1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

55

σκοπῷ τοῦ ἐλέγχοντος, περὶ παντὸς πράγμα τος, τουτέστι, περὶ παντὸς ἁμαρτήματος οὗ ἐὰν αἰτήσωνται τὴν ἄφεσιν, δοθήσεται αὐτοῖς παρὰ τοῦ φιλανθρώπου Θεοῦ. Ἐὰν γὰρ μὴ συμφωνήσῃ ὁ ἐλεγχόμενος τῷ ἐλέγχοντι, οὐκέτι ἄφεσις γίνεται, ἀλλὰ δεσμὸς κατὰ τὸ ἐπιφερόμενον, ὅτι Ὅσα ἐὰν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τῷ οὐ ρανῷ, πληρουμένου τοῦ κρίματος ἐκείνου, ὅτι Ἐὰν καὶ τῆς Ἐκκλησίας παρακούσῃ ὁ ἐλεγχθεὶς, ἔστω σοι ὡς ὁ ἐθνικὸς καὶ ὁ τελώνης.

ΕΡΩΤΗΣΙΣ ΣΞΒʹ. Τῆς Γραφῆς ἐν τοῖς ἐπαινουμένοις τιθείσης τὴν πτωχείαν καὶ τὴν πενίαν, ὡς ἐν τῷ, «Μακά ριοι οἱ πτωχοί·» καὶ ἐν τῷ, «Τὴν ἐπιθυμίαν τῶν πενήτων εἰσήκουσε Κύριος·» καὶ πάλιν· «Πτωχὸς καὶ πένης αἰνέσουσι τὸ ὄνομά σου·» τίς ἐστιν ἡ διαφορὰ πτωχείας καὶ πε νίας; καὶ πῶς ἀληθεύει ὁ ∆αβὶδ λέγων· «Ἐγὼ δὲ πτωχός εἰμι καὶ πένης;» ΑΠΟΚΡΙΣΙΣ. Μεμνημένος τοῦ Ἀποστόλου εἰπόντος περὶ τοῦ Κυρίου, Ὅτι δι' ἡμᾶς ἐπτώχευσε, πλούσιος ὢν, λογίζομαι, ὅτι πτωχὸς μέν ἐστιν ὁ ἀπὸ πλούτου κατ ελθὼν εἰς ἔνδειαν· πένης δὲ ὁ ἐξ ἀρχῆς ἐν ἐνδείᾳ ὢν καὶ εὐαρέστως τῷ Κυρίῳ κυβερνήσας τὴν τοιαύτην περίστασιν. Ὁ δὲ ∆αβὶδ πτωχὸς καὶ πένης εἶναι ὁμολογεῖ, τάχα μὲν εἰς πρόσωπον τοῦ Κυρίου καὶ τοῦτο λέγων, πτωχοῦ μὲν ὀνομαζομένου κατὰ τὸ, Ὃς δι' ἡμᾶς ἐπτώχευσε, πλούσιος ὤν· πένης δὲ, καθὸ οὐ πλουσίου τινὸς, ἀλλὰ τέκτονος υἱὸς τὸ κατὰ σάρκα ἐχρημάτισε. Τάχα δὲ καὶ ἐπείπερ ᾔδει, κατὰ τὸν Ἰὼβ, μὴ θησαυροφυλακεῖν τὰ ἑαυτοῦ, μηδὲ ὡς ἰδίῳ προσέχειν τῷ πλούτῳ, οἰκονομεῖν δὲ πάντα κατὰ τὸ θέλημα τοῦ Κυρίου. 31.1261

ΕΡΩΤΗΣΙΣ ΣΞΓ. Τί βούλεται διδάξαι ὁ Κύριος διὰ τῶν ὑποδειγμά των, οἷς ἐπιφέρει τὸ, «Οὕτως οὖν πᾶς ἐξ ὑμῶν, ὃς οὐκ ἀποτάσσεται πᾶσι τοῖς ἑαυτοῦ ὑπάρχουσιν, οὐ δύναταί μου εἶναι μαθη τής;» Εἰ γὰρ ὁ μὲν θέλων πύργον οἰκοδομῆ σαι, ἢ συμβαλεῖν ἑτέρῳ βασιλεῖ, παρασκευά σασθαι ὀφείλει ἢ πρὸς τὴν οἰκοδομὴν, ἢ πρὸς τὸν πόλεμον· ἐὰν δὲ μὴ ᾖ δυνατὸς, ἔξεστιν αὐτῷ ἢ μὴ θεῖναι θεμέλιον τὴν ἀρχὴν ἢ ἐρωτῆσαι τὰ πρὸς εἰρήνην· ἆρα καὶ ὁ θελήσας μαθητὴς γενέσθαι τοῦ Κυρίου, ἀποτάξασθαι ὀφείλει; ἐὰν δὲ καταμάθῃ πρὸς τοῦτο δυσκόλως ἔχοντα ἑαυτὸν, ἔξεστιν αὐτῷ μηδὲ τὴν ἀρχὴν μαθητεῦσαι τῷ Κυρίῳ; ΑΠΟΚΡΙΣΙΣ. Σκοπὸς τῷ Κυρίῳ ἐν τοῖς ὑποδείγμασι τούτοις ἐστὶν, οὐκ ἐξουσίαν δοῦναι γενέσθαι μαθητὴν τοῦ Κυρίου, ἢ μή· ἀλλὰ δεῖξαι τὸ ἀδύνατον τῆς πρὸς Θεὸν εὐαρεστήσεως ἐν τοῖς περισπῶσι τὴν ψυχήν· ἐν οἷς καὶ κινδυνεύει εὐάλωτος γινομένη ταῖς μεθ οδείαις τοῦ διαβόλου, καὶ χλεύης καὶ γέλωτος ἀξία, διὰ τὸ ἀτελὲς τῶν ἐσπουδάσθαι δοκούντων, ἐλέγ χεται. Ὅπερ ἀπευχόμενος ὁ Προφήτης παθεῖν, ἔλε γεν· Μήποτε ἐπιχαρῶσί μοι οἱ ἐχθροί μου· καὶ ἐν τῷ σαλευθῆναι πόδας μου, ἐπ' ἐμὲ ἐμεγαλοῤ ῥημόνησαν.

ΕΡΩΤΗΣΙΣ ΣΞ∆ʹ. Τοῦ Ἀποστόλου λέγοντος· «Ἵνα ἦτε εἰλικρι νεῖς·» καὶ πάλιν, «Ἀλλ' ὡς ἐξ εἰλικρι νείας·» τὸ εἰλικρινὲς τί ἐστιν; ΑΠΟΚΡΙΣΙΣ. Εἰλικρινὲς λογίζομαι εἶναι τὸ ἀμιγὲς, καὶ ἄκρως κεκαθαρμένον ἀπὸ παντὸς ἐναντίου, συνηγμένον δὲ καὶ τεταγμένον πρὸς μόνην θεοσέβειαν· οὐ μόνον δὲ, ἀλλὰ καὶ πρὸς τὰ ἐν ἑκάστῳ καιρῷ καὶ πράγματι πρὸς τὸν ταύτης σκοπὸν ἀκριβῶς ἐπιζη τούμενα· ὥστε μηδὲ πρὸς τὰ συγγενῆ τῶν κατορθω μάτων ἀπομετεωρίζεσθαι τὸν εἴς τι ταχθέντα. ∆η λοῦται δὲ τὸ μὲν πρότερον ἐξ αὐτῆς τῆς ἀκολουθίας· ἐπιφέρει γὰρ τῷ, Ἀλλ' ὡς ἐξ εἰλικρινείας, τὸ, Ὡς ἐκ Θεοῦ κατενώπιον Θεοῦ ἐν Χριστῷ λαλοῦμεν· τὸ δὲ δεύτερον ἐκ τοῦ, Μὴ ὑπερφρονεῖν παρ' ὃ δεῖ φρονεῖν, ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν, ἑκάστῳ ὡς ὁ Θεὸς ἐμέρισε μέτρον πίστεως· καὶ ἐκ τῶν τούτοις ἐπιφερομένων.

ΕΡΩΤΗΣΙΣ ΣΞΕʹ. Εἰ πρὸς μόνους τοὺς ἱερεῖς εἴρηται τὸ, «Ἐὰν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον, καὶ ἐκεῖ μνησθῇς, ὅτι ἔχει τι ὁ ἀδελφός σου κατὰ σοῦ, ἄφες ἐκεῖ τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου, καὶ ὕπαγε, πρῶτον διαλλά γηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου,» ἢ καὶ πρὸς πάντας· καὶ πῶς ἕκαστος ἡμῶν προσφέρει δῶρον ἐπὶ τὸ θυ σιαστήριον. ΑΠΟΚΡΙΣΙΣ.