1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

40

εἰρημένα δυνάμεθα. Τὸ δὲ χάρισμα Θεοῦ ἢ δωρεὰν λαμβάνειν καὶ τὸν ἀνάξιον οὐδὲν παράδοξον· Θεὸς γὰρ ἐν καιρῷ χρηστότητος καὶ μακροθυμίας τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πο νηροὺς καὶ ἀγαθούς· πολλάκις δὲ καὶ εἰς ὠφέλειαν ἢ ἐκείνου αὐτοῦ τοῦ ὑποδεχομένου τὸ χάρισμα, ἐὰν ἄρα, δυσωπηθεὶς τὴν τοῦ Θεοῦ χρηστότητα, προτραπῇ εἰς ἐπιμέλειαν τῆς πρὸς αὐτὸν εὐαρεστή σεως, ἢ καὶ ἑτέρων, κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ Ἀποστόλου· Τινὲς μὲν καὶ διὰ φθόνον καὶ ἔριν, 31.1204 τινὲς δὲ καὶ δι' εὐδοκίαν τὸν Χριστὸν κηρύσ σουσιν. Οἷς ἐπιφέρει μετ' ὀλίγα· Πλὴν ὅτι παντὶ τρόπῳ, εἴτε προφάσει εἴτε ἀληθείᾳ, Χριστὸς καταγγέλλεται, καὶ ἐν τούτῳ χαίρω. ΕΡΩΤΗΣΙΣ ΡΠʹ. Μετὰ ποταπῆς διαθέσεως καὶ προσοχῆς ὀφείλομεν ἀκούειν τῶν ἐν τῷ καιρῷ τῆς μεταλήψεως παραναγινωσκομένων ἡμῖν. ΑΠΟΚΡΙΣΙΣ. Περισσοτέρως ἢ μεθ' οἵας ἡδονῆς ἐσθίομεν καὶ πίνομεν, ἵνα δειχθῇ ὁ νοῦς μὴ μετεωριζόμενος εἰς τὰς τοῦ σώματος ἡδονάς· ἐνευφραινόμενος δὲ πλέον τοῖς τοῦ Κυρίου ῥήμασι, κατὰ τὴν διάθεσιν τοῦ εἰπόντος· Καὶ γλυκύτερα ὑπὲρ μέλι καὶ κη ρίον. ΕΡΩΤΗΣΙΣ ΡΠΑʹ. Ἐὰν ὦσιν ἀδελφότητες πλησίον ἀλλήλων, καὶ ἡ μὲν πτωχεύῃ, ἡ δὲ ἑτέρα περὶ τὴν κοινωνίαν δυσχερεστέρα ᾖ, πῶς δεῖ τὴν πτωχεύουσαν πρὸς τὴν μὴ μεταδιδοῦσαν διατίθεσθαι. ΑΠΟΚΡΙΣΙΣ. Οἱ διδαχθέντες ἐν ἀγάπῃ Χρίστου καὶ τὴν ψυχὴν αὐτὴν τιθέναι ὑπὲρ ἀλλήλων πῶς τῶν περὶ τὸ σῶμα φείσασθαι δύνανται; Ὥσπερ ἐπιλαθόμενοι τοῦ εἰ πόντος· Ἐπείνασα, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν, καὶ τὰ ἑξῆς. Ἐὰν δὲ γένηται τοῦτο, μακροθυμεῖν χρὴ τοὺς πτωχεύοντας, ἐν πληροφορίᾳ τῆς ἐν τῷ μέλλοντι αἰῶνι παρακλήσεως, μιμουμένους τὸν Λά ζαρον. ΕΡΩΤΗΣΙΣ ΡΠΒʹ. Ἐκ ποίων καρπῶν δοκιμάζεσθαι ὀφείλει ὁ συμπα θῶς ἐλέγχων τὸν ἀδελφὸν ἁμαρτάνοντα. ΑΠΟΚΡΙΣΙΣ. Πρῶτον μὲν ἐκ τῶν ἐξαιρέτων τῆς συμπαθείας, κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ Ἀποστόλου ὅτι, Ἐὰν πάσχῃ ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη· καὶ ὅτι, Τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; ἔπειτα δὲ, ἐὰν ἐπὶ πάσῃ ἁμαρτίᾳ ὁμοίως συντρί βηται, καὶ ἐπὶ πᾶσι τοῖς ἁμαρτάνουσι, τοῖς τε εἰς αὐτὸν καὶ τοῖς εἰς ἄλλον ὁμοίως λυπῆται, καὶ πενθῇ, καὶ ἐλέγχων μὴ διαφθείρῃ τὸν ὑπὸ τοῦ Κυρίου παραδεδομένον τρόπον. ΕΡΩΤΗΣΙΣ ΡΠΓʹ. Ἐὰν συμβῇ τινας ἐν ἀδελφότητι ζῶντας διαφω νῆσαι πρὸς ἀλλήλους, εἰ ἀκίνδυνόν ἐστιν ἀγά πης ἕνεκεν συμπεριφέρεσθαι τοῖς τοιούτοις. ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Κυρίου εἰπόντος, ∆ὸς, Πάτερ, ἵνα, ὥσπερ ἐγὼ καὶ σὺ ἕν ἐσμεν, οὕτω καὶ αὐτοὶ ἓν ὦσιν ἐν ἡμῖν· καὶ τοῦ Ἀποστόλου γράψαντος, Σύμψυχοι, τὸ ἓν φρονοῦντες· καὶ τῶν Πράξεων ἱστορουσῶν, 31.1205 ὅτι, Ἧν τῶν πιστευσάντων καρδία καὶ ψυχὴ μία· οἱ μὲν διαφωνοῦντες ἀλλότριοι τῶν εἰρημένων εἰσίν. Ἀγάπη δὲ ἡ μὲν κατὰ λόγον φυλάσσει τὸ εἰρημένον· Ὁ δὲ ἀγαπῶν ἐπιμελῶς παιδεύει· ἡ δὲ μὴ κατὰ λόγον, οἵα δ' ἂν ᾖ, ἀδόκιμος, τοῦ Κυρίου εἰπόντος ὅτι, Ὁ ἀγαπῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος. ΕΡΩΤΗΣΙΣ ΡΠ∆ʹ. Πῶς δύναταί τις, καὶ ὅτε παρακαλεῖ, καὶ ὅτε ἐλέγχει, μὴ μόνον σπουδάζειν ἐπιστημόνως λα λῆσαι, ἀλλὰ καὶ τὴν διάθεσιν τὴν ὀφειλομένην σώζειν πρός τε τὸν Θεὸν καὶ πρὸς ἐκείνους, οἷς λαλεῖ. ΑΠΟΚΡΙΣΙΣ. Ἐὰν μνημονεύσῃ τις τοῦ Ἀποστόλου εἰπόντος· Οὕτως ἡμᾶς λογιζέσθω ἄνθρωπος ὡς ὑπηρέτας Χριστοῦ, καὶ οἰκονόμους μυστηρίων Θεοῦ, οὐχ ὡς ἰδίαν τινὰ ἐπιστήμην ἐξ αὐθεντίας οἰκονομῇ, ἀλλ' ὡς Θεοῦ ὑπηρεσίαν ἐν ἐπιμελείᾳ ψυχῶν αἵματι Χρι στοῦ ἐξηγορασμένων πληροῖ μετὰ φόβου καὶ τρό μου τοῦ πρὸς Θεὸν, κατὰ τὸν εἰπόντα· Οὕτω λαλοῦ μεν, οὐχ ὡς ἀνθρώποις ἀρέσκοντες, ἀλλὰ Θεῷ τῷ δοκιμάζοντι τὰς καρδίας ἡμῶν· καὶ μετὰ δια θέσεως καὶ εὐσπλαγχνίας τῆς περὶ τοὺς ἀκούον τας, ποιῶν τὸ εἰρημένον· Ὡς ἐὰν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα, οὕτως ἱμειρόμενοι ὑμῶν, εὐ δοκοῦμεν μεταδοῦναι ὑμῖν οὐ μόνον τὸ Εὐαγ γέλιον τοῦ Θεοῦ, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχάς. ΕΡΩΤΗΣΙΣ ΡΠΕʹ. Ἐάν τις ἐν διαλέξει συνδιατιθεμένους τοῖς λεγο μένοις ὁρῶν τοὺς ἀκούοντας χαίρῃ, πῶς γνω ρίσει ἑαυτὸν, εἰ διαθέσει