1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

42

ποιοῦντες. Καὶ ἐλεείτω οὗτος πάντας μὲν τοὺς μακρυνομένους ἀπὸ τοῦ Κυρίου· καὶ τοὺς συγγενεῖς δὲ, τοὺς κατὰ σάρκα ὡς πάντας. Εἰ δέ τις τούτοις πλέον τι προσπάσχων συνῄγορον ἔχειν οἴεται τοῦ ἰδίου πάθους τὸν Ἀπόστολον λέγοντα· Ηὐχόμην γὰρ αὐτὸς ἐγὼ ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου τῶν συγγενῶν μου κατὰ σάρκα· μανθανέτω ὁ τοιοῦτος ἐκ τῶν ἐπιφερομένων, ὅτι οὐ τὴν συγγένειαν τὴν κατὰ σάρκα, ἀλλὰ τὸν Ἰσραὴλ καὶ τὰ εἰς αὐτὸν ἐξαί ρετα τοῦ Θεοῦ ὁ Ἀπόστολος τιμᾷ· οὐδ' ἐπειδήπερ συγγενεῖς αὐτοῦ οἱ Ἰσραηλῖται, ἀλλ' ἐπειδὴ Ἰσρα- ηλῖται ἦσαν οἱ κατὰ σάρκα συγγενεῖς, καὶ ἐπειδὴ τοσούτων καὶ τοιούτων παρὰ Θεοῦ κατηξιώθη σαν. Ἐπειδὴ αὐτῶν μὲν ἦν ἡ υἱοθεσία καὶ ἡ δόξα, αὐτῶν δὲ ἡ νομοθεσία καὶ ἡ λατρεία· ἐπειδὴ αὐτοῖς μὲν αἱ διαθῆκαι, καὶ αἱ ἐπαγγελίαι, αὐτῶν δὲ οἱ πατέρες· ἐπειδὴ ἐξ αὐτῶν ὁ Χριστὸς τὸ κατὰ σάρκα, τοσούτου τιμᾶται αὐτῶν τὴν σωτηρίαν· οὐκ εἰς τὴν συγγένειαν ἀποβλέπων, ἀλλ' εἰς τὴν τοῦ Κυρίου ὑπὲρ αὐτῶν ἐνανθρώπησιν τοῦ εἰπόντος· Οὐκ ἀπεστά λην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. 31.1212 ΕΡΩΤΗΣΙΣ ΡΑʹ. Τίς ἐστιν ὁ πραΰς. ΑΠΟΚΡΙΣΙΣ. Ὁ ἀμετάθετος ἐν ταῖς κρίσεσι τῶν πρὸς εὐαρέ στησιν Θεοῦ σπουδαζομένων. ΕΡΩΤΗΣΙΣ ΡΒʹ Τίς ἐστιν ἡ λύπη ἡ κατὰ Θεὸν, καὶ τίς ἡ τοῦ κόσμου. ΑΠΟΚΡΙΣΙΣ. Ἡ μὲν κατὰ Θεὸν, ὅταν ἐντολῆς Θεοῦ παροφθεί σης λυπηθῇ τις, κατὰ τὸ γεγραμμένον· Ἀθυμία κατέσχε με ἀπὸ ἁμαρτωλῶν τῶν ἐγκαταλιμπα νόντων τὸν νόμον σου· ἡ δὲ τοῦ κόσμου, ὅταν τι ἀνθρώπινον καὶ τοῦ κόσμου ἄξιον ᾖ τὸ λυποῦν. ΕΡΩΤΗΣΙΣ ΡΓʹ. Ποία ἡ ἐν Κυρίῳ χαρά· καὶ τί ἐὰν ποιῶμεν χαίρειν ὀφείλομεν. ΑΠΟΚΡΙΣΙΣ. Τὸ ἐπὶ τοῖς κατ' ἐντολὴν τοῦ Κυρίου εἰς δόξαν Θεοῦ γινομένοις χαίρειν ἡ ἐν Κυρίῳ χαρά ἐστιν. Ὅταν οὖν τὰς ἐντολὰς τοῦ Κυρίου ποιῶμεν, ἢ διὰ τὸ ὄνομα τοῦ Κυρίου πάσχωμέν τι, χαίρειν καὶ συγχαίρειν ἀλλήλοις ὀφείλομεν. ΕΡΩΤΗΣΙΣ Ρ∆ʹ. Ποῖον πένθος ἀναλάβωμεν, ἵνα καταξιωθῶμεν τοῦ μακαρισμοῦ. ΑΠΟΚΡΙΣΙΣ. Ἐμπεριέχεται τοῦτο τὸ ἐρώτημα τῇ κατὰ Θεὸν λύπῃ· ὅταν ἐπὶ τοῖς ἡμαρτημένοις πενθῶμεν, ἤτοι διὰ τὴν ἀτιμίαν τοῦ Θεοῦ, ὅτι διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεόν τις ἀτιμάζει, ἢ διὰ τοὺς κιν δυνεύοντας ἐν ἁμαρτίᾳ. Ψυχὴ γὰρ, φησὶν, ἡ ἁμαρτάνουσα, αὕτη ἀποθανεῖται· μιμούμενοι τὸν εἰρηκότα· Καὶ πενθήσω πολλοὺς τῶν προημαρτη κότων. ΕΡΩΤΗΣΙΣ ΡΕʹ. Πῶς πάντα εἰς δόξαν Θεοῦ ποιεῖ τις. ΑΠΟΚΡΙΣΙΣ Ὅταν πάντα διὰ Θεὸν κατ' ἐντολὴν Θεοῦ ποιῇ, καὶ ἐν μηδενὶ περιβλέπηται τοὺς παρὰ τῶν ἀνθρώπων ἐπαίνους· πανταχοῦ δὲ μνημονεύῃ τοῦ Κυρίου εἰπόντος· Οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. ΕΡΩΤΗΣΙΣ Ρʹ. Πῶς ἐσθίει τις, καὶ πίνει εἰς δόξαν Θεοῦ. ΑΠΟΚΡΙΣΙΣ. Ἐν τῇ μνήμῃ τοῦ εὐεργέτου, καὶ ἐν τῇ τοιᾷδε 31.1213 διαθέσει τῆς ψυχῆς, μαρτυρουμένῃ ἐκ τῆς τοῦ σώματος καταστάσεως, ὅτι οὐχ ὡς ἀμέριμνος ἐσθίει, ἀλλ' ὡς ἔχων ἐπόπτην Θεόν· καὶ ἐν τῷ σκοπῷ δὲ τῆς μεταλήψεως, ὅταν μὴ ὡς δοῦλος γαστρὸς δι' ἡδονὴν ἐσθίει, ἀλλ' ὡς ἐργάτης Θεοῦ, διὰ τὴν ἐν τοῖς κατ' ἐντολὴν τοῦ Χριστοῦ ἔργοις εὐτονίαν. ΕΡΩΤΗΣΙΣ ΡΖʹ. Πῶς ποιεῖ ἡ δεξιὰ, ἵνα μὴ γινώσκῃ ἡ ἀρι στερά. ΑΠΟΚΡΙΣΙΣ. Ὅταν ἀμετεωρίστῳ καὶ τεταμένῃ ἐπιθυμίᾳ τῆς πρὸς Θεὸν εὐαρεστήσεως ὁ νοῦς ἐξ ὁλοκλήρου ἀγω νιῶν μὴ ἐκπέσῃ τοῦ προσήκοντος, ἀγωνίζηται νο μίμως. Τότε οὐδενὸς, οὔτε μέλους ἑτέρου λαμβάνει ἔννοιαν, εἰ μὴ μόνον τοῦ χρησιμεύοντος εἰς τὸ προ κείμενον· ὡς ὁ τεχνίτης καθ' ἕκαστον ἔργον μόνῳ ἐμβλέπων τῷ χρησιμεύοντι αὐτῷ ὀργάνῳ. ΕΡΩΤΗΣΙΣ ΡΗʹ. Τίς ἐστι ταπεινοφροσύνη, καὶ πῶς αὐτὴν κατορ θώσομεν. ΑΠΟΚΡΙΣΙΣ. Ταπεινοφροσύνη μέν ἐστι τὸ πάντας ἡγεῖσθαι ὑπερ έχοντας ἑαυτοῦ, κατὰ τὸν ὅρον τοῦ Ἀποστόλου. Κατορθοῖ δέ τις αὐτὴν πρῶτον μὲν, ἐὰν μνημο νεύσῃ τῆς ἐντολῆς τοῦ Κυρίου εἰπόντος· Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρ δίᾳ (ὅπερ πολλαχοῦ καὶ πολυτρόπως καὶ ἔδειξε, καὶ ἐδίδαξε)· καὶ πιστεύσῃ αὐτῷ ἐπαγγειλαμένῳ, ὅτι Ὁ