1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

51

εἶτα ἐπάγει· Ἐγὼ δὲ λέγω ὑμῖν τόδε· οὕτω καὶ ἐνταῦθα ὁ Ἀπόστολος, πρότερον μνημονεύσας τοῦ παλαιοῦ καὶ τοῖς τότε ῥηθέντος, Ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε, ἐπιφέρει μετ' ὀλίγα τὸ παρ' ἑαυτοῦ ἡμῖν ἁρμόζον, εἰπών· Πᾶσα πικρία, καὶ θυμὸς, καὶ ὀργὴ, καὶ κραυγὴ ἀρθήτω ἀφ' ὑμῶν.

ΕΡΩΤΗΣΙΣ ΣΜ∆ʹ. Τί ἐστι τὸ, «∆ότε τόπον τῇ ὀργῇ.» ΑΠΟΚΡΙΣΙΣ. Ἤτοι τὸ μὴ ἀντιστῆναι τῷ πονηρῷ, καθὼς γέ γραπται, ἀλλὰ καὶ τῷ τύπτοντι ἐπὶ τὴν δεξιὰν σια γόνα στρέψαι καὶ τὴν ἄλλην, καὶ τὰ ἑξῆς· ἢ τὸ, Ὅταν διώκωσιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ, φεύ γετε εἰς τὴν ἄλλην.

ΕΡΩΤΗΣΙΣ ΣΜΕʹ. Τίς ἐστιν ὁ φρόνιμος ὡς ὁ ὄφις, καὶ ἀκέραιος ὡς ἡ περιστερά. ΑΠΟΚΡΙΣΙΣ. Ὁ φρόνιμος μὲν ὡς ὁ ὄφις, ὁ μετὰ περισκέψεως καὶ κατανοήσεως τοῦ δυνατοῦ καὶ τῆς εὐοδίας πρὸς εὐπείθειαν τῶν ἀκουόντων τὴν διδασκαλίαν οἰκονο μῶν· ἀκέραιος δὲ ὡς ἡ περιστερὰ, ὁ μήτε εἰς ἔν νοιαν λαμβάνων τοῦ ἀμύνασθαι τὸν ἐπιβουλεύοντα, ἐπιμένων δὲ τῇ εὐεργεσίᾳ, κατὰ τὸ ὑπὸ τοῦ Ἀπο στόλου προστεταγμένον, ὅτι Ὑμεῖς δὲ μὴ ἐκκακεῖτε καλοποιοῦντες. Ἐπὶ γὰρ τὸ κήρυγμα τοὺς μαθη τὰς ἀποστέλλων ὁ Κύριος, ταῦτα αὐτοῖς ἐντέλλεται· ὅπου καὶ σοφίας ἦν χρεία πρὸς τὸ πεῖσαι, καὶ ἀνεξι κακίας πρὸς τοὺς ἐπιβουλεύοντας· ἵνα, ὡς ἐκεῖ ὁ ὄφις ἔγνω καὶ προσώπῳ προσελθεῖν εὐαγωγοτέρῳ, καὶ πιθανῶς εἰπεῖν εἰς τὸ ἀποστῆσαι Θεοῦ, καὶ ὑπαγαγέσθαι τῇ ἁμαρτίᾳ· οὕτω καὶ ἡμεῖς καὶ πρόσωπον καὶ τρόπον καὶ καιρὸν ἐπιλεγώμεθα, καὶ παντὶ τρόπῳ τοὺς λόγους οἰκονομῶμεν ἐν κρί σει, πρὸς τὸ ἀποστῆσαι τῆς ἁμαρτίας, καὶ ἐπαν αγαγεῖν πρὸς Θεόν· τὴν δέ γε ὑπομονὴν ἐν τοῖς πειρασμοῖς κατορθώσωμεν εἰς τέλος, καθὼς γέ γραπται. 31.1248

ΕΡΩΤΗΣΙΣ ΣΜʹ. Τί ἐστι τὸ, «Ἡ ἀγάπη οὐκ ἀσχημονεῖ.» ΑΠΟΚΡΙΣΙΣ. Ἴσον τῷ εἰπεῖν, τοῦ ἰδίου σχήματος οὐκ ἐκπί πτει. Σχῆμα δὲ ἀγάπης τὰ ὑπὸ τοῦ Ἀποστόλου ἐν τῷ αὐτῷ τόπῳ ἀπηριθμημένα τῆς ἀγάπης ἰδιώ ματα.

ΕΡΩΤΗΣΙΣ ΣΜΖʹ. Τῆς Γραφῆς λεγούσης· «Μὴ καυχᾶσθε, καὶ μὴ λαλεῖτε ὑψηλά·» καὶ τοῦ Ἀποστόλου ποτὲ μὲν ὁμολογοῦντος, ὅτι «Ὃ λαλῶ, οὐ κατὰ Κύριον λαλῶ, ἀλλ' ὡς ἐν ἀφροσύνῃ, ἐν ταύτῃ τῇ ὑποστάσει τῆς καυχήσεως·» καὶ πάλιν· «Γέγονα ἄφρων καυχώμενος·» ποτὲ δὲ ἐπι τρέποντος, ὅτι «Ὁ καυχώμενος, ἐν Κυρίῳ καυχάσθω·» τίς ἐστιν ἡ ἐν Κυρίῳ καύχησις, καὶ τίς ἡ ἀπηγορευμένη. ΑΠΟΚΡΙΣΙΣ. Τοῦ μὲν Ἀποστόλου ἡ κατ' ἀνάγκην πρὸς τὰ πάθη ἔνστασις εὔδηλος. Οὐ γὰρ ἵνα ἑαυτὸν συστήσῃ, ταῦτά φησιν, ἀλλ' ἵνα τὸ θράσος τῆς τινων ἀλαζονείας καὶ τὴν ἔπαρσιν καταβάλῃ. Καύχησις δὲ ἡ μὲν ἐν Κυρίῳ ἐστὶν, ὅταν τις τὰ κατορθώματα μὴ ἑαυτῷ, ἀλλὰ τῷ Κυρίῳ ἀνατίθηται, λέγων· Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ· ἡ δὲ ἀπηγορευ μένη διπλοῦν ἂν ἔχοι λόγον, ἢ κατὰ τὸ, Ἐπαι νεῖται ὁ ἁμαρτωλὸς ἐν ταῖς ἐπιθυμίαις τῆς ψυχῆς αὐτοῦ· καὶ, Τί ἐγκαυχᾷ ἐν κακίᾳ ὁ δυνατός; ἢ κατὰ τὸ, Ποιοῦσι πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώ ποις, δι' αὐτοῦ τοῦ θέλειν ἐπαινεθῆναι ἐφ' οἷς ποιοῦ σιν, οἱονεὶ ἐγκαυχώμενοι τοῖς γινομένοις. Οἱ δὲ τοιοῦτοι καὶ ἱερόσυλοι εἶεν ἂν, τὰς τοῦ Θεοῦ δωρεὰς ἰδιοποιούμενοι, καὶ τὴν ὀφειλομένην τῷ Θεῷ δόξαν εἰς ἑαυτοὺς ἁρπάζοντες.

ΕΡΩΤΗΣΙΣ ΣΜΗʹ. Εἰ Κύριος δίδωσι σοφίαν, καὶ ἀπὸ προσώπου αὐ τοῦ γνῶσις καὶ σύνεσις· καὶ εἰ διὰ τοῦ Πνεύματος, ᾧ μὲν δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως· πῶς ἐγκαλεῖ τοῖς μαθηταῖς ὁ Κύριος, ὅτι «Ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε;» καὶ ὁ Ἀπόστολος αἰτιᾶταί τινας, ὡς ἀσυνέτους; ΑΠΟΚΡΙΣΙΣ. Εἴ τις τὸ ἀγαθὸν τοῦ Θεοῦ οἶδε, τοῦ θέλοντος πάντας ἀνθρώπους σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, καὶ τοῦ ἁγίου Πνεύματος τὴν ἐπιμέλειαν ἔμαθεν, ἐν τῇ διαιρέσει καὶ ἐνεργείᾳ τῶν τοῦ Θεοῦ χαρισμάτων, οὗτος γνωρίζει τὴν βραδυτῆτα τῆς συνέσεως οὐ παρὰ τὸν ὄκνον τοῦ εὐεργέτου, ἀλλὰ παρὰ τὴν ἀπιστίαν τῶν εὐεργε τουμένων. Καὶ