1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

59

συγχωρεῖ ὁ Θεὸς γενέσθαι ἐμπόδιον, εἰς δοκιμὴν καὶ ἔλεγχον τοῦ ἐμποδιζομένου, ἵνα ἢ μετατιθέμενος τῆς ἀγαθῆς προθέσεως ἐλεγχθῇ, ὡς οἱ ἐπὶ τῆς πέτρας σπαρέντες, οἳ πρὸς ὀλίγον μὲν τὸν λόγον μετὰ χαρᾶς ἐδέξαντο, γενομένης δὲ θλί ψεως, εὐθέως ἀπέστησαν· ἢ ἐπιμένων τοῖς καλοῖς ἀποδειχθῇ ἐν σπουδῇ τῶν κατορθωμάτων, ὡς αὐτὸς ὁ Ἀπόστολος, ὃς πολλάκις προθέμενος ἀπελθεῖν πρὸς τοὺς Ῥωμαίους, καὶ κωλυθεὶς, ὡς αὐτὸς ὡμολόγη σεν, ὅμως οὐκ ἐπαύσατο θέλων, μέχρις ὅτε καὶ ἐπλήρωσεν ὃ προέθετο· ἐν δὲ ὑπομονῇ, ὡς ὁ Ἰὼβ, ὃς, τοσαῦτα ὑπὸ τοῦ διαβόλου παθὼν, ἀναγκά ζοντος φθέγξασθαί τι βλάσφημον, ἢ ἀχαριστῆσαι Θεῷ, καὶ μέχρι τῶν ἐσχάτων συμφορῶν οὐκ ἐξέστη τῆς εὐσεβοῦς κρίσεως, καὶ τοῦ φρονεῖν περὶ Θεοῦ ὑγιῶς. Γέγραπται γὰρ περὶ αὐτοῦ· Ἐν πᾶσι τού τοις οὐδὲν ἥμαρτεν Ἰὼβ τοῖς χείλεσιν αὐτοῦ ἐναντίον τοῦ Θεοῦ, καὶ οὐκ ἔδωκεν ἀφρο σύνην τῷ Θεῷ.

ΕΡΩΤΗΣΙΣ ΣΟʹ. Τί ἐστι τὸ ὑπὸ τοῦ Ἀποστόλου εἰρήμενον, «Εἰς τὸ δοκιμάζειν ὑμᾶς, τί τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγα θὸν, καὶ εὐάρεστον, καὶ τέλειον;» ΑΠΟΚΡΙΣΙΣ. Πολλά ἐστιν, ἃ ὁ Θεὸς θέλει· τὰ μὲν ἐν μα κροθυμίᾳ καὶ χρηστότητι, ἅπερ ἀγαθά ἐστί τε καὶ λέγεται· τὰ δὲ κατ' ὀργὴν διὰ τὰς ἁμαρτίας ἡμῶν, ἅπερ κακὰ ὀνομάζεται. Ἐγὼ γάρ εἰμι, φησὶν, ὁ ποιῶν εἰρήνην, καὶ κτίζων κακά. Κακὰ δὲ, οὐχ ὑπὲρ ὧν κολαζόμεθα, ἀλλὰ δι' ὧν παιδευόμεθα. Τὰ δὲ παιδεύοντα, καὶ διὰ τῆς κακώσεως εἰς ἐπιστρο φὴν ἄγοντα, γίνεται εἰς ἀγαθόν. Ὅσα μὲν οὖν μα 31.1276 κροθυμῶν καὶ χρηστευόμενος θέλει ὁ Θεὸς, ταῦτα καὶ ἡμᾶς καὶ θέλειν καὶ μιμεῖσθαι ἀναγκαῖον. Γί νεσθε γὰρ, φησὶν, οἰκτίρμονες, καθὼς καὶ ὁ Πατὴρ ὑμῶν οἰκτίρμων ἐστίν. Καὶ ὁ Ἀπόστολος δὲ, Γίνεσθε, φησὶ, μιμηταὶ τοῦ Θεοῦ, ὡς τέκνα ἀγα πητά· καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς. Ὅσα δὲ κατ' ὀργὴν διὰ τὰς ἁμαρτίας ἡμῶν ἐπάγει, ταῦτα κακὰ λεγόμενα, ὡς εἶπον, τῷ λόγῳ τῆς κακώσεως, οὐ πάντως καὶ ἡμῖν ἔξεστι ποιεῖν. Οὐ γὰρ ἐπειδὴ θέλημα Θεοῦ ἐστι, λιμῷ πολλάκις, ἢ λοιμῷ, ἢ πολέμῳ, ἢ ἄλλῳ τινὶ τοιούτῳ διαφθαρῆναι ἀνθρώπους, τῷ θελήματι τούτῳ ἐξυπηρετεῖσθαι ἡμᾶς χρή. Πρὸς γὰρ τὰ τοιαῦτα καὶ ὑπηρέταις κακοῖς ὁ Θεὸς κέχρηται, κατὰ τὸ εἰρημέ νον, ὅτι Ἐξαπέστειλεν εἰς αὐτοὺς ὀργὴν θυμοῦ αὐτοῦ, θυμὸν καὶ ὀργὴν, καὶ θλίψιν, ἀποστολὴν δι' ἀγγέλων πονηρῶν. Οὐκοῦν πρῶτον μὲν ζητεῖν δεῖ, τί τὸ ἀγαθὸν θέλημα τοῦ Θεοῦ· εἶτα, ὅταν γνω ρίσωμεν τὸ ἀγαθὸν, ἐξετάζειν, εἰ τὸ ἀγαθὸν τοῦτο καὶ εὐάρεστον τῷ Θεῷ ἐστιν. Ἔστι γάρ τι. ὃ τῷ μὲν ἰδίῳ λόγῳ καὶ θέλημα Θεοῦ ἐστι, καὶ ἀγαθόν ἐστιν· ὅταν δὲ ἢ παρὰ πρόσωπον, ἢ παρὰ καιρὸν γένηται, οὐκέτι καὶ εὐάρεστον Θεῷ ἐστιν. Οἷον, θέλημα Θεοῦ ἦν, καὶ ἀγαθὸν ἦν τὸ θυμιᾷν Θεῷ, ἀλλ' οὐκ ἦν εὐάρε στον Θεῷ, τοὺς περὶ ∆αθὰν καὶ Ἀβειρὼν τοῦτο ποιεῖν. Καὶ πάλιν, θέλημα Θεοῦ ἐστι, καὶ ἀγαθόν ἐστι τὸ ἐλεημοσύνην ποιεῖν· ἀλλὰ τὸ ἕνεκεν τοῦ δο ξασθῆναι ὑπὸ τῶν ἀνθρώπων ποιεῖν, οὐκέτι καὶ εὐάρεστον Θεῷ ἐστι. Καὶ πάλιν, θέλημα Θεοῦ ἦν, καὶ ἀγαθὸν ἦν τὸ τοὺς μαθητὰς, ὃ πρὸς τὸ οὖς ἤκου σαν, κηρύξαι ἐπὶ τῶν δωμάτων· ἀλλὰ τὸ πρὸ και ροῦ τι εἰπεῖν οὐκέτι καὶ εὐάρεστον ἦν τῷ Θεῷ· Μη δενὶ γὰρ εἴπητε, φησὶ, τὸ ὅραμα τοῦτο, ἕως οὗ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ. Καὶ καθ όλου πᾶν θέλημα Θεοῦ ἀγαθὸν τότε καὶ εὐάρεστόν ἐστιν, ὅταν πληρωθῇ ἐπ' αὐτῷ τὸ ὑπὸ τοῦ Ἀποστόλου εἰρημένον· Πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε· καὶ, Πάντα εὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω. Πά λιν δὲ, ὅταν καὶ θέλημα Θεοῦ ᾖ τι, καὶ ἀγαθὸν ᾖ, καὶ εὐάρεστον ᾖ, οὐδ' οὕτως ἀμεριμνεῖν χρὴ, ἀλλ' ἀγωνιᾷν καὶ φροντίζειν, ὅπως τέλειον καὶ ἀνελλιπὲς τοῦτο ᾖ· ἐν μέτρῳ ποτὲ μὲν τοῦ γινομένου, εἰ κατὰ τὸ προστεταγμένον γίνεται, ποτὲ δὲ τῆς τοῦ ποιοῦν τος δυνάμεως. Ἀγαπήσεις γὰρ, φησὶ, Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς δυνάμεώς σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου, καὶ τὸν πλησίον σου ὡς ἑαυτόν· καθὼς καὶ ὁ Κύριος ἐν τῷ κατὰ Ἰωάννην Εὐαγγελίῳ ἐδίδαξε. Καὶ πᾶσαν δὲ ἐντο λὴν, καθὼς γέγραπται·