1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

15

τοὺς μέχρι παντὸς ἀπειθοῦντας καὶ δι' ἀνάγ κης πολλάκις σωματικῆς τῇ συγκαταθέσει τῆς ὀρθῆς κρίσεως ὑπάγοντος.

ΕΡΩΤΗΣΙΣ ΙΓʹ. Ὅτι χρήσιμον τοῖς εἰσαγομένοις καὶ τὸ διὰ σιω πῆς γυμνάσιον.

ΑΠΟΚΡΙΣΙΣ. Ἀγαθὸν δὲ τοῖς εἰσαγομένοις καὶ τὸ διὰ σιωπῆς γυμνάσιον. Ὁμοῦ τε γὰρ ἀπόδειξιν τῆς ἐγκρατείας ἱκανὴν παρέξονται, γλώσσης κρατοῦντες, καὶ ἐν ἡσυχίᾳ συντόνως καὶ ἀμετεωρίστως μαθήσονται παρὰ τῶν ἐπιστημόνως κεχρημένων τῷ λόγῳ, πῶς δεῖ καὶ ἐρωτᾷν, καὶ ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι. Ἔστι γὰρ καὶ τόνος φωνῆς, καὶ συμμετρία λόγου, καὶ καιροῦ ἐπιτηδειότης, καὶ ῥημάτων ἰδιότης, οἰκεία καὶ διαφέρουσα τοῖς εὐσεβέσιν, ἣν οὐχ οἷόν τε διδαχθῆναι, μὴ τὰ ἐκ τῆς συνηθείας ἀπομαθόν τα· τῆς σιωπῆς ὁμοῦ τε λήθην τῶν προτέρων διὰ τῆς ἀργίας ἐμποιούσης, καὶ σχολὴν πρὸς τὴν τῶν ἀγαθῶν μάθησιν παρεχομένης. Ὥστε, ἐὰν μή τις ἢ οἰκεία χρεία πρός τε τὴν ἐπιμέλειαν τῆς ἑαυτοῦ ψυχῆς, καὶ πρὸς τὴν ἀπαραίτητον τοῦ ἐν χερσὶν ἔργου ἀνάγκην, ἢ ἐπερώτημά τι τοιοῦτον προσ αγόμενον κατεπείγῃ, ἐν σιωπῇ διάγειν, ἐκτὸς δηλον ότι ψαλμῳδίας.

ΕΡΩΤΗΣΙΣ Ι∆ʹ. Περὶ τῶν ἑαυτοὺς τῷ Θεῷ καθομολογησαμένων, εἶτα τὴν

ὁμολογίαν ἀθετεῖν ἐπιχειρούντων. ΑΠΟΚΡΙΣΙΣ. Παραδεχθέντα μέντοι εἰς τὴν ἀδελφότητα τούτων ἕκαστον, εἶτα τὴν ὁμολογίαν ἀθετήσαντα, οὕτω χρὴ ὁρᾶσθαι, ὡς εἰς Θεὸν ἐξαμαρτόντα, ἐφ' οὗ καὶ εἰς ὂν τὴν ὁμολογίαν τῶν συνθηκῶν κατέθετο. Ἐὰν δὲ εἰς Θεόν τις, φησὶν, ἁμάρτῃ, καὶ τίς προσεύξε ται περὶ αὐτοῦ; Ὁ γὰρ ἀναθεὶς ἑαυτὸν τῷ Θεῷ, εἶτα πρὸς ἄλλον βίον ἀποπηδήσας, ἱερόσυλος γέγονεν, αὐτὸς ἑαυτὸν διακλέψας, καὶ ἀφελόμενος 31.952 τοῦ Θεοῦ τὸ ἀνάθημα. Οἷς εὔλογόν ἐστι, μηκέτι θύραν τῶν ἀδελφῶν ἀνοίγεσθαι, μηδὲ εἰ κατὰ ψιλήν ποτε πάροδον σκέπης ἕνεκεν ἐπιδημήσειαν. Ὁ γὰρ ἀποστολικὸς κανὼν φανερὸς, κελεύων ἡμᾶς στέλ λεσθαι ἀπὸ παντὸς ἀτάκτου, καὶ μὴ συναναμίγνυ σθαι αὐτῷ, ἵνα ἐντραπῇ.

ΕΡΩΤΗΣΙΣ ΙΕʹ. Ἀπὸ ποίας ἡλικίας ἐπιτρέπειν χρὴ καθομολογεῖν ἑαυτοὺς τῷ

Θεῷ, καὶ τὴν τῆς παρθενίας ὁμολογίαν πότε βεβαίαν ἡγεῖσθαι. ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Κυρίου λέγοντος· Ἄφετε τὰ παιδία ἔρχε σθαι πρὸς μὲ, καὶ τοῦ Ἀποστόλου ἐπαινοῦντος τὸν ἀπὸ βρέφους τὰ ἱερὰ γράμματα μεμαθηκότα, καὶ πάλιν παραγγέλλοντος ἐκτρέφειν τὰ τέκνα ἐν παι δείᾳ καὶ νουθεσίᾳ Κυρίου, πάντα καιρὸν, καὶ τὸν τῆς πρώτης ἡλικίας εὔθετον εἶναι πρὸς τὴν τῶν προσιόντων παραδοχὴν δοκιμάζομεν, τὰ μὲν ἔρημα γονέων ἀφ' ἑαυτῶν προσλαμβανόμενοι, ὥστε γε νέσθαι κατὰ τὸν ζῆλον τοῦ Ἰὼβ ὀρφανῶν πατέρας· τὰ δὲ ὑπὸ γονεῖς ὄντα, παρ' αὐτῶν ἐκείνων προσ αγόμενα, ἐπὶ πολλῶν μαρτύρων δεχόμενοι, ὥστε μὴ δοῦναι ἀφορμὴν τοῖς θέλουσιν ἀφορμήν· ἀλλὰ πᾶν ἄδικον στόμα τῶν λαλούντων καθ' ἡμῶν βλασ φημίαν ἐπισχεθῆναι. ∆έχεσθαι μὲν οὖν χρὴ, κατὰ τοῦτον τὸν λόγον, οὐ μὴν εὐθὺς αὐτὰ, καὶ συν αριθμεῖσθαι καὶ συγκαταλέγεσθαι τῷ σώματι προσ ήκει τῶν ἀδελφῶν, ὥστε μὴ τὰ ἐκ τῆς ἀποτυχίας αὐτῶν ὀνείδη ἐπὶ τὸν βίον τὸν κατ' εὐσέβειαν ἀναφέ ρεσθαι· ἀλλ' ἐκτρέφεσθαι μὲν αὐτὰ ἐν πάσῃ εὐσε βείᾳ ὡς κοινὰ τέκνα τῆς ἀδελφότητος, ἀφωρίσθαι δὲ καὶ οἴκους καὶ δίαιταν τοῖς τε ἄρσεσι τῶν παί δων, καὶ ταῖς θηλείαις, ὡς μήτε παῤῥησίαν, μήτε θάρσος ἄμετρον πρὸς τοὺς πρεσβυτέρους αὐτοῖς ἐγ γίνεσθαι, τῷ δὲ σπανίῳ τῆς συντυχίας τὸ πρὸς τοὺς προάγοντας αἰδέσιμον σώζεσθαι· μήτε ἐκ τῶν ἐπιτιμίων τῶν προσαγομένων τοῖς τελειοτέροις ἐν τοῖς παροράμασι τῶν καθηκόντων, εἴποτε ἄρα μετ εωρισθῆναι συμβαίη, εὐχέρειαν αὐτοῖς τῶν ἁμαρ τημάτων, ἢ ἔπαρσιν πολλάκις κατὰ τὸ λεληθὸς ἐντίκτεσθαι, ὅταν ἐν οἷς αὐτοὶ κατορθοῦσι, πολ λάκις τοὺς πρεσβυτέρους ἴδωσι διαπταίοντας. ∆ια φέρει γὰρ