1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

64

σκαν δαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Εἰ γὰρ, κατὰ τὴν ἀλήθειαν τοῦ λόγου, ἡ ψυχὴ κρείττων ἐστὶ τοῦ σώματος, ὁρῶμεν δὲ, ὅτι ἐπὶ τοῦ σώματος πᾶσαν μὲν ῥυπαρίαν σικχαινόμεθα καὶ βδελυσσόμεθα· παντὸς δὲ σπαραγμοῦ καὶ πάσης ἐπιβουλῆς θεωρία συν τριμμὸν καὶ λύπην ἐργάζεται τῇ καρδίᾳ· πόσῳ μᾶλλον ἀκόλουθον τὰ προειρημένα πάσχειν ἐπὶ τοῖς ἁμαρτάνουσι τὸν φιλόχριστον καὶ φιλάδελφον, ὅταν βλέπῃ τῶν ἁμαρτανόντων, ὥσπερ ὑπὸ θηρίων, τιτρωσκομένην τὴν ψυχὴν, καὶ βιβρωσκομένην, καὶ ὥσπερ ἰχῶρας καὶ σηπεδόνας ἐπιφαίνουσαν; τοῦ μὲν ∆αβὶδ εἰπόντος, ὅτι Αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου· ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ' ἐμέ· προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου· ἐταλαι πώρησα καὶ κατεκάμφθην ἕως τέλους· ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην· τοῦ δὲ Ἀπο στόλου λέγοντος· Κέντρον τοῦ θανάτου ἡ ἁμαρτία ἐστίν. Ὅταν οὖν ἢ ἐπὶ τοῖς ἰδίοις ἁμαρτήμασιν ἢ ἐπ' ἀλλοτρίοις, κατὰ τὰ προειρημένα ἐξ ἀρχῆς, οὕτω διακειμένην καταμάθῃ τις ἑαυτοῦ τὴν ψυχὴν, τότε πληροφορηθήτω, ὅτι καθαρεύει ἀπὸ ἁμαρ τίας.

ΕΡΩΤΗΣΙΣ ΣΖʹ. Πῶς ἀπὸ τῶν ἁμαρτημάτων ἐπιστρέφειν χρή. ΑΠΟΚΡΙΣΙΣ. Ζηλώσαντα τὴν διάθεσιν τοῦ ∆αβὶδ, πρῶτον μὲν λέγοντος· Τὴν ἀνομίαν μου ἐγνώρισα, καὶ τὴν ἁμαρτίαν μου οὐκ ἐκάλυψα. Εἶπα· Ἐξαγορεύσω κατ' ἐμοῦ τὴν ἀνομίαν μου τῷ Κυρίῳ· ἔπειτα δὲ ἐν τῷ διηγεῖσθαι τὸν τρόπον διὰ τοῦ ἕκτου ψαλ μοῦ, καὶ δι' ἄλλων δὲ πολυτρόπως· διὰ δὲ τοῦ Ἀπο στόλου μανθάνοντα ταῦτα ἃ ἐμαρτύρησε τοῖς Κοριν θίοις ὑπὲρ ἀλλοτρίου ἁμαρτήματος, εἰπὼν, ὅτι Ἡ κατὰ Θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμετα μέλητον κατεργάζεται· καὶ τὰ ἰδιώματα τῆς λύπης ἐπενεγκών· Ἰδοὺ γὰρ αὐτὸ τοῦτο τὸ κατὰ Θεὸν λυπηθῆναι πόσην κατειργάσατο ἐν ὑμῖν σπου δήν· ἀλλ' ἀπολογίαν, ἀλλὰ ἀγανάκτησιν, ἀλλὰ φόβον, ἀλλὰ ἐπιπόθησιν, ἀλλὰ ζῆλον, ἀλλὰ ἐκ δίκησιν. Ἐν παντὶ συνεστήσατε ἑαυτοὺς ἁγνοὺς εἶναι ἐν τῷ πράγματι. Ὥστε ἐκ τούτων δῆλον, ὅτι οὐ μόνον ἀναχωρεῖν χρὴ τῆς ἁμαρτίας, καὶ ὑπὲρ τῶν ἁμαρτανόντων ταῦτα πάσχειν, ἀλλὰ καὶ ἀφίστασθαι αὐτῶν τῶν ἁμαρτανόντων· τοῦ μὲν ∆αβὶδ καὶ τοῦτο δηλώσαντος ἐν τῷ εἰπεῖν· Ἀπόστητε ἀπ' ἐμοῦ, πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν· τοῦ δὲ Ἀπο 31.1293 στόλου παραγγείλαντος τῷ τοιούτῳ μηδὲ συν εσθίειν.

ΕΡΩΤΗΣΙΣ ΣΗʹ. Εἰ τὰ καλὰ κατ' ἰδίαν ἀρέσκειαν ποιεῖν ὁ Λόγος συγχωρεῖ. ΑΠΟΚΡΙΣΙΣ. Ὁ ἑαυτῷ ἀρέσκων ἀνθρώπῳ ἀρέσκει. Ἄνθρωπος γὰρ καὶ αὐτὸς ἕκαστος. Ὥσπερ οὖν Ἐπικατάρατος ἄνθρωπος, ὃς τὴν ἐλπίδα ἔχει ἐπ' ἄνθρωπον, καὶ στηρίξει σάρκα βραχίονος αὑτοῦ, ὃ τὴν ἑαυτοῦ πεποίθησιν δηλοῖ· οἷς ἐπιφέρει, Καὶ ἀπὸ Κυρίου ἀποσταίη ἡ ψυχὴ αὐτοῦ· οὕτω καὶ ὁ ἄλλῳ ἀρέσκων, ἢ κατ' ἰδίαν ἀρέσκειάν τι ποιῶν, τῆς θεο σεβείας ἐκπίπτει, εἰς δὲ ἀνθρωπαρέσκειαν ἐμ πίπτει. Ποιοῦσι γὰρ, φησὶν ὁ Κύριος, πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις. Ἀμὴν λέγω ὑμῖν, ἀπ έχουσι τὸν μισθὸν αὐτῶν. Καὶ ὁ Ἀπόστολος δὲ ὁμο λογεῖ, ὅτι Εἰ ἔτι ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην. Σφοδροτέρα δὲ ἀπειλὴ φέρε ται ἐν τῇ θεοπνεύστῳ Γραφῇ λεγούσῃ, ὅτι Ὁ Θεὸς διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων.

ΕΡΩΤΗΣΙΣ ΣΘʹ. Πῶς πληροφορηθῇ ἡ ψυχὴ ἀποστῆναι τῆς φιλο δοξίας. ΑΠΟΚΡΙΣΙΣ. Ὅταν ἀνάσχηται τοῦ Κυρίου εἰπόντος· Οὕτως λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς· καὶ τοῦ Ἀποστόλου παραγγέλλοντος, ὅτι Εἴτε ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε· ἵνα ὁ θεοσεβὴς, μήτε τῆς παρούσης, μή τε τῆς μελλούσης δόξης ἀντιποιούμενος, τὴν δὲ πρὸς Θεὸν ἀγάπην πάντων προτιμήσας, παῤῥησίαν ἔχῃ εἰπεῖν μετὰ τῶν προκειμένων τὸ, Οὔτε ἐν εστῶτα, οὔτε μέλλοντα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ, τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰπόντος·