1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

19

μὲν κανόνι πάντας περιλαμβάνεσθαι τοὺς ἐν τῇ γυμνασίᾳ τῆς εὐσεβείας ἀδύνατον· ἀφορίσαντες δὲ τὸ περὶ τοὺς ὑγιαίνοντας τῶν ἀσκουμένων μέτρον, ἀπὸ τούτου τὴν παραλλαγὴν πρὸς τὰ ἑκάστῳ συμ πίπτοντα ἐστοχασμένως γίνεσθαι παρὰ τῶν ἐπιτε ταγμένων τὴν οἰκονομίαν ἀφίεμεν. Οὐδὲ γὰρ τὰ καθ έκαστον τῷ λόγῳ περιλαμβάνειν δυνατὸν, ἀλλ' ὅσα τῆς κοινῆς καὶ καθόλου διδασκαλίας ἤρτηται. Τὴν γὰρ τῶν ἀῤῥώστων παραμυθίαν ἐκ τῶν βρωμάτων, ἢ τὴν τοῦ ἄλλως κεκμηκότος ἐπὶ συντόνοις ἔργοις, ἢ καὶ τὴν τοῦ παρασκευαζομένου πρὸς κάματον, οἷον ὁδοιπορίας, ἤ τινος ἄλλου τῶν ἐπιπόνων, οἱ ἐφεστῶτες πρὸς λόγον ἀεὶ τῆς χρείας οἰκονομήσουσιν, ἑπόμενοι τῷ εἰπόντι, ὅτι ∆ιεδίδοτο ἑκάστῳ καθότι ἄν τις χρείαν εἶχεν. Οὔτε οὖν καιρὸν τροφῆς τὸν αὐτὸν πᾶσι νομοθετῆσαι δυνατὸν, οὔτε τὸν τρόπον, οὔτε τὸ μέτρον· ἀλλὰ σκοπὸς μὲν κοινὸς ἔστω ἡ τῆς χρείας ἐκπλήρωσις. Τὸ γὰρ ὑπερεμπίπλασθαι τὴν γαστέρα, καὶ καταβαρύνεσθαι ταῖς τροφαῖς, κατ άρας ἄξιον, τοῦ Κυρίου εἰπόντος· Οὐαὶ ὑμῖν οἱ ἐμπεπλησμένοι νῦν· καὶ αὐτὸ δὲ τὸ σῶμα δύσχρη στον πρὸς τὰς ἐνεργείας παρασκευάζει, καὶ πρὸς ὕπνους εὐκατάφορον, καὶ ἑτοιμότερον πρὸς τὰς βλά βας. Οὐ μὴν οὐδὲ τὸ ἡδὺ τέλος ποιεῖσθαι τῆς βρώ σεως χρὴ, ἀλλὰ τὴν πρὸς τὸ ζῇν χρείαν, παραιτου μένους τῆς ἡδονῆς τὸ ἀκόλαστον. Τὸ γὰρ δουλεύειν ταῖς ἡδοναῖς οὐδὲν ἕτερόν ἐστιν ἢ Θεὸν ἑαυτοῦ τὴν κοιλίαν ποιεῖν. Ἐπειδὴ γὰρ τὸ σῶμα ἡμῶν, ἀεὶ κενούμενον καὶ ἀποῤῥέον, τῆς πληρώσεως ἐπιδεῖται (διὸ καὶ φυσικαί εἰσιν αἱ τῆς τροφῆς ὀρέξεις), ὁ ὀρ θὸς λόγος τῆς τῶν βρωμάτων χρήσεως τὴν πλήρωσιν τοῦ κενωθέντος πρὸς τὴν τοῦ ζώου σύστασιν ὑπαγο ρεύει, εἴτε ξηρᾶς εἴτε ὑγρᾶς τροφῆς ἡ ἔνδεια γέ νοιτο. Ὅπερ ἂν οὖν μέλλῃ ἀπεριεργότερον ἡμᾶς ἀπαλ λάσσειν τῆς χρείας, τοῦτο προσενεκτέον. ∆ηλοῖ δὲ 31.969 τοῦτο αὐτὸς ὁ Κύριος ἐν οἷς ἐδεξιοῦτο τὰ κεκμηκότα πλήθη πρὸς τὸ μὴ ἐκλυθῆναι ἐν τῇ ὁδῷ, ὡς γέγρα πται. ∆υνάμενος γὰρ ἐπιτεῖναι τὸ θαυμάσιον ἐν τῇ ἐρήμῳ τῇ ἐπινοίᾳ τῆς πολυτελείας, οὕτω λιτὴν καὶ ἀπέριττον τὴν τροφὴν αὐτοῖς παρεσκεύασεν, ὥστε ἄρτους μὲν κριθίνους εἶναι, καὶ ἰχθύος δὲ μέρος ἐπὶ τῷ ἄρτῳ. Περὶ δὲ ποτοῦ οὐδὲ ἐμνημόνευ σεν, ὡς αὐτοφυοῦς πᾶσι καὶ ἀρκοῦντος ταῖς χρείαις τοῦ ὕδατος προκειμένου· πλὴν εἰ μή τινι δι' ἀῤ ῥωστίαν βλαβερὸν εἴη τὸ τοιοῦτον ποτὸν, ὡς παραι τητέον κατὰ τὴν συμβουλὴν Παύλου τὴν πρὸς Τιμό θεον. Καὶ πάντα δὲ ὅσα προφανῆ τὴν βλάβην ἔχει παραιτητέα. Ἀνακόλουθον γὰρ διὰ μὲν τὴν σύστασιν τοῦ σώματος τὰς τροφὰς αἱρεῖσθαι, δι' αὐτῶν δὲ πά λιν τῶν τροφῶν προσπολεμεῖν τῷ σώματι, καὶ ἐμ ποδίζειν αὐτῷ πρὸς τὴν τῆς ἐντολῆς ὑπηρεσίαν. Τὸ αὐτὸ δὲ τοῦτο καὶ ὑπόδειγμα ἡμῖν ἐστι τοῦ τὴν ψυ χὴν ἡμῶν ἐθίζειν φεύγειν τὰ βλαβερὰ, κἂν ἡδονὴν ἔχῃ. Χρὴ μέντοι ἐκ παντὸς τρόπου τὸ εὐπορι στότερον προτιμᾷν, ὥστε μὴ προφάσει ἐγκρατείας περιεργάζεσθαι ἡμᾶς τὰ τιμιώτερα, καὶ πολυδάπανα παραρτύοντας διὰ τῶν πολυτιμήτων ἡδυσμάτων τὰ βρώματα· ἀλλὰ τὸ ἐν ἑκάστῃ χώρᾳ εὔληπτον καὶ εὐτελὲς καὶ τοῖς πολλοῖς εἰς χρῆσιν ἕτοιμον, τοῦτο αἱρεῖσθαι, τῶν ἐπεισάκτων μόνοις τοῖς ἀναγκαιοτά τοις πρὸς τὴν ζωὴν κεχρημένους· οἷον ἐλαίῳ, καὶ τοῖς τοιούτοις, καὶ εἴ τι πρὸς τὴν ἀναγκαίαν τῶν ἀσθενούντων παραμυθίαν ἐπιτήδειον, καὶ τοῦτο ἐὰν ὑπάρχῃ ἄνευ πολυπραγμοσύνης καὶ θορύβων καὶ πε ρισπασμῶν περιγενέσθαι.

ΕΡΩΤΗΣΙΣ Κʹ. Τίς ὁ τρόπος τῆς ἐν βρώμασι δεξιώσεως. ΑΠΟΚΡΙΣΙΣ. Ἡ

κενοδοξία, καὶ ἡ ἀνθρωπαρέσκεια, καὶ τὸ πρὸς ἐπίδειξίν τι ποιεῖν, ὅλως ἐπὶ παντὸς πράγματος Χριστιανοῖς ἀπηγόρευται· ὅπου γε καὶ αὐτὴν τὴν ἐντολὴν ὁ πρὸς τὸ θεαθῆναι ὑπὸ τῶν ἀνθρώπων καὶ δοξασθῆναι ποιῶν τὸν ἐπ' αὐτῇ μισθὸν ἀπόλλυσι. Τοῖς δὲ πᾶν εἶδος ταπεινώσεως διὰ τὴν ἐντολὴν τοῦ Κυρίου καταδεξαμένοις μεθ' ὑπερβολῆς φευκτέος πᾶς κενοδοξίας τρόπος. Ἐπεὶ δὲ τοὺς ἔξωθεν ὁρῶμεν τὸ