1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

54

τῆς γνώσεως τοῦ Θεοῦ, καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ.

ΕΡΩΤΗΣΙΣ ΣΞΑʹ. Τοῦ Κυρίου ἐπαγγειλαμένου, ὅτι «Πάντα, ὅσα ἂν αἰτήσητε ἐν τῇ προσευχῇ πιστεύοντες, λήψεσθε·» καὶ πάλιν· «Ἐὰν δύο ὑμῶν συμ φωνήσωσιν ἐπὶ τῆς γῆς, περὶ παντὸς πράγμα τος, οὗ ἐὰν αἰτήσωνται, γενήσεται αὐτοῖς·» πῶς αἰτήσαντές τινα καὶ αὐτοὶ οἱ ἅγιοι οὐκ ἔλαβον; ὡς καὶ ὁ Ἀπόστολος εἰπών· «Ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα, ἵνα ἀπο στῇ ἀπ' ἐμοῦ·» καὶ μὴ λαβὼν τὸ αἴτημα, καὶ Ἱερεμίας δὲ ὁ προφήτης, καὶ αὐτὸς ὁ Μωϋσῆς. ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰπόντος ἐν προσευχῇ· Πάτερ, εἰ δυνατὸν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο, εἶτα ἐπαγαγόντος, Πλὴν μὴ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ σὸν γενέσθω· πρῶτον μὲν εἰδέναι δεῖ, ὅτι οὐ πᾶν ὃ θέλομεν αἰτεῖν 31.1257 ἐπετράπημεν, οὐ μὴν οὐδὲ τὸ συμφέρον αἰτεῖν πάν τως γινώσκομεν. Τὸ γὰρ, τί προσευξόμεθα καθὸ δεῖ, οὐκ οἴδαμεν. Ὥστε μετὰ πολλῆς μὲν περισκέ ψεως, κατὰ τὸ θέλημα τοῦ Θεοῦ, ποιεῖσθαι δεῖ τὰ αἰτήματα· μὴ ἀκουομένους δὲ εἰδέναι χρὴ, ὅτι ἢ ἐπιμονῆς χρεία, ἢ καὶ εὐτονίας, κατὰ τὴν παρα βολὴν τοῦ Κυρίου, πρὸς τὸ δεῖν πάντοτε προσεύχε σθαι, καὶ μὴ ἐκκακεῖν, καὶ κατὰ τὸ ἐν ἄλλῳ τόπῳ ὑπ' αὐτοῦ εἰρημένον, ὅτι ∆ιὰ τὴν ἀναίδειαν αὐτοῦ ἐγερθεὶς, δώσει αὐτῷ, ὅσων χρῄζει· ἢ διορθώ σεως καὶ ἐπιμελείας, κατὰ τὸ διὰ τοῦ προφήτου ὑπὸ τοῦ Θεοῦ πρός τινας εἰρημένον, εἰπόντος· Ὅταν τὰς χεῖρας ὑμῶν ἐκτείνητε πρὸς μὲ, ἀποστρέψω τὸ πρόσωπόν μου ἀφ' ὑμῶν· καὶ ἐὰν πλη θύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν. Αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις. Λούσασθε, καθαροὶ γένεσθε, καὶ τὰ ἑξῆς. Ὅτι δὲ καὶ νῦν γί νονται, καὶ εἰσὶ τῶν πολλῶν αἱ χεῖρες αἵματος πλή ρεις, οὐδὲν ἀμφιβάλλειν δεῖ τοὺς πιστεύοντας ἐκείνῳ τῷ κρίματι τοῦ Θεοῦ, ὃ κατὰ τοῦ προσταχθέν τος ἀναγγεῖλαι τῷ λαῷ, καὶ σιωπήσαντος ἀπ εφήνατο, εἰπὼν, ὅτι Τὸ αἷμα τοῦ ἡμαρτηκότος ἐκ τῶν χειρῶν τοῦ σκοποῦ ἐκζητηθήσε ται. Ὅπερ ἀληθὲς καὶ ἀπαράβατον εἶναι πληρο φορηθεὶς ὁ Ἀπόστολος ἔλεγε· Καθαρὸς ἐγὼ ἀπὸ τοῦ νῦν ἀπὸ τοῦ αἵματος πάντων. Οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν πᾶσαν τὴν βουλὴν τοῦ Θεοῦ. Εἰ δὲ ὁ σιωπήσας μόνον ἔνοχος τοῦ αἵματος τῶν ἁμαρτανόντων εὑρίσκεται, τί ἄν τις εἴποι περὶ τῶν, δι' ὧν ποιοῦσιν, ἢ δι' ὧν λαλοῦσι, σκανδαλιζόντων ἑτέρους; Ἔστι δὲ ὅτε καὶ δι' ἀναξιότητα τοῦ αἰτοῦντος οὐκ ἐπιτυγχά νεται τὸ αἴτημα, ὡς ἐπὶ τοῦ ∆αβὶδ εὐξαμένου οἰκο δομῆσαι οἶκον τῷ Θεῷ, καὶ κωλυθέντος· ὃς τῆς μὲν πρὸς Θεὸν εὐαρεστήσεως οὐκ ἀπηλλοτριώθη, οὐ μὴν καὶ ἐκείνου ἄξιος ἐκρίθη. Ὁ μέντοιγε Ἱερεμίας μὴ ἀκουσθεὶς φαίνεται διὰ τὴν κακίαν ἐκείνων, ὑπὲρ ὧν προσηύχετο. Πολλάκις δὲ καὶ τοῦ καιροῦ διὰ ῥᾳθυμίαν παρεθέντος ἡμῖν, καθ' ὃν ἔδει ποιήσασθαι τὸ αἴτημα, ἀκαίρως ὕστερον καὶ μάτην αἰτοῦντες εὑρισκό μεθα. Περὶ δὲ τοῦ, Ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα, ἵνα ἀποστῇ ἀπ' ἐμοῦ, εἰδέναι χρὴ, ὅτι τῶν περιστάσεων, τῶν τε ἔξωθεν καὶ τῶν περὶ τὸ σῶμα, πολὺς καὶ διάφορός ἐστιν ὁ λόγος, τοῦ Θεοῦ ἢ ἐπάγοντος, ἢ συγχωροῦντος διά τινα οἰκονομίαν κρείττονα τῆς παρ' αὐτὰ ἀνέσεως. Ἐὰν μὲν οὖν τις δυνηθῇ γνωρίσαι, ὅτι χρὴ διὰ προσευχῆς καὶ αἰτή σεως ἀπαλλαγῆναι τῆς περιστάσεως, ἀκούεται αἰτή σας, ὡς οἱ δύο τυφλοὶ ἐν Εὐαγγελίῳ καὶ οἱ δέκα λε 31.1260 προὶ, καὶ πολλοὶ ἕτεροι· ἐὰν δέ τις μὴ γνωρίσῃ τὸν λόγον, καθ' ὃν περιπέπτωκε τῷ πειρασμῷ (πολλάκις γὰρ καὶ δι' ὑπομονῆς κατορθωθῆναι αὐτῷ ὁ σκο πὸς τῶν ἐπαγομένων ὀφείλει), καὶ, δέον εἰς τέλος ὑπομένειν, παραιτῆται τὴν περίστασιν, οὐκ ἀκούε ται· ἐπεὶ μὴ συντρέχει τῷ σκοπῷ τῆς φιλανθρωπίας τοῦ Θεοῦ. Τὸ δὲ, ∆ύο ὑμῶν ἐὰν συμφωνήσωσιν, αὕτη ἡ περικοπὴ σαφηνίζει. Περὶ γὰρ τοῦ ἐλέγχον τος τὸν ἡμαρτηκότα, καὶ περὶ τοῦ ἐλεγχομένου ποιεῖ ται τὸν λόγον. Ὅτι, τοῦ Θεοῦ μὴ θέλοντος τὸν θάνα τον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτὸν, ἐὰν ὁ ἐλεγχθεὶς κατανυγῇ τὴν ψυχὴν, καὶ συν έλθῃ τῷ