1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

8

τῶν ὁρωμένων καὶ ἀκουομένων ἐν απομείνωσι τῇ ψυχῇ εἰς ὄλεθρον καὶ ἀπώλειαν, καὶ ἵνα δυνηθῶμεν ἐπιμένειν τῇ προσευχῇ, ἀφιδιάζω μεν πρῶτον κατὰ τὴν οἴκησιν. Οὕτω γὰρ ἂν καὶ τοῦ προλαβόντος ἔθους περιγενοίμεθα, ἐν ᾧ ἀλλοτρίως ἐζήσαμεν τῶν ἐντολῶν τοῦ Χριστοῦ (οὐ μικρὸς δὲ οὗτος ἀγὼν, τῆς ἑαυτοῦ συνηθείας περιγενέσθαι· ἔθος γὰρ διὰ μακροῦ χρόνου βεβαιωθὲν φύσεως ἰσχὺν λαμβάνει), καὶ τοὺς ἐξ ἁμαρτίας δὲ σπίλους ἐκτρῖ ψαι δυνησόμεθα τῇ τε φιλοπόνῳ προσευχῇ καὶ τῇ ἐπιμόνῳ μελέτῃ τῶν τοῦ Θεοῦ θελημάτων· ἧς μελέτης καὶ προσευχῆς ἐν πολλοῖς τοῖς περιέλκουσι τὴν ψυχὴν, καὶ ἀσχολίας βιωτικὰς ἐμποιοῦσι, περι γενέσθαι ἀμήχανον. Καὶ τὸ, Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, πότε ἄν τις ἐν τούτοις ὢν πληρῶσαι δυνηθείη; Χρὴ γὰρ ἡμᾶς, ἀπαρνησαμένους ἑαυτοὺς, καὶ ἄραντας τὸν σταυρὸν τοῦ Χριστοῦ, οὕτως ἀκολουθεῖν αὐτῷ. Ἄρνησις δέ ἐστιν ἑαυτοῦ ἡ παντελὴς τῶν παρελθόντων λήθη, καὶ ἡ τῶν θελημάτων ἑαυτοῦ ἀναχώρησις, ἣν ἐν τῇ ἀδιαφόρῳ συνηθείᾳ ζῶντα κατορθῶσαι δυσκολώτατον, ἵνα μὴ λέγω, ὅτι παντελῶς ἀνεπίδεκτον. Ἀλλὰ καὶ πρὸς τὸ ἆραι τὸν σταυρὸν ἑαυτοῦ καὶ ἀκολουθεῖν τῷ Χριστῷ ἐμπόδιόν ἐστιν ἡ πρὸς τὸν τοιοῦτον βίον ἐπι μιξία. Ἡ γὰρ ἑτοιμασία πρὸς τὸν ὑπὲρ Χρι στοῦ θάνατον, καὶ ἡ νέκρωσις τῶν μελῶν τῶν ἐπὶ τῆς γῆς, καὶ τὸ παρατεταγμένως πρὸς πάντα κίν 31.928 δυνον τὸν ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ ἐπερχόμε νον ἡμῖν διακεῖσθαι, καὶ τὸ ἀπροσπαθῶς ἔχειν πρὸς τὴν παροῦσαν ζωὴν, τοῦτό ἐστιν ἆραι τὸν σταυ ρὸν ἑαυτοῦ· πρὸς ὃ μεγάλα ὁρῶμεν τὰ ἐμπόδια ὑπὸ τῆς τοῦ κοινοῦ βίου συνηθείας ἡμῖν ἐγγινόμενα. Καὶ πρὸς πᾶσι τοῖς ἄλλοις πολλοῖς οὖσιν, εἰς τὸ πλῆθος τῶν παρανομούντων ἀποβλέπουσα ψυχὴ, πρῶτον μὲν οὐκ ἄγει καιρὸν ἐπαισθάνεσθαι τῶν ἰδίων ἁμαρτημάτων, καὶ συντρῖψαι ἑαυτὴν διὰ τῆς μετανοίας ἐπὶ τοῖς πλημμελήμασιν· ἐν δὲ τῇ συγκρί σει τῶν χειρόνων καὶ κατορθώματός τινα φαντασίαν προσκτᾶται· εἶτα ὑπὸ τῶν θορύβων καὶ τῶν ἀσχο λιῶν, ἃς ὁ κοινὸς βίος πέφυκεν ἐμποιεῖν, τῆς ἀξιολο γωτέρας μνήμης τοῦ Θεοῦ ἀποσπωμένη, οὐ μόνον τὸ ἐναγαλλιᾶσθαι καὶ ἐνευφραίνεσθαι τῷ Θεῷ ζη μιοῦται, καὶ τὸ κατατρυφᾷν τοῦ Κυρίου, καὶ τὸ καταγλυκαίνεσθαι τοῖς ῥήμασιν αὐτοῦ, ὥστε δύνασθαι εἰπεῖν· Ἐμνήσθην τοῦ Θεοῦ, καὶ ηὐφράνθην· καὶ, Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι τῷ στόματί μου· ἀλλὰ καὶ εἰς καταφρό νησιν καὶ λήθην τῶν κριμάτων αὐτοῦ παντελῆ συνεθίζεται, οὗ μεῖζον κακὸν οὐδὲν ἂν οὐδὲ ὀλεθριώτερον πάθοι.

ΕΡΩΤΗΣΙΣ Ζʹ. Περὶ τοῦ δεῖν τοῖς ὁμόφροσι πρὸς τὸν σκοπὸν τῆς πρὸς Θεὸν

εὐαρεστήσεως συζῇν· καὶ ὅτι δύσκο λον ὁμοῦ καὶ ἐπικίνδυνον τὸ μονάζειν. Ἐπεὶ οὖν ἐπληροφόρησεν ἡμᾶς ὁ λόγος, ἐπικίν δυνον εἶναι τὴν μετὰ τῶν καταφρονητικῶς ἐχόντων περὶ τὰς ἐντολὰς τοῦ Κυρίου ζωὴν, ἀκολούθως μα θεῖν ἀξιοῦμεν, εἰ χρὴ τὸν ἀναχωρήσαντα τούτων ἰδιάζειν καθ' ἑαυτὸν, ἢ ὁμόφροσιν ἀδελφοῖς καὶ τὸν αὐτὸν σκοπὸν τῆς εὐσεβείας προελομένοις συζῇν. ΑΠΟΚΡΙΣΙΣ. Πρὸς πολλὰ χρησιμωτέραν καταμανθάνω τὴν ἐπὶ τὸ αὐτὸ τῶν πλειόνων διαγωγήν. Πρῶτον μὲν, ὅτι οὐδὲ πρὸς τὰς τοῦ σώματος χρείας ἕκαστος ἡμῶν ἑαυτῷ αὐτάρκης, ἀλλ' ἐν τῷ πορισμῷ τῶν ἀναγκαίων ἀλλήλων χρῄζομεν. Ὥσπερ γὰρ ὁ ποῦς τὴν μὲν ἔχει δύναμιν, τῆς δὲ ἐπιδεής ἐστι, καὶ ἄνευ τῆς τῶν λοι πῶν μελῶν συλλήψεως οὔτε τὴν ἑαυτοῦ ἐνέργειαν δυνατὴν ἢ αὐτάρκη ἑαυτῷ πρὸς διαμονὴν εὑρίσκει, οὔτε παραμυθίαν ἔχει τοῦ λείποντος· οὕτω καὶ ἐν τῇ μονήρει ζωῇ καὶ τὸ παρὸν ἡμῖν ἄχρηστον γίνεται, καὶ τὸ ἐλλεῖπον ἀπαραμύθητον, τοῦ δημιουργοῦ Θεοῦ ὁρίσαντος χρῄζειν ἡμᾶς ἀλλήλων, καθὼς γέγραπται, ἵνα καὶ συναπτώμεθα ἀλλήλοις. Ἄνευ δὲ τούτου καὶ ὁ τῆς ἀγάπης τοῦ Χριστοῦ λόγος οὐκ ἐπιτρέπει τὸ ἴδιον σκοπεῖν ἕκαστον. Ἡ ἀγάπη γὰρ, φησὶν, οὐ 31.929 ζητεῖ τὰ ἑαυτῆς. Ὁ δὲ ἀφιδιαστικὸς βίος ἕνα σκοπὸν ἔχει, τὴν οἰκείαν ἑκάστου