάγειν αὐτῷ τὴν σωματικὴν ἐπιμέλειαν· ἐὰν δὲ, τὴν τοῦ σώματος θεραπείαν δε χόμενος, ἐλέγχηται τῆς ψυχῆς καταφρονῶν, βέλτιόν ἐστι τὸν τοιοῦτον ἐναφεθῆναι ταῖς ὀδύναις, ἃς ἐκ τῆς ἰδίας ἀκρασίας ὑφίσταται, ἐὰν ἄρα δυνηθῇ τῷ χρόνῳ εἰς συναίσθησιν ἐλθὼν ἑαυτοῦ καὶ τῆς αἰωνίου κολάσεως, φροντίδα ἀναλαβεῖν τῆς κατὰ ψυχὴν ὑγείας. Κρινόμενοι γὰρ ὑπὸ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακρι θῶμεν. 31.1177 ΕΡΩΤΗΣΙΣ ΡΜΑʹ. Εἰ δεῖ ξένους ἐνευρίσκεσθαι τοῖς ἐργαστη ρίοις, ἢ καὶ τῶν ἐνταῦθά τινας καταλιπόντας τὸν ἴδιον τόπον. ΑΠΟΚΡΙΣΙΣ. Παρεκτὸς τοῦ πεπιστευμένου τὴν ἐπίσκεψιν τῶν ἐργαζομένων, ἢ τὴν οἰκονομίαν τῶν ἔργων, ὃς ἂν εὑρεθῇ τοῦτο ποιῶν, ὡς διαλύων τὴν εὐταξίαν τῆς τῶν μελῶν ἁρμονίας, κωλυέσθω καὶ τῆς συγκεχω ρημένης προόδου· καθεζόμενος δὲ ἐν τόπῳ ἑνὶ τῷ δοκιμασθέντι πρὸς παιδείαν ἐπιτηδείῳ, ἀμετεωρίστως καὶ ἐπιπονώτερον τῆς συνηθείας ἀποδιδότω τὸ ἔργον, ἕως ἂν μάθῃ φυλάσσειν τὸ ὑπὸ τοῦ Ἀπο στόλου εἰρημένον· Ἕκαστος ἐν ᾧ ἐκλήθη, ἐν τούτῳ μενέτω. ΕΡΩΤΗΣΙΣ ΡΜΒʹ. Εἰ χρὴ τοὺς τεχνίτας δέχεσθαι παρά τινος ἔργον ἄνευ γνώμης τοῦ ἐπιτεταγμένου τὴν φροντίδα τούτων. ΑΠΟΚΡΙΣΙΣ. Τῷ κρίματι τοῦ κλέπτου, ἢ τοῦ συντρέχοντος τῷ κλέπτῃ ὑποκείσθω ἑκάτερος, ὅ τε διδοὺς καὶ ὁ δεχό μενος. ΕΡΩΤΗΣΙΣ ΡΜΓʹ. Πῶς ὀφείλουσιν ἐπιμελεῖσθαι οἱ ἐργαζόμενοι τῶν πεπιστευμένων αὐτοῖς σκευῶν. ΑΠΟΚΡΙΣΙΣ. Πρῶτον μὲν ὡς Θεῷ ἐπονομασθέντων καὶ ἀνατε θέντων· ἔπειτα ὡς ἄνευ αὐτῶν μὴ δυνάμενοι τὴν ὀφειλομένην ἄοκνον σπουδὴν ἐπιδείξασθαι. ΕΡΩΤΗΣΙΣ ΡΜ∆ʹ. Ἐὰν δέ τις ἐξ ἀμελείας ἀπολέσῃ τι, ἢ ἐκ κατα φρονήσεως παραχρήσηται. ΑΠΟΚΡΙΣΙΣ. Ὁ μὲν παραχρησάμενος ὡς ἱερόσυλος, ὁ δὲ ἀπολέσας ὡς αἴτιος ἱεροσυλίας κρινέσθω, πάντων τῷ Κυρίῳ ἐπονομασθέντων, καὶ τῷ Θεῷ ἀνακει μένων. ΕΡΩΤΗΣΙΣ ΡΜΕʹ. Ἐὰν δὲ ἀφ' ἑαυτοῦ χρήσῃ τινὶ ἢ λάβῃ. ΑΠΟΚΡΙΣΙΣ. Ὡς θρασὺς καὶ αὐθάδης κρινέσθω. Ταῦτα γὰρ τοῦ ἐπιτεταγμένου τὴν φροντίδα, καὶ οἰκονομοῦντός ἐστιν ἴδια. ΕΡΩΤΗΣΙΣ ΡΜʹ. Ἐὰν δὲ καὶ συνεχούσης χρείας ὁ προεστὼς ἐπι ζητήσῃ παρ' αὐτοῦ σκεῦος, καὶ ἀντείπῃ. ΑΠΟΚΡΙΣΙΣ. Ὁ ἑαυτὸν καὶ τὰ ἑαυτοῦ μέλη ἀποδεδωκὼς τῇ 31.1180 ἄλλων χρείᾳ ἐν ἀγάπῃ Χριστοῦ πῶς περὶ τῶν σκευῶν ἀντειπεῖν δυνήσεται τῷ προεστῶτι, ᾧ καὶ τῶν σκευῶν ἡ φροντὶς ἀνῆκεν; ΕΡΩΤΗΣΙΣ ΡΜΖʹ. Ὁ περὶ τὸ ἔργον τοῦ κελλαρίου, ἢ τοῦ μαγει ρείου, ἢ περί τι ἄλλο τοιοῦτον ἀσχολούμενος, ἐὰν μὴ φθάσῃ παρεῖναι τῷ κανόνι τῆς ψαλμῳ δίας καὶ τῆς προσευχῆς, εἰ μηδὲν ζημιοῦται τὴν ψυχήν. ΑΠΟΚΡΙΣΙΣ. Ἕκαστος ἐν τῷ