1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

4

πρὸς τοὺς τρέφοντας τὴν εὔνοιαν ἐπιδείκνυνται; Εἰ δὲ τὴν πρὸς τοὺς εὐεργέτας εὔνοιαν καὶ τὸ φίλτρον φυσικῶς αἱ ρούμεθα, καὶ πάντα πόνον εἰς ἀντίδοσιν τῶν προγε νομένων ἡμῖν ὑπομένομεν, τίς λόγος ἀξίως ἐφικέ 31.913 σθαι τῶν δωρεῶν τοῦ Θεοῦ δύναται; αἳ τοσαῦται μέν εἰσι τὸ πλῆθος, ὡς καὶ ἀριθμὸν διαφεύγειν· τηλικαῦται δὲ τὸ μέγεθος καὶ τοιαῦται, ὥστε ἐξαρ κεῖν καὶ μίαν εἰς τὸ ὑπευθύνους ἡμᾶς εἰς πᾶσαν χάριν τῷ δεδωκότι ποιῆσαι. Τὰς μὲν οὖν ἄλλας παρ ήσω, αἳ, εἰ καὶ καθ' ἑαυτὰς ὑπερβάλλουσι μεγέθει καὶ χάριτι, ἀλλ' ὑπὸ τῶν μειζόνων, ὥσπερ ἀστέρες ἡλιακαῖς ἀκτῖσιν, ὑπερλαμπόμεναι, τὴν καθ' ἑαυτὰς χάριν ἀμυδροτέραν παρέχονται. Οὐ γὰρ σχολὴ κα ταλιπόντι τὰ ὑπερβάλλοντα, ἐκ τῶν ἐλαττόνων με τρεῖν τοῦ εὐεργέτου τὴν ἀγαθότητα. Σιωπάσθωσαν τοίνυν ἡλίου ἀνατολαὶ, καὶ σελή νης περίοδοι, κράσεις ἀέρων, ὡρῶν ἐναλλαγαὶ, ὕδωρ ἀπὸ νεφῶν, καὶ ἀπὸ γῆς ἕτερον, αὐτὴ ἡ θάλασσα, ἡ γῆ σύμπασα, τὰ ἐκ γῆς φυόμενα, τὰ ἐν τοῖς ὕδασι διαιτώμενα, τὰ ἐν ἀέρι γένη, αἱ μυρίαι τῶν ζώων διαφοραὶ, πάντα τὰ πρὸς ὑπηρεσίαν τῆς ζωῆς ἡμῶν τεταγμένα. Ἀλλ' ἐκεῖνο οὐδὲ βουλομένοις παρελθεῖν δυνατὸν, καὶ σιωπῆσαι μὲν τὴν χάριν τῷ γε νοῦν ὑγιᾶ καὶ λόγον ἔχοντι παντελῶς ἀμήχα νον· εἰπεῖν δέ τι πρὸς ἀξίαν πλέον ἀδυνατώτερον, ὅτι κατ' εἰκόνα Θεοῦ καὶ ὁμοίωσιν ποιήσας τὸν ἄν θρωπον ὁ Θεὸς, καὶ τῆς ἑαυτοῦ γνώσεως ἀξιώσας, καὶ λόγῳ παρὰ πάντα τὰ ζῶα κατακοσμήσας, καὶ τοῖς ἀμηχάνοις τοῦ παραδείσου κάλλεσιν ἐντρυφᾷν παρασχόμενος, καὶ τῶν ἐπὶ γῆς ἁπάντων ἄρχοντα καταστήσας, εἶτα κατασοφισθέντα ὑπὸ τοῦ ὄφεως, καὶ καταπεσόντα εἰς τὴν ἁμαρτίαν, καὶ διὰ τῆς ἁμαρ τίας εἰς τὸν θάνατον, καὶ τὰ τούτου ἄξια, οὐ περιεῖ δεν· ἀλλὰ τὰ μὲν πρῶτα νόμον ἔδωκεν εἰς βοήθειαν, ἀγγέλους ἐπέστησεν εἰς φυλακὴν καὶ ἐπιμέλειαν, προφήτας ἀπέστειλεν εἰς ἔλεγχον κακίας καὶ διδα σκαλίαν ἀρετῆς, τὰς ὁρμὰς τῆς κακίας ταῖς ἀπειλαῖς ἐνέκοψε, τῶν ἀγαθῶν τὴν προθυμίαν ἐπαγγελίαις διήγειρε, τὸ πέρας ἑκατέρου πολλάκις ἐν διαφόροις προσώποις εἰς νουθεσίαν τῶν ἄλλων προλαβὼν ἐφανέ ρωσε, καὶ ἐπὶ τούτοις καὶ τοῖς τοιούτοις ἅπασιν ἐπιμέ νοντας τῇ ἀπειθείᾳ οὐκ ἀπεστράφη. Οὐ γὰρ ἀφείθη μεν ὑπὸ τῆς ἀγαθότητος τοῦ ∆εσπότου, οὐδὲ ἐνεκόψαμεν αὐτοῦ τὴν εἰς ἡμᾶς ἀγάπην, ἀναισθησίᾳ τῶν τιμῶν τὸν εὐεργέτην παρυβρίσαντες· ἀλλὰ ἀνεκλήθη μεν ἐκ τοῦ θανάτου, καὶ ἐζωοποιήθημεν πάλιν ὑπ' αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἐν ᾧ καὶ ὁ τρόπος τῆς εὐεργεσίας μεῖζον ἔχει τὸ θαῦμα· Ἐν μορφῇ γὰρ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγή σατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών. 31.916 Καὶ τὰς ἀσθενείας ἡμῶν ἀνέλαβε, καὶ τὰς νόσους ἐβάστασε, καὶ ὑπὲρ ἡμῶν ἐτραυματίσθη, ἵνα τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰαθῶμεν· καὶ τῆς κατάρας ἡμᾶς ἐξηγόρασε, γενόμενος ὑπὲρ ἡμῶν κατάρα, καὶ τὸν ἀτιμότατον ὑπέστη θάνατον, ἵνα ἡμᾶς εἰς τὴν ἔνδοξον ζωὴν ἐπαναγάγῃ. Καὶ οὐκ ἠρκέσθη μό νον νεκροὺς ὄντας ζωοποιῆσαι, ἀλλὰ καὶ θεότητος ἀξίωμα ἐχαρίσατο, καὶ ἀναπαύσεις ἡτοίμασεν αἰω νίους, πᾶσαν ἔννοιαν ἀνθρωπίνην τῷ μεγέθει τῆς εὐφροσύνης ὑπερβαινούσας. Τί οὖν ἀνταποδῶ μεν τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν; Ὁ δὲ οὕτως ἐστὶν ἀγαθὸς, ὥστε οὔτε ἀντίδοσιν ἀπαι τεῖ, ἀλλ' ἀρκεῖται μόνον ἀγαπώμενος ἐφ' οἷς ἔδωκεν. Ὧν ἁπάντων ὅταν εἰς ἔννοιαν ἔλθω (ἵνα τὸ ἐμὸν πάθος ἐξείπω), εἰς φρίκην τινὰ καὶ ἔκστασιν φοβε ρὰν καταπίπτω, μήποτε ἐξ ἀπροσεξίας τοῦ νοῦ, ἢ τῆς περὶ τὰ μάταια ἀσχολίας, τῆς ἀγάπης τοῦ Θεοῦ ἐκπεσὼν ὄνειδος γένωμαι τῷ Χριστῷ. Ὁ γὰρ νῦν ἀπατῶν ἡμᾶς, καὶ διὰ τῶν κοσμικῶν δελεασμάτων λήθην ἐμποιεῖν ἡμῖν τοῦ εὐεργέτου μηχανῇ πάσῃ σπουδάζων, ἐπ' ὀλέθρῳ τῶν ψυχῶν ἡμῶν ἐναλ λόμενος ἡμῖν, καὶ ἐπεμβαίνων, εἰς ὀνειδισμὸν τότε προσοίσει τῷ Κυρίῳ τὴν ἡμετέραν καταφρόνησιν, καὶ ἐγκαυχήσεται τῇ ἀπειθείᾳ καὶ ἀποστασίᾳ ἡμῶν· ὅς γε οὔτε κτίσας ἡμᾶς, οὔτε ἀποθανὼν ὑπὲρ ἡμῶν, ἀλλ' ὅμως ἔσχεν ἡμᾶς ἀκολουθοῦντας αὐτῷ ἐν τῇ ἀπειθείᾳ καὶ ἐν τῇ ἀμελείᾳ τῶν