1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

9

τῶν χρειῶν θερα πείαν. Τοῦτο δὲ προδήλως μαχόμενόν ἐστι τῷ τῆς ἀγάπης νόμῳ, ὃν ὁ Ἀπόστολος ἐπλήρου, μὴ ζητῶν τὸ ἑαυτοῦ συμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσιν. Ἔπειτα ἐν τῷ καταχωρισμῷ οὐδὲ τὸ ἐλάττωμα ῥᾳδίως ἕκαστος τὸ ἑαυτοῦ ἐπιγνώσεται, οὐκ ἔχων τὸν ἐλέγχοντα αὐτὸν, καὶ ἐν πραότητι καὶ εὐσπλαγχνίᾳ ἐπανορθούμενον. Ἔλεγχος μὲν γὰρ καὶ παρὰ ἐχθροῦ πολλάκις ἂν γένοιτο θεραπείας ἐπιθυμίαν ἐμποιῶν τῷ εὐγνώμονι· θεραπεία δὲ ἁμαρτήματος ἐπιστημό νως παρὰ τοῦ εἰλικρινῶς ἀγαπήσαντος κατορθοῦται. Ὁ γὰρ ἀγαπῶν, φησὶν, ἐπιμελῶς παιδεύει. Ὃν ἐπὶ τῆς μονώσεως εὑρεῖν ἄπορον, μὴ προενωθέντα κατὰ τὸν βίον· ὥστε συμβαίνειν αὐτῷ τὸ εἰρημένον ἐκεῖνο· Οὐαὶ τῷ ἑνὶ, ὅτι ἐὰν πέσῃ, οὐκ ἔστιν ὁ ἐγείρων αὐτόν. Καὶ αἱ ἐντολαὶ δὲ ὑπὸ μὲν τῶν πλειόνων ἐπὶ τὸ αὐτὸ ῥᾳδίως γίνονται πλείους, ὑπὸ δὲ τοῦ ἑνὸς οὐκέτι· ἐν γὰρ τῇ ἐργασίᾳ τῆς μιᾶς ἐμποδίζεται ἡ ἄλλη. Οἷον, ἐν τῇ ἐπισκέψει τοῦ ἀσθενοῦντος ἡ ὑποδοχὴ τοῦ ξένου, καὶ ἐν τῇ μετα δόσει καὶ κοινωνίᾳ τῶν χρειῶν (καὶ μάλιστα, ὅταν διὰ μακροῦ αἱ διακονίαι γίνωνται), ἡ περὶ τὰ ἔργα σπουδή· ὥστε ἐκ τούτου τὴν μεγίστην καὶ σύν τονον πρὸς σωτηρίαν ἐντολὴν ἐλλιμπάνεσθαι· μήτε τοῦ πεινῶντος τρεφομένου, μήτε τοῦ γυμνοῦ περι βαλλομένου. Τίς ἂν οὖν ἕλοιτο τὴν ἀργὴν καὶ ἄκαρ πον ζωὴν τῆς ἐγκάρπου καὶ κατ' ἐντολὴν τοῦ Κυρίου ἐπιτελουμένης προτιμῆσαι; Εἰ δὲ καὶ πάντες, οἱ ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως προσληφθέντες, ἓν σῶμά ἐσμεν, κεφαλὴν ἔχοντες τὸν Χριστόν· ὁ δὲ καθεὶς ἀλλήλων μέλη, ἐὰν μὴ ἐκ συμ φωνίας πρὸς ἑνὸς σώματος ἁρμολογίαν ἐν Πνεύματι ἁγίῳ συναρμοσθῶμεν· ἕκαστος δὲ ἡμῶν τὴν μόνωσιν αἱρῆται, μὴ κατὰ τὸ εὐάρεστον τῷ Θεῷ πρὸς τὸ κοινῇ συμφέρον τῇ οἰκονομίᾳ δουλεύων, ἀλλὰ τὸ ἴδιον τῆς αὐταρεσκείας πάθος πληροφορῶν· πῶς δυ νάμεθα ἀπεσχισμένοι καὶ διῃρημένοι σώζειν τὴν τῶν μελῶν πρὸς ἄλληλα σχέσιν τε καὶ ὑπηρεσίαν, ἢ τὴν ὑποταγὴν πρὸς τὴν κεφαλὴν ἡμῶν, ἥτις ἐστὶν ὁ Χρι στός; Οὔτε γὰρ τῷ δοξαζομένῳ συγχαίρειν, οὔτε συμπάσχειν δυνατὸν τῷ πάσχοντι, ἐν τῇ διαστάσει τοῦ βίου, οὐ δυναμένου κατὰ τὸ εἰκὸς ἑκάστου γινώ σκειν τὰ τοῦ πλησίον. Εἶτα καὶ ἑνὸς μὴ ἐξαρκοῦντος 31.932 ὑποδέξασθαι πάντα τὰ πνευματικὰ χαρίσματα, ἀλλὰ κατὰ τὴν ἀναλογίαν τῆς ἐν ἑκάστῳ πίστεως, τῆς ἐπιχορηγίας τοῦ Πνεύματος γινομένης, ἐν τῇ τῆς ζωῆς κοινωνίᾳ, τὸ ἑκάστου ἴδιον χάρισμα κοινὸν τῶν συμπολιτευομένων γίνεται. Ὧ μὲν γὰρ δίδοται λό γος σοφίας, ἑτέρῳ δὲ λόγος γνώσεως, ἄλλῳ πί στις, ἄλλῳ προφητεία, ἄλλῳ χαρίσματα ἰαμάτων, καὶ τὰ ἑξῆς· ὧν ἕκαστον οὐ μᾶλλον δι' ἑαυτὸν ἢ διὰ τοὺς ἄλλους ὁ λαμβάνων ἔχει. Ὥστε ἀνάγκη ἐν τῷ κοινωνικῷ βίῳ τὴν ἐν τῷ ἑνὶ τοῦ ἁγίου Πνεύματος ἐνέργειαν εἰς πάντας ὁμοῦ διαβαίνειν. Ὁ μὲν οὖν καθ' ἑαυτὸν ζῶν ἓν τυχὸν ἔχει χάρισμα, καὶ τοῦτο ἄχρηστον ποιεῖ διὰ τῆς ἀργίας, κατορύξας ἐν ἑαυτῷ· ὅπερ ἡλίκον ἔχει κίνδυνον, ἴστε πάντες οἱ ἀνεγνω κότες τὰ Εὐαγγέλια· ἐν δὲ τῇ τῶν πλειόνων συμβιώσει καὶ τοῦ ἰδίου ἀπολαύει, πολυπλασιάζων αὐτὸ τῇ μεταδόσει, καὶ τὰ τῶν ἄλλων ὡς ἑαυτοῦ καρποῦται. Ἔχει δὲ καὶ πλείονα ἡ ἐπὶ τὸ αὐτὸ ζωὴ ἀγαθὰ, ἅπερ οὐ ῥᾴδιον ἐξαριθμεῖσθαι πάντα. Πρός τε γὰρ τὴν τήρησιν τῶν δεδομένων ἡμῖν παρὰ τοῦ Θεοῦ ἀγαθῶν τῆς μονώσεώς ἐστι χρησιμωτέρα, καὶ πρὸς τὴν φυλακὴν τῆς ἔξωθεν ἐπιβουλῆς τοῦ ἐχθροῦ ἀσφαλέστερος ὁ παρὰ τῶν ἐγρηγορότων ἐξυπνισμὸς, εἴποτε ἄρα τῷ ἑνὶ ἀπονυστάξαι συμβαίη ὕπνον ἐκεῖνον τὸν εἰς θάνατον, ὃν ἐδιδάχθημεν παρὰ τοῦ ∆αβὶδ ἀπεύχεσθαι ἡμῖν συμβῆναι, λέγοντος· Φώτι σον τοὺς ὀφθαλμούς μου, μήποτε ὑπνώσω εἰς θάνατον· καὶ τῷ μὲν ἁμαρτάνοντι τῆς ἁμαρτίας ἡ ἀναχώρησις ῥᾴων μᾶλλον, ἐντρεπομένῳ τὴν παρὰ τῶν πλειόνων ἐν συμφωνίᾳ γινομένην κατάγνωσιν, ὥστ' ἂν ἁρμόσαι αὐτῷ τὸ, Ἀρκετὸν τῷ τοιούτῳ ἡ ἐπιτιμία αὕτη, ἡ ὑπὸ τῶν πλειόνων· τῷ δὲ κατορθοῦντι ἡ πληροφορία πολλὴ ἔν τε τῇ τῶν πολλῶν δοκιμασίᾳ καὶ συγκαταθέσει τοῦ ἔργου. Εἰ γὰρ ἐπὶ στόματος δύο καὶ τριῶν μαρτύρων σταθήσε ται πᾶν ῥῆμα, πολλῷ δηλονότι