1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

37

πλὴν εἰ μή τις, τὰ αὐτὰ ποιῶν τῷ ἐγκαλουμένῳ, ἀπαῤῥη σίαστος εἴη πρὸς τὸ κρίνειν τὸν ἀδελφὸν, ἀκούων τοῦ Κυρίου λέγοντος· Ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου, καὶ τότε διαβλέψεις ἐκβαλεῖν τὸ κάρφος ἐκ τοῦ ὀφθαλμοῦ τοῦ ἀδελφοῦ σου. ΕΡΩΤΗΣΙΣ ΡΞΕʹ. Πῶς γνωρίσει τις, εἰ ζήλῳ Θεοῦ κινεῖται κατὰ τοῦ ἁμαρτάνοντος ἀδελφοῦ, ἢ ὀργίζεται. ΑΠΟΚΡΙΣΙΣ. Ἐὰν κατὰ παντὸς ἁμαρτήματος πάθῃ τὸ γε γραμμένον· Ἐξέτηξέ με ὁ ζῆλός σου, ὅτι ἐπελά θοντο τῶν λόγων σου οἱ ἐχθροί μου, φανερὸς τοῦ Θεοῦ ὁ ζῆλος. Οἰκονομίας δὲ καὶ ἐνταῦθα ἐπιστημο νικῆς χρεία πρὸς οἰκοδομὴν πίστεως. Ταύτης δὲ τῆς διαθέσεως μὴ προενυπαρξάσης τῇ ψυχῇ, καὶ κινη σάσης αὐτὴν, τὸ μὲν κίνημα ἀνώμαλον γίνεται ἐν οὐδενὶ δὲ ὁ σκοπὸς τῆς θεοσεβείας σώζεται. ΕΡΩΤΗΣΙΣ ΡΞʹ. Μετὰ ποίας διαθέσεως ὑπακούειν δεῖ τῷ εἰς ἔργον τῆς ἐντολῆς κατεπείγοντι. ΑΠΟΚΡΙΣΙΣ. Μεθ' οἵας διαθέσεως τὸ παιδίον ὑπὸ πείνης κρα τούμενον ὑπακούει τῇ τροφῷ καλούσῃ ἐπὶ τὴν μετά ληψιν· καὶ πᾶς ἄνθρωπος, ἀντιποιούμενος τοῦ ζῇν, τῷ χαριζομένῳ τὰ πρὸς τὸ ζῇν· μᾶλλον δὲ καὶ πολλῷ πλέον, ὅσῳ καὶ προτιμοτέρα τῆς παρούσης ἡ αἰώνιος ζωή. Ἡ γὰρ ἐντολὴ τοῦ Θεοῦ, φησὶν ὁ Κύ ριος, ζωὴ αἰώνιός ἐστιν. Ὅπερ δέ ἐστιν ἐπὶ τοῦ ἄρτου ἡ βρῶσις, τοῦτό ἐστιν ἐπὶ τῆς ἐντολῆς ἡ ἐργασία, αὐτοῦ πάλιν τοῦ Κυρίου εἰπόντος· Ἐμὸν βρῶμά ἐστιν, ἵνα ποιῶ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός. ΕΡΩΤΗΣΙΣ ΡΞΖʹ. Ποταπὴ ὀφείλει εἶναι ἡ ψυχὴ, ἡ καταξιωθεῖσα ἐν τῷ ἔργῳ τοῦ Θεοῦ καταληφθῆναι. ΑΠΟΚΡΙΣΙΣ. Οἵα ἦν ἡ λέγουσα· Τίς εἰμι ἐγὼ, Κύριέ μου, Κύ ριε, καὶ τίς ὁ οἶκός μου, ὅτι ἠγάπησάς με; Πληροῦσα τὸ γεγραμμένον· Εὐχαριστοῦντες τῷ Πατρὶ τῷ ἱκανώσαντι ἡμᾶς εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί· ὃς ἐῤῥύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους, καὶ μετέστησεν εἰς τὴν βασιλείαν τοῦ Υἱοῦ τῆς ἀγάπης αὑτοῦ. 31.1193 ΕΡΩΤΗΣΙΣ ΡΕΗʹ. Μετὰ ποταπῆς διαθέσεως δεῖ λαμβάνειν ἱμάτιον ἢ ὑπόδημα, οἷον ἂν ᾖ. ΑΠΟΚΡΙΣΙΣ. Εἰ μὲν μικρότερον ἢ μεῖζον τῆς ἡλικίας ἐστὶ, φανερωσάτω τὴν χρείαν μετὰ τῆς προσηκούσης ἐπι εικείας· εἰ δὲ περὶ εὐτελείας διαφέρεται, ἢ ὅτι οὐκ ἔστι καινὸν, μνημονευσάτω τοῦ Κυρίου λέγοντος· Ἄξιος, οὐχ ἁπλῶς πᾶς, ἀλλ', ὁ ἐργάτης τῆς τροφῆς αὑτοῦ ἐστι. Καὶ ἑαυτὸν ἀνακρινάτω εἰ πρὸς ἀξίαν τῶν τοῦ Κυρίου ἐπιταγμάτων, ἢ ἐπαγγελιῶν, εἰργάσατό τι, καὶ τότε οὐχὶ ἄλλο ἐπιζητήσει, ἀλλὰ περὶ τοῦ δεδομένου ἀγωνιάσει, ὡς ὑπὲρ τὴν ἀξίαν λαμβάνων. Τὸ γὰρ ἐπὶ τῆς προφῆς εἰρημένον ἐπὶ παντὸς πράγματος τοῦ πρὸς τὴν χρείαν τοῦ σώματος ὥσπερ κανόνα ἔχειν δεῖ. ΕΡΩΤΗΣΙΣ ΡΞΘʹ. Ἐὰν ἀδελφὸς νεώτερος ἐπιταχθῇ διδάξαι τι τὸν πρεσβύτερον καθ' ἡλικίαν, πῶς αὐτῷ προσ ενεχθήσεται. ΑΠΟΚΡΙΣΙΣ. Ὡς ὑπηρεσίαν πληρῶν κατ' ἐπιταγὴν τοῦ ∆εσπό του Θεοῦ· φοβούμενος μὲν μὴ ὑποπέσῃ τῷ κρίματι τοῦ εἰπόντος· Ἐπικατάρατος πᾶς ὁ ποιῶν τὰ ἔργα Κυρίου ἀμελῶς· ἀσφαλιζόμενος δὲ, μήποτε τυφλω θεὶς εἰς κρῖμα ἐμπέσῃ τοῦ διαβόλου. ΕΡΩΤΗΣΙΣ ΡΟʹ. Εἰ δεῖ ἴσως προσέχειν τῷ πλεῖον κατορθοῦντι, καὶ τῷ ἔλαττον. ΑΠΟΚΡΙΣΙΣ. Ὅπερ ἐπὶ τῆς ἀφέσεως τῶν ἁμαρτημάτων ὁ Κύ ριος ὡρίσατο εἰπών· Ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς αἱ πολλαὶ, ὅτι ἠγάπησε πολύ· ᾧ δὲ ὀλίγον ἀφίεται, ὀλίγον ἀγαπᾷ· καὶ ὅπερ ἐπὶ τῶν πρεσβυ τέρων ὁ Ἀπόστολος διετάξατο, εἰπών· Οἱ καλῶς προεστῶτες πρεσβύτεροι διπλῆς τιμῆς ἀξιούσθω σαν, μάλιστα οἱ κοπιῶντες ἐν λόγῳ καὶ διδα σκαλίᾳ, τοῦτο ἐπὶ πάντων τῶν τοιούτων φυλάσσειν ἡγοῦμαι ἀκόλουθον. ΕΡΩΤΗΣΙΣ ΡΟΑʹ. Ἐὰν δὲ λυπῆται ὁ ἐλάττων, προτιμωμένου τοῦ εὐλαβεστέρου, πῶς αὐτῷ προσχῶμεν. ΑΠΟΚΡΙΣΙΣ. Ὁ τοιοῦτος φανερός ἐστιν ἐπὶ πονηρίᾳ κατεγνω σμένος ἐκ τῆς ἐν τῷ Εὐαγγελίῳ παραβολῆς, ἐν ᾗ φησιν ὁ Κύριος πρὸς τοὺς λυπηθέντας, ὅτι τὰ ἴσα αὐτοῖς τινες ἐτιμήθησαν· Εἰ ὁ ὀφθαλμός σου πο 31.1196 νηρός ἐστιν, ὅτι ἐγὼ ἀγαθός εἰμι; Καὶ πρόδηλον τὸ ἐπὶ τούτῳ καὶ τοῖς τοιούτοις κρῖμα τοῦ Θεοῦ διὰ τοῦ Προφήτου λέγοντος· Ἐξουδένωται ἐνώπιον αὐτοῦ πονηρευόμενος· τοὺς δὲ φοβουμένους τὸν Κύριον δοξάζει. ΕΡΩΤΗΣΙΣ ΡΟΒʹ Ποταπῷ φόβῳ, ἢ ποίᾳ πληροφορίᾳ, ἢ ποίᾳ διαθέ σει