1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

50

παρακαλοῦμεν μὴ εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ δέξασθαι. Τοῦτο δὲ γίνεται, ἐὰν πει σθῶμεν τῷ Κυρίῳ λέγοντι· Εἰ ταῦτα οἴδατε, μακάριοί ἐστε ἐὰν ποιῆτε αὐτά.

ΕΡΩΤΗΣΙΣ ΣΛΖʹ. Ποταπὴ ψυχὴ κατευθύνεται πρὸς τὸ θέλημα τοῦ Θεοῦ. ΑΠΟΚΡΙΣΙΣ. Ἡ καταδεξαμένη τὴν πρότασιν τοῦ Κυρίου εἰπόντος· Εἴ τις ἔρχεται πρὸς μὲ, ἀπαρνησά σθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὑτοῦ, καὶ ἀκολουθείτω μοι. Ἐὰν γάρ τις μὴ προκατορθώσῃ τὸ ἀπαρνήσασθαι ἑαυτὸν, καὶ τὸ ἆραι τὸν σταυ ρὸν, πολλὰ ἐξ ἑαυτοῦ εὑρίσκει προϊὼν τὰ τοῦ ἀκολουθεῖν ἐμπόδια.

ΕΡΩΤΗΣΙΣ ΣΛΗʹ. Εἰ δυνατόν ἐστι τὸ ἀδιαλείπτως ψάλλειν, ἢ ἀνα γινώσκειν, ἢ σπουδαιολογεῖσθαι περὶ τῶν ῥη μάτων τοῦ Θεοῦ, καὶ διάστημα μὴ γίνεσθαι καθόλου διὰ τὴν ἐπισυμβαίνουσάν τισιν ἀνάγ κην τῶν ῥυπαρωτέρων τοῦ σώματος χρει ῶν. ΑΠΟΚΡΙΣΙΣ. Τοῦτο ἡμῖν ὁ Ἀπόστολος κανονίζει εἰπών· Πάντα εὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω. Ὥστε δεῖ μᾶλλον τῆς εὐσχημοσύνης καὶ τῆς εὐταξίας φροντί ζειν κατά τε καιρὸν καὶ τόπον.

ΕΡΩΤΗΣΙΣ ΣΛΘʹ. Τίς ὁ θησαυρὸς ὁ ἀγαθὸς, καὶ τίς ὁ πονηρός. ΑΠΟΚΡΙΣΙΣ. Ἡ μὲν φρόνησις πάσης τῆς ἐν Χριστῷ εἰς δόξαν Θεοῦ ἀρετῆς θησαυρὸς ἀγαθός ἐστιν· ἡ δὲ φρόνησις τῆς κακίας τῶν ἀπηγορευμένων ὑπὸ τοῦ Κυρίου θη σαυρὸς πονηρός ἐστιν· ἐξ ὧν προφέρεται, κατὰ τὴν τοῦ Κυρίου φωνὴν, ἐν τοῖς οἰκείοις ἑκατέρων ἔργοις τε καὶ λόγοις, ἤτοι πονηρὰ, ἤτοι ἀγαθά. 31.1244

ΕΡΩΤΗΣΙΣ ΣΜʹ. Κατὰ τί πλατεῖα ἡ πύλη, καὶ εὐρύχωρος ἡ ὁδὸς εἴρηται, ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν. ΑΠΟΚΡΙΣΙΣ. Ὁ Κύριος διὰ πολλὴν φιλανθρωπίαν τοῖς ὀνόμασι καὶ ῥήμασι τῶν γινωσκομένων πραγμάτων κέ χρηται πρὸς παράστασιν τῶν ἀληθείας δογμάτων. Ὥσπερ οὖν τῆς κατὰ γῆν εὐθείας ὁδοῦ ἡ παρέκβασις πολλὴν πλατύτητα ἔχει· οὕτω, φησὶν, ὁ ἐκβαίνων τῆς ὁδοῦ τῆς ἀγούσης εἰς τὴν βασιλείαν τῶν οὐρα νῶν, ἐν πολλῷ πλάτει τῆς πλάνης εὑρίσκεται. Τὸ δὲ πλατεῖα καὶ εὐρύχωρος λογίζομαι, ὅτι ταυτόν ἐστιν. Τὸ γὰρ εὐρὺ καὶ παρὰ τοῖς ἕξω πεπαιδευ μένοις πλατὺ λέγεται. Ὁ οὖν χῶρος, τουτέστιν ὁ τόπος τῆς πλάνης, πλατύς ἐστιν, ἧς τὸ τέλος ἀπώλεια.

ΕΡΩΤΗΣΙΣ ΣΜΑ Πῶς στενὴ ἡ πύλη, καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν· καὶ πῶς δι' αὐτῆς τις εἰσέρχεται. ΑΠΟΚΡΙΣΙΣ. Πάλιν καὶ ἐνταῦθα τὸ στενὸν καὶ τεθλιμμένον οὐκ ἄλλο καὶ ἄλλο τι δηλοῖ, ἀλλὰ τῆς στενότητος τὴν ἐπίτασιν τὸ τεθλιμμένον παρίστησιν· ἐπὶ τοσ οῦτον τῆς ὁδοῦ ἀπεστενωμένης, ὡς θλίβεσθαι, τουτ έστι στενοχωρεῖσθαι ἑκατέρωθεν τὸν ὁδεύοντα, παρ εκβάσεως πάσης ἐπικινδύνου οὔσης, εἴτε δεξιᾷ, εἴτε ἀριστερᾷ· ὡς ἐπὶ γεφύρας, πάντοθεν τοῦ ὑποῤ ῥέοντος ποταμοῦ ὑποδεχομένου τὸν ἐκκλίνοντα. ∆ιό φησιν ὁ ∆αβίδ· Ἐχόμενα τρίβου σκάνδαλα ἔθεντό μοι. ∆εῖ οὖν τὸν διὰ τῆς στενῆς καὶ τεθλιμμέ νης εἰσελθεῖν εἰς τὴν ζωὴν προθέμενον φυλάσσειν ἑαυτὸν ἀπὸ πάσης παρεκβάσεως καὶ παρεκτροπῆς τῶν ἐντολῶν τοῦ Κυρίου, πληροῦντα τὸ γεγραμμέ νον· Μὴ ἐκκλίνῃς εἰς δεξιὰ, μηδὲ ἀριστερά.

ΕΡΩΤΗΣΙΣ ΣΜΒʹ. Τί ἐστι τὸ, «Τῇ φιλαδελφίᾳ εἰς ἀλλήλους φι λόστοργοι.» ΑΠΟΚΡΙΣΙΣ. Ἡ στοργὴ κατ' ἐπίτασιν τῆς φιλίας λέγοιτο ἂν ἐν ἐπιθυμίᾳ καὶ διαθέσει διαπύρῳ τοῦ ἀγαπῶν τος περὶ τὸν ἀγαπώμενον. Ἵν' οὖν μὴ ἐπιπόλαιος ἡ φιλαδελφία, ἐνδιάθετος δὲ καὶ διάπυρος ᾖ, εἴρηται τὸ, Τῇ φιλαδελφίᾳ εἰς ἀλλήλους φιλόστοργοι. 31.1245

ΕΡΩΤΗΣΙΣ ΣΜΓʹ. Τί βούλεται λέγων ὁ Ἀπόστολος· «Ὀργί ζεσθε, καὶ μὴ ἁμαρτάνετε· ὁ ἥλιος μὴ ἐπι δυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν·» καίτοιγε ἀλλαχοῦ εἰπών· «Πᾶσα πικρία, καὶ θυμὸς, καὶ ὀργὴ ἀρθήτω ἀφ' ὑμῶν.» ΑΠΟΚΡΙΣΙΣ. Κατὰ μίμησιν τοῦ Κυρίου νομίζω τὸν Ἀπόστολον ἐνταῦθα μετακεχειρίσθαι τὸν λόγον. Ὥσπερ γὰρ ἐν τῷ Εὐαγγελίῳ ὁ Κύριος πρότερον εἰπών· Ἐῤῥέθη τοῖς ἀρχαίοις τόδε,