1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

10

παγιώτερον ὁ τὸ ἀγα θὸν ἔργον ἐπιτελῶν ἐν τῇ τῶν πλειόνων μαρτυρίᾳ βεβαιωθήσεται. Κίνδυνος δὲ παρέπεται τῇ μοναστικῇ ζωῇ πρὸς τοῖς εἰρημένοις. Πρῶτος μὲν καὶ μέγιστος ὁ τῆς αὐταρεσκείας. Οὐδένα γὰρ ἔχων, ὃς δυνήσεται δοκιμάσαι αὐτοῦ τὸ ἔργον, εἰς τὸ τέλειον οἰήσεται τῆς ἐντολῆς ἐφθακέναι· εἶτα ἀγύμναστον ἀεὶ τὴν ἕξιν κατακλείσας, οὔτε τὰ ὑστερήματα ἑαυτοῦ γνωρίζει, οὔτε τὴν ἐν τοῖς ἔργοις προκοπὴν ἐπιγι 31.933 νώσκει, τῷ πᾶσαν ὕλην τῆς ἐργασίας τῶν ἐντολῶν περιῃρηγέναι. Ἐν τίνι γὰρ τὴν ταπεινοφροσύνην ἐπιδείξεται, μηδένα ἔχων, οὗ ταπεινότερον ἑαυτὸν ἀποδείξει; Ἐν τίνι τὴν εὐσπλαγχνίαν, ἀποτετμημένος τῆς κοινωνίας τῶν πλειόνων; Πρὸς μακροθυμίαν δὲ πῶς ἑαυτὸν γυμνάσει, μηδενὸς ἀνθισταμένου αὐτοῦ τοῖς θελήμα σιν; Εἰ δέ τις λέγει ἀρκεῖσθαι τῇ τῶν θείων Γραφῶν διδασκαλίᾳ πρὸς τὴν κατόρθωσιν τῶν ἠθῶν, ὅμοιον ποιεῖ τῷ μανθάνοντι μὲν τεκταίνειν, μηδέ ποτε δὲ τεκταίνοντι, καὶ διδασκομένῳ μὲν χαλκευ τικὴν, εἰς ἔργον δὲ προάγειν τὰ διδάγματα μὴ αἱρουμένῳ. Πρὸς ὃν εἴποι ἂν ὁ Ἀπόστολος· Οὐχ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῷ Θεῷ, ἀλλ' οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται. Ἰδοὺ γὰρ ὁ Κύριος δι' ὑπερβολὴν φιλανθρωπίας οὐκ ἠρκέ σθη τῇ ἐκ τοῦ λόγου διδασκαλίᾳ μόνον, ἀλλ' ὥστε ἀκριβῶς καὶ ἐναργῶς ἡμῖν παραδοῦναι τὸ ὑπόδειγμα τῆς ταπεινοφροσύνης ἐν τῇ τελειότητι τῆς ἀγάπης, αὐτὸς περιζωσάμενος ἔνιψε τοὺς πόδας τῶν μαθη τῶν. Τίνα οὖν ἀπονίψεις; τίνα θεραπεύσεις; τίνος ἔσχατος ἔσῃ, αὐτὸς καθ' ἑαυτὸν διάγων; Τὸ δὲ κα λὸν καὶ τερπνὸν, ἡ τῶν ἀδελφῶν ἐπὶ τὸ αὐτὸ κατοί κησις, ἣν μύρῳ τῆς τοῦ ἀρχιερέως κεφαλῆς ἀπο πνέοντι τὸ Πνεῦμα τὸ ἅγιον παρεικάζει, πῶς ἐν τῇ καταμόνας οἰκήσει συμπληρωθήσεται; Στάδιον οὖν ἀθλήσεως, καὶ προκοπῆς εὐοδία, καὶ διηνεκὴς γυμνασία, καὶ μελέτη τῶν τοῦ Κυρίου ἐντολῶν, καὶ ἐπὶ τὸ αὐτὸ κατοίκησίς ἐστι τῶν ἀδελφῶν· σκοπὸν μὲν ἔχουσα τὴν δόξαν τοῦ Θεοῦ κατ' ἐντολὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰπόντος· Οὕτω λαμ- ψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς· χαρακτῆρα δὲ σώζουσα τῶν ἐν ταῖς Πράξεσιν ἱστορουμένων ἁγίων, περὶ ὧν γέγραπται· Πάντες δὲ οἱ πιστεύον τες ἦσαν ἐπὶ τὸ αὐτὸ, καὶ εἶχον ἅπαντα κοινά· καὶ πάλιν· Τοῦ δὲ πλήθους τῶν πιστευ σάντων ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία· καὶ οὐδὲ εἷς τι τῶν ὑπαρχόντων αὐτῷ ἔλεγεν ἴδιον εἶναι, ἀλλ' ἦν αὐτοῖς ἅπαντα κοινά.

ΕΡΩΤΗΣΙΣ Ηʹ. Περὶ ἀποταγῆς. Εἰ χρὴ πρῶτον ἀποτάσσεσθαι πᾶσι, καὶ οὕτως

προσιέναι τῇ κατὰ Θεὸν πολιτείᾳ. ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πολλὴν 31.936 καὶ διὰ πλειόνων πραγμάτων ἰσχυρὰν ἀπόδειξιν λέ γοντος πρὸς πάντας· Εἴ τις ἔρχεται πρὸς μὲ, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυ ρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι· καὶ πάλιν· Οὕτως οὖν πᾶς ἐξ ὑμῶν, ὃς οὐκ ἀποτάσσεται πᾶσι τοῖς ἑαυτοῦ ὑπάρχουσιν, οὐ δύναταί μου εἶναι μαθητής· ἡγούμεθα τὸ παράγγελμα ἐπὶ πλείονα διατείνειν, ὧν ἡ ἀλλοτρίωσις ἀναγκαία. Καὶ γὰρ τῷ διαβόλῳ πρὸ πάντων ἀποτασσόμεθα, καὶ τοῖς πάθεσι τῆς σαρκὸς, οἱ ἀπειπάμενοι τὰ κρυπτὰ τῆς αἰσχύνης, καὶ συγγενείαις σωματικαῖς, καὶ ἑται ρείαις ἀνθρώπων, καὶ ἔθει βίου μαχομένῳ πρὸς τὴν ἀκρίβειαν τοῦ Εὐαγγελίου τῆς σωτηρίας. Καὶ τὸ τούτων ἀναγκαιότερον, αὐτὸς ἑαυτῷ ἀποτάσσεται ὁ ἀποδυσάμενος τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πρά ξεσιν αὐτοῦ, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης. Ἀποτάσσεται δὲ καὶ πάσαις προσπα θείαις τοῦ κόσμου, ἐμποδίζειν τῷ σκοπῷ τῆς εὐσεβείας δυναμέναις. Γονεῖς μὲν οὖν ὁ τοιοῦτος τοὺς ἐν Χριστῷ Ἰησοῦ διὰ τοῦ Εὐαγγελίου γεννή σαντας αὐτὸν ἀληθινοὺς ἡγήσεται, ἀδελφοὺς δὲ τοὺς τὸ αὐτὸ Πνεῦμα τῆς υἱοθεσίας λαβόντας, κτήμασι δὲ πᾶσιν ὡς ἀλλοτρίοις, ὅπερ ἐστὶ, προσέξει. Ἑνὶ δὲ λόγῳ, ᾧ διὰ Χριστὸν ὅλος ὁ κόσμος ἐσταύρωται, καὶ αὐτὸς τῷ