1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

12

ὁμοίωσιν τῆς ἐπουρανίου βασι λείας παρείληπται, ἣν ἀδύνατον ἡμῖν προσγενέσθαι ὁ τοῦ Κυρίου δείκνυσι λόγος, μὴ πάντα ὁμοῦ τὰ προσόντα ἡμῖν, καὶ πλοῦτον, καὶ δόξαν, καὶ γένος, καὶ εἴ τι ἄλλο τῶν πολλοῖς περι σπουδάστων, πρὸς τὴν ἀνταλλαγὴν αὐτῆς προεμένοις. Εἶτα μέντοι καὶ ἀδύνατον πρὸς διαφόρους φρον τίδας τοῦ νοῦ μεριζομένου κατορθοῦσθαι τὸ σπου δαζόμενον ὁ Κύριος ἀπεφήνατο, εἰπών· Οὐδεὶς δύ ναται δυσὶ κυρίοις δουλεύειν· καὶ πάλιν· Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμμωνᾷ. Ἕνα οὖν θησαυρὸν τὸν ἐπουράνιον ἡμῖν ἐκλεκτέον, ἵνα ἐν αὐτῷ ἔχωμεν τὴν καρδίαν. Ὅπου γὰρ, φησὶν, ἐστὶν ὁ θησαυρός σου, ἐκεῖ καὶ ἡ καρδία σου ἔσται. Ἐὰν οὖν τι ὑπολειπώμεθα ἑαυτοῖς κτῆμα γήϊνον καὶ περιουσίαν τινὰ φθαρτὴν, ἐνταῦθα τοῦ νοῦ οἷον ἔν τινι βορβόρῳ κατορυγέντος, ἀνάγ κη τὴν ψυχὴν ἀθέατον εἶναι Θεοῦ, καὶ πρὸς τὴν ἐπιθυμίαν τῶν ἐπουρανίων καλῶν καὶ τῶν ἀποκει μένων ἡμῖν ἀγαθῶν ἐν ἐπαγγελίαις ἀκίνητον· ὧν τὴν κτῆσιν περιγίνεσθαι ἡμῖν ἀμήχανον, μὴ ἀπερι σπάστου καὶ σφοδροτέρου πόθου ἄγοντος ἡμᾶς πρὸς τὴν αὐτῶν αἴτησιν, καὶ τὸν ἐπ' αὐτοῖς πόνον ἐπικουφίζοντος. Ἔστιν οὖν ἡ ἀποταγὴ, ὡς ὁ λόγος ὑπέδειξε, λύσις μὲν τῶν δεσμῶν τῆς ὑλικῆς ταύτης καὶ προσκαίρου ζωῆς, ἐλευθερία δὲ τῶν ἀνθρωπίνων καθηκόντων, ἐπιτηδειοτέρους κατασκευάζουσα πρὸς τὸ ἀπάρξασθαι τῆς πρὸς Θεὸν ὁδοῦ. Τῆς τῶν πο λυτιμήτων κτήσεώς τε καὶ χρήσεως ἀκώλυτος ἀφ ορμὴ τῶν Ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολύν. Καὶ, συνελόντα εἰπεῖν, καρδίας ἀνθρωπίνην πρὸς τὴν ἐν οὐρανῷ πολιτείαν μετάθεσις, ὥστε δύ νασθαι λέγειν· Ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρα νοῖς ὑπάρχει. Καὶ, τὸ μέγιστον, ἀρχὴ τῆς πρὸς Χριστὸν ὁμοιώσεως, ὃς δι' ἡμᾶς ἐπτώχευσε, πλούσιος ὤν· ἣν εἰ μὴ κατορθώσαιμεν, ἀδύνα τον ἡμᾶς τῆς κατὰ τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ πο λιτείας ἐφάψασθαι. Πότε γὰρ ἢ καρδίας συντριμ μὸς, ἢ ταπείνωσις φρονήματος, ἢ θυμοῦ, καὶ λύ πης, καὶ φροντίδων, καὶ, συνελόντα εἰπεῖν, τῶν ὀλεθρίων παθῶν τῆς ψυχῆς ἀπαλλαγὴ, ἐν πλούτῳ καὶ μερίμναις βιωτικαῖς, προσπαθείᾳ τε καὶ συν ηθείᾳ τῶν ἄλλων κατορθωθῆναι δύναται; Ὅλως δὲ, ᾧ μηδὲ περὶ αὐτῶν τῶν ἀναγκαίων μεριμνᾷν 31.941 συγχωρεῖται, οἷον τροφῆς, καὶ ἐνδύματος, τούτῳ τίς ἐπιτρέπει λόγος, οἷον ἀκάνθαις συνέχεσθαι πονηραῖς ταῖς μερίμναις τοῦ πλούτου, τῆς παρὰ τοῦ γεωργοῦ τῶν ψυχῶν ἡμῶν ἐγκαταβαλλομένης σπορᾶς τὴν καρ ποφορίαν ἐμποδιζούσαις; τοῦ Κυρίου ἡμῶν εἰπόντος· Οὗτοι δέ εἰσιν οἱ εἰς τὰς ἀκάνθας σπα ρέντες, οἳ ὑπὸ μεριμνῶν καὶ πλούτου καὶ ἡδο νῶν τοῦ βίου συμπνίγονται, καὶ οὐ τελεσφοροῦσιν.

ΕΡΩΤΗΣΙΣ Θ. Εἰ χρὴ τὸν συναπτόμενον τοῖς τῷ Κυρίῳ ἀνα κειμένοις

προσαφιέναι ἀδιαφόρως τοῖς ἀγνώ μοσι τῶν οἰκείων τὰ αὐτῷ διαφέροντα. ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Κυρίου εἰπόντος, Πώλησόν σου τὰ ὑπάρ χοντα, καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο, ἀκολούθει μοι· καὶ πά λιν· Πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν, καὶ δότε ἐλεημοσύνην· λογίζομαι, ὅτι τὸν ἐξερχόμενον ἀπὸ τῶν ἰδίων, σκοπῷ τοιούτῳ, οὐ χρὴ καταφρονητικῶς περὶ τῶν διαφερόντων αὐτῷ διακεῖσθαι, ἀλλὰ πει ρᾶσθαι πάντα μετὰ ἀκριβείας λαβόντα, ὡς τῷ Κυ ρίῳ λοιπὸν ἀφιερωμένα, μετὰ πάσης εὐλαβείας οἰκο νομεῖν, ἢ δι' ἑαυτοῦ, ἐὰν δυνατῶς καὶ ἐμπείρως ἔχῃ, ἢ διὰ τῶν μετὰ δοκιμασίας πολλῆς ἐπιλεγέντων, καὶ ἀπό δειξιν δεδωκότων τοῦ δύνασθαι πιστῶς καὶ φρονίμως οἰκονομεῖν· εἰδότα, ὅτι οὐκ ἀκίνδυνόν ἐστιν οὔτε τὸ προσαφιέναι τοῖς οἰκείοις, οὔτε τὸ διὰ τοῦ τυχόντος οἰκονομῆσαι. Εἰ γὰρ ὁ φροντίδα βασιλικῶν κτημά των ἐγχειρισθεὶς, κἂν μὴ νοσφίσηται πολλά κις ἐκ τῶν ἑτοίμων, ἀμελείᾳ δέ τινι καταπροδῷ τὰ προσκτηθῆναι δυνάμενα, οὐκ ἀπολύεται τοῦ ἐγκλήματος· τίνα χρὴ προσδοκᾷν ἐπὶ τῶν ἤδη κατονομασθέντων τῷ Κυρίῳ τὴν κατάκρι σιν ὑποστήσεσθαι, χαύνως καὶ