1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

22

τούτῳ, δηλονότι, τὸ ἔσχατον προτιμότατον. Ὥσπερ γὰρ οἱ φιλόδοξοι καὶ ἐκ τῆς περιβολῆς τῶν ἐνδυμά των τὴν δόξαν ἑαυτοῖς θηρῶνται, ἀποβλέπεσθαι καὶ ζηλοῦσθαι ἐπὶ τῇ πολυτελείᾳ τῆς ἐσθῆτος φιλοτιμού μενοι· οὕτω, δηλονότι, τὸν εἰς ἔσχατον αὑτοῦ τὴν ζωὴν διὰ τῆς ταπεινώσεως καταβαλόντα αἱρεῖ σθαι προσήκει καὶ ἐν τούτοις τὸ πάντων ἔσχατον. Ὥσπερ γὰρ ἐν τῷ δημοσίῳ δείπνῳ ἐγκαλοῦνται Κο ρίνθιοι, ὡς τῇ ἑαυτῶν πολυτελείᾳ καταισχύνοντες τοὺς μὴ ἔχοντας· οὕτω, δηλονότι, καὶ ἐν τῇ κοινῇ καὶ προφανεῖ τῶν ἐνδυμάτων χρήσει ὁ ὑπὲρ τοὺς πολλοὺς σχηματισμὸς οἱονεὶ διὰ τῆς συγκρίσεως καταισχύνει τὸν πένητα. Τοῦ δὲ Ἀποστόλου λέγοντος· Μὴ τὰ ὑψηλὰ φρονοῦντες, ἀλλὰ τοῖς ταπεινοῖς συν απαγόμενοι, ἐξεταζέτω ἕκαστος ἑαυτὸν, ἡ πρὸς τίνα ὁμοίωσις ἁρμοδιωτέρα ἐστὶ Χριστιανοῖς, τοὺς ἐν τοῖς βασιλείοις οἰκοῦντας, καὶ τὰ μαλακὰ ἠμφιεσμένους, ἢ ἡ πρὸς τὸν ἄγγελον καὶ κήρυκα τῆς τοῦ Κυρίου ἐπιδημίας, οὗ μείζων ἐν γεννητοῖς γυναικῶν οὐκ ἐγήγερται. Ἰωάννην λέγω, τὸν τοῦ Ζαχαρίου, οὗ τὸ ἔνδυμα ἦν ἐκ τριχῶν καμήλου. Καὶ οἱ πάλαι δὲ ἅγιοι περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασι. Τὸν δὲ σκοπὸν τῆς χρήσεως ὑπέβαλεν ὁ Ἀπό στολος, διὰ μιᾶς λέξεως εἰπών· Ἔχοντες διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα, ὡς τῆς σκέπης ἡμῶν προσδεομένων μόνης· οὐκέτι μέντοι καὶ τῆς ποικιλίας, καὶ τοῦ ἀπ' αὐτῆς καλλω πισμοῦ εἰς τὴν ἀπηγορευμένην περπερίαν ἐκπιπτόν των· ἵνα μή τι χεῖρον λέγω. Ταῦτα γὰρ ὕστερον ἐπεισήχθη διὰ τῆς περιέργου ματαιοτεχνίας τῷ βίῳ. ∆ήλη δὲ καὶ ἡ πρώτη τῶν σκεπασμάτων χρῆσις, ἣν αὐτὸς ὁ Θεὸς τοῖς ἐπιδεηθεῖσιν ἔδωκεν. Ἐποίησε γὰρ αὐτοῖς, φησὶν, ὁ Θεὸς χιτῶνας δερματίνους. Πρὸς γὰρ τὴν τῶν ἀσχημόνων ἐπικάλυψιν ἐξήρκει καὶ ἡ τοιαύτη τῶν χιτώνων χρῆσις. Ἐπειδὴ δὲ καὶ ἕτερος σκοπὸς συνεισέρχεται, ὁ τοῦ θάλπεσθαι διὰ τῶν σκεπασμάτων, ἀνάγκη ἀμφοτέρων ἐστοχα 31.980 σμένην εἶναι τὴν χρῆσιν, τοῦ τε περιστέλλειν ἡμῶν τὰ ἀσχήμονα, καὶ τοῦ ἀλεξήματα εἶναι πρὸς τὴν τῶν ἀέρων βλάβην. Ἐπεὶ μέντοι καὶ ἐν αὐτοῖς· τούτοις τὰ μὲν ἔστι πολύχρηστα, τὰ δὲ ἥττονα, ἀκόλουθον προτιμᾷν ὅσα ἐπὶ πλείονας ἕλκεσθαι χρείας δύναται, ὥστε μηδὲν τὸν τῆς ἀκτημοσύνης παρα βλάπτεσθαι λόγον· καὶ μὴ ἄλλα μὲν εἶναι τὰ πρὸς ἐπίδειξιν ἡμῖν παρεσκευασμένα, ἄλλα δὲ πρὸς τὴν κατ' οἶκον χρείαν· καὶ ταῦτα πάλιν ἕτερα μὲν τὰ μεθημερινὰ, ἕτερα δὲ τὰ ἐν τῇ νυκτὶ ἐπιβλή ματα· ἀλλὰ ἐπινοεῖν ἑνὸς τοιούτου τὴν κτῆσιν, ὃ πρὸς πάντα ἡμῖν ἐξαρκεῖν δύναται, πρός τε τὴν εὐ σχήμονα μεθ' ἡμέραν περιβολὴν καὶ πρὸς τὴν ἀναγ καίαν ἐν τῇ νυκτί. Ἐκ δὲ τούτου συμβαίνει ἡμᾶς καὶ τῷ σχήματι κοινωνεῖν ἀλλήλοις, καὶ οἱονεὶ χαρα κτῆρά τινα ἰδιάζοντα καὶ ἐκ τοῦ ἐνδύματος τῷ Χρι στιανῷ ἐπικεῖσθαι. Τὰ γὰρ πρὸς ἕνα σκοπὸν συν τείνοντα ὡς τὰ πολλὰ ταυτά ἐστιν ἀλλήλοις. Χρήσιμον δὲ καὶ τὸ ἐκ τῆς ἐσθῆτος ἰδίωμα προ κηρυττούσης ἕκαστον, καὶ προδιαμαρτυρομένης τὸ ἐπάγγελμα τῆς κατὰ Θεὸν ζωῆς· ὥστε ἀκόλουθον καὶ τὴν πρᾶξιν παρὰ τῶν συντυγχανόντων ἡμῖν ἀπαιτεῖσθαι. Οὐ γὰρ ὁμοίως τὸ ἀπρεπὲς καὶ ἄσχη μον ἐν τοῖς τυχοῦσι καὶ ἐν τοῖς μεγάλα ὑπισχνου μένοις διαφαίνεται. ∆ημότην μὲν γὰρ, ἤ τινα τῶν τυχόντων διδόντα πληγὰς ἢ λαμβάνοντα δημοσίᾳ, καὶ φωνὰς ἀπρεπεῖς ἀφιέντα, καὶ ἐν καπηλείοις διαιτώμενον, καὶ ἄλλα παραπλήσια τούτοις ἀσχη μονοῦντα, οὐκ ἄν τις ῥᾳδίως οὐδὲ παρατηρήσειεν, ἀκόλουθα εἶναι τῇ ὅλῃ προαιρήσει τοῦ βίου καταδε χόμενος τὰ γινόμενα· τὸν δὲ ἐν ἐπαγγέλματι ἀκρι βείας, κἂν τὸ τυχὸν παρίδῃ τῶν καθηκόντων, πάντες ἐπιτηροῦσι, καὶ ἀντ' ὀνείδους αὐτῷ προφέρουσι, ποιοῦντες τὸ εἰρημένον ὅτι, Στραφέντες ῥήξουσιν ὑμᾶς. Ὥστε οἱονεὶ παιδαγωγία τίς ἐστι τοῖς ἀσθε νεστέροις, πρὸς τὸ καὶ ἄκοντας αὐτοὺς ἀπὸ τῶν φαύ λων εἴργεσθαι, ἡ διὰ τοῦ σχήματος ἐπαγγελία. Ὡς οὖν ἐστί τι στρατιώτου ἴδιον ἐν τῷ ἐνδύματι, καὶ ἄλλο τοῦ συγκλητικοῦ, καὶ ἄλλο ἄλλου, ἀφ' ὧν εἰκάζεται αὐτῶν, ὡς ἐπὶ τὸ πλεῖστον, τὰ ἀξιώματα, οὕτως εἶναί τινα καὶ Χριστιανοῦ ἰδιότητα καὶ ἀπὸ τῆς