1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

7

ἐπικει μένου, τοῦ εὐαρέστως τῷ Θεῷ ποιῆσαι τὰς ἐντολὰς, ἀδύνατον ἄλλως τὸ ἀκριβὲς τοῦ ἔργου κατορθω θῆναι μὴ κατὰ τὸ βούλημα τοῦ ἐκδεδωκότος ἐπιτε λούμενον. Ἐν δὲ τῇ ἀκριβεῖ πρὸς τὸ θέλημα τοῦ Θεοῦ περὶ τὸ ἔργον σπουδῇ συνάπτεσθαι τῷ Θεῷ διὰ τῆς μνήμης ὑπάρξει. Ὥσπερ γὰρ ὁ χαλκεὺς ἐν τῇ ἐργα σίᾳ, εἰ τύχοι, τῆς ἀξίνης, τοῦ ἐκδεδωκότος αὐτῷ μεμνημένος, καὶ ἐν τῇ διανοίᾳ φέρων αὐτὸν, καὶ σχῆμα ἐκεῖνο καὶ μέγεθος ἐννοεῖ, καὶ πρὸς τὸ 31.924 βούλημα τοῦ ὑποθεμένου τὴν ἐργασίαν εὐθύνει (ἐὰν γὰρ ἐπιλάθηται, ἄλλο τι, ἢ ἀλλοῖον ποιήσει παρ' ὃ προ έθετο)· οὕτω καὶ ὁ Χριστιανὸς, πᾶσαν ἐνέργειαν καὶ μικρὰν καὶ μείζονα πρὸς τὸ βούλημα τοῦ Θεοῦ κατευθύνων, ὁμοῦ τε τὴν πρᾶξιν τῇ ἀκριβείᾳ κατα κοσμεῖ, καὶ τὴν τοῦ προστάξαντος ἔννοιαν διασώζει, καὶ πληροῖ τὸ εἰρημένον· Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διαπαντὸς, ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ. Καὶ κατορθοῖ τὸ προστεταγμένον ἐκεῖνο· Εἴτε ἐσθίετε εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε. Παραφθείρων δὲ ἐν τῇ ἐργασίᾳ τὴν ἀκρίβειαν τῆς ἐντολῆς, δῆλός ἐστι περὶ τὴν μνήμην τοῦ Θεοῦ ἀσθενῶν. Μεμνημένους οὖν τῆς φωνῆς τοῦ εἰπόντος· Οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ; λέγει Κύριος· καὶ τὸ, Θεὸς ἐγγί ζων ἐγώ εἰμι, καὶ οὐ Θεὸς πόῤῥωθεν· καὶ τὸ, Ὅπου εἰσὶ δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν· πᾶσαν ἐνέργειαν, ὡς ὑπὸ ταῖς ὄψεσι τοῦ Κυρίου γινομένην, καὶ πᾶσαν ἔννοιαν, ὡς παρ' αὐτοῦ ἐποπτευομένην, ἐπιτελεῖν χρή. Οὕτω γὰρ καὶ ὁ φόβος διαρκὴς ἐνυπάρξει, μισῶν ἀδικίαν, κατὰ τὸ γεγραμμένον, ὕβριν τε καὶ ὑπερηφανίαν καὶ ὁδοὺς πονηρῶν, καὶ ἡ ἀγάπη τελειοῦται, πλη ροῦσα τὸ ὑπὸ τοῦ Κυρίου εἰρημένον, ὅτι Οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμ ψαντός με Πατρὸς, ἐν πληροφορίᾳ διηνεκεῖ τῆς ψυχῆς οὔσης τοῦ καὶ τὰς ἀγαθὰς πράξεις ἀποδεκτὰς εἶναι τῷ κριτῇ καὶ ἀθλοθέτῃ τοῦ ἡμετέρου βίου, καὶ τὰς ἐναντίως ἐχούσας αὐτόθεν δέχεσθαι τὴν κατά κρισιν. Οἶμαι δὲ τούτῳ συγκατορθοῦσθαι καὶ τὸ μηδὲ αὐτὰς τὰς ἐντολὰς τοῦ Κυρίου πρὸς ἀνθρωπ αρέσκειαν γίνεσθαι. Οὐδεὶς γὰρ ἐν πληροφορίᾳ τῆς παρουσίας τοῦ κρείττονος πρὸς τὸν ἐλάττονα ἐπι στρέφεται· ἀλλὰ, κἂν συμβῇ τὸ γινόμενον τῷ μὲν ἐνδοξοτέρῳ προσώπῳ ἀπόδεκτον καὶ εὐάρεστον εἶναι, τῷ δὲ ὑποδεεστέρῳ ἀβούλητον καὶ ψεκτὸν καταφαί νεσθαι, πλείονος ἀξίαν τιθέμενος τὴν τοῦ ὑπερέχοντος ἀποδοχὴν, καταφρονεῖ τῆς τοῦ ἐλάττονος μέμψεως. Εἰ δὲ ἐπ' ἀνθρώπων οὕτως, ἥ γε ὡς ἀληθῶς νήφουσα καὶ ὑγιαίνουσα ψυχὴ ἐν πληροφορίᾳ τῆς τοῦ Θεοῦ παρουσίας, ποτὲ ἀφεμένη τοῦ πρὸς εὐαρέστησιν Θεοῦ ποιεῖν τι, πρὸς τὰς παρὰ τῶν ἀνθρώπων δό ξας ἐπιστραφήσεται· ποτὲ δὲ ἀμελήσασα τῶν τοῦ Θεοῦ προσταγμάτων, ἀνθρωπίνῳ ἔθει δουλεύσει, ἢ ὑπὸ κοινῆς προλήψεως κρατηθήσεται, ἢ καὶ ὑπὸ ἀξιωμάτων δυσωπηθήσεται. Τοιαύτη διάθεσις ἦν τοῦ εἰπόντος· ∆ιηγήσαντό μοι παράνομοι ἀδολεσχίας, ἀλλ' οὐχ ὡς ὁ νόμος σου, Κύριε· καὶ πάλιν· Καὶ ἐλάλουν ἐν τοῖς μαρτυρίοις σου ἐναντίον βασι λέων, καὶ οὐκ ᾐσχυνόμην. 31.925

ΕΡΩΤΗΣΙΣ ς ʹ. Ὅτι ἀναγκαῖον τὸ ἰδιάζειν. ΑΠΟΚΡΙΣΙΣ. Συντελεῖ δὲ πρὸς τὸ ἀμετεώριστον τῇ ψυχῇ καὶ τὸ ἰδιάζειν κατὰ τὴν οἴκησιν. Τὸ γὰρ ἀναμεμιγμένην ἔχειν τὴν ζωὴν τοῖς ἀφόβως καὶ καταφρονητικῶς πρὸς τὴν ἀκριβῆ τήρησιν τῶν ἐντολῶν διακειμένοις βλαβερὸν καὶ ὁ τοῦ Σολομῶντος ἀποδείκνυσι λόγος, διδάσκοντος ἡμᾶς, ὅτι Μὴ ἴσθι ἑταῖρος ἀνδρὶ θυμώ δει· φίλῳ δὲ ὀργίλῳ μὴ συναυλίζου, μήποτε μάθῃς τῶν ὁδῶν αὐτοῦ, καὶ λάβῃς βρόχους τῇ σῇ ψυχῇ, καὶ τὸ, Ἐξέλθετε ἐκ μέσου αὐτῶν, καὶ ἀφορίσθητε, λέγει Κύριος, πρὸς τὸ αὐτὸ φέρει. Οὐκοῦν ἵνα μήτε διὰ ὀφθαλμῶν μήτε διὰ ὤτων ἐρε θισμοὺς εἰς ἁμαρτίαν δεχώμεθα, καὶ κατὰ τὸ λαν θάνον προσεθισθῶμεν αὐτῇ, καὶ ὥσπερ τύποι τινὲς καὶ χαρακτῆρες