1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

27

ΕΡΩΤΗΣΙΣ ΛΑʹ. Ὅτι δεῖ καταδέχεσθαι τὴν παρὰ τοῦ προεστῶ τος ὑπηρεσίαν.

Χρὴ μέντοι καὶ τὴν σωματικὴν ὑπηρεσίαν παρὰ τῶν προέχειν δοκούντων ἐν τῇ ἀδελφότητι προσαγο μένην τοὺς πολλοὺς καταδέχεσθαι. Ὁ γὰρ τῆς τα πεινοφροσύνης λόγος καὶ τῷ μείζονι τὸ ὑπηρετεῖν ὑποβάλλει, καὶ τῷ ἐλάττονι τὸ ὑπηρετεῖσθαι οὐκ ἀφαρμόζον δείκνυσι. Τὸ γὰρ ὑπόδειγμα τοῦ Κυρίου πρὸς τοῦτο ἡμᾶς ὁδηγεῖ, τοῦ μὲν νίψαι τοὺς πό δας τῶν ἑαυτοῦ μαθητῶν μὴ ἀπαξιώσαντος, τῶν δὲ πρὸς τοῦτο μὴ τολμησάντων ἐνστῆναι. Ἀλλὰ καὶ ὁ διὰ πολλὴν εὐλάβειαν τὰ πρῶτα μὴ καταδεξάμε νος Πέτρος εὐθέως ἑαυτὸν πρὸς τὴν ὑπακοὴν μετ έβαλε, τὸν ἐκ τῆς ἀπειθείας κίνδυνον διδαχθείς. Οὐκ ἔστιν οὖν φόβος τῷ ὑπηκόῳ, μὴ λυθῇ αὐτῷ τῆς ταπεινοφροσύνης σκοπὸς, ὑπηρετουμένῳ ποτὲ παρὰ τοῦ μείζονος. ∆ιδασκαλίας γὰρ αὐτῷ ἕνεκεν, καὶ ὑποδείγματος ἐνεργοῦς μᾶλλον, ἢ καὶ χρείας πολλάκις ἀναγκαίας ἡ ὑπηρεσία προσάγεται. Ἐν οὖν τῇ ὑπακοῇ καὶ τῇ μιμήσει τὸ ταπεινὸν ἐπιδεικνύ σθω. Καὶ μὴ ἀντιδιατιθέμενος, σχήματι ταπεινο φροσύνης, ὑπερηφανίας ἔργον καὶ ἀλαζονείας ποιεί τω. Ἡ γὰρ ἀντιλογία τὸ αὐτοκρατορικὸν καὶ τὸ ἀνυπότακτον δείκνυσι. Φυσιώσεως οὖν μᾶλλον καὶ καταφρονήσεως ἀπόδειξιν ἔχει, ἀλλ' οὐχὶ ταπεινό τητος καὶ τῆς ἐν πᾶσιν ὑπακοῆς. ∆ιόπερ ἀναγκαῖον πείθεσθαι τῷ εἰπόντι· Ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ.

ΕΡΩΤΗΣΙΣ ΛΒʹ. Πῶς δεῖ πρὸς τοὺς κατὰ σάρκα οἰκείους δια κεῖσθαι.

ΑΠΟΚΡΙΣΙΣ. Χρὴ μέντοι τοὺς ἅπαξ παραδεχθέντας εἰς τὴν 31.996 ἀδελφότητα μὴ ἐπιτρέπεσθαι παρὰ τοῦ προεστῶτος πρὸς μηδὲν ἀπομετεωρίζεσθαι· μηδὲ προφάσει οἰκείων ἐπισκέψεως ἀναχωρεῖν τῶν ἀδελφῶν, καὶ ἀμάρτυρον ζωὴν διάγειν, μήτε φροντίδας συγχω ρεῖσθαι ἔχειν ἐν τῇ προστασίᾳ τῶν συγγενῶν κατὰ σάρκα. Ὅλως μὲν γὰρ ἀποδοκιμάζει ὁ λόγος τὸ ἐμὸν καὶ τὸ σὸν ἐν ἀδελφότητι λέγεσθαι· Ἦν γὰρ, φησὶ, πάντων τῶν πιστευσάντων καρδία καὶ ψυχὴ μία· καὶ οὐδὲ εἷς τι τῶν ὑπαρχόντων αὐτῷ ἔλεγεν ἴδιον εἶναι. Οἱ οὖν κατὰ σάρκα τινὸς γονεῖς, ἢ ἀδελφοὶ, εἰ μὲν κατὰ Θεὸν ζῶσιν, ὑπὸ πάντων τῶν ἐν τῇ ἀδελφότητι ὡς κοινοὶ πατέρες ἢ οἰκεῖοι θερα πευέσθωσαν. Ὅστις γὰρ ἂν ποιῇ, φησὶν ὁ Κύριος, τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς, οὗ τος ἀδελφός μου καὶ ἀδελφὴ καὶ μήτηρ ἐστί. Καὶ τούτων δὲ τὴν ἐπιμέλειαν διαφέρειν δοκιμάζομεν τῷ προεστῶτι τῆς ἀδελφότητος. Εἰ δὲ ἐμπεπλεγμέ νοι εἰσὶ τῷ κοινῷ βίῳ, οὐδεὶς ἡμῖν κοινὸς πρὸς αὐ τοὺς λόγος, τοῖς τὸ εὔσχημον καὶ εὐπάρεδρον τῷ Κυ ρίῳ ἀπερισπάστως κατορθοῦν ἐσπουδακόσι. Πρὸς γὰρ τῷ ἐκείνοις μηδὲν παρέχειν ὄφελος, ἔτι καὶ τὴν ἑαυτῶν ζωὴν θορύβων καὶ ταραχῆς πληροῦμεν, καὶ ἁμαρτιῶν ἀφορμὰς ἐπισπώμεθα. Ἀλλὰ οὐδὲ ἐρχομένους εἰς ἐπίσκεψιν τῶν ποτὲ οἰκείων, τοὺς καταφρονοῦντας τῶν ἐντολῶν τοῦ Θεοῦ, καὶ τὸ ἔργον τῆς εὐσεβείας ἐξουθενοῦντας, ἀκόλουθον παρα δέχεσθαι, ὡς οὐκ ἀγαπῶντας τὸν Κύριον τὸν εἰπόντα· Ὁ μὴ ἀγαπῶν με τοὺς λόγους μου οὐ τηρεῖ. Τίς δὲ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ; ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; Καὶ ὅτι μάλιστα δεῖ παντὶ τρόπῳ σπουδάζειν περιαιρεῖν τῶν ἔτι ἐν γυμνασίᾳ τῶν κατορθωμάτων τὰς πρὸς τὸ ἁμαρτάνειν ἀφορμὰς, ὧν μεγίστη ἐστὶν ἡ μνήμη τοῦ προτέρου βίου, μήποτε πάθωσι τὸ εἰρημένον ὅτι, Ἐστράφησαν ταῖς καρδίαις αὐτῶν εἰς Αἴγυπτον· ὅπερ ἐν τῇ συνεχεῖ ὁμιλίᾳ τῶν κατὰ σάρκα οἰκείων ὡς τὰ πολλὰ γίνεται. Καθόλου δὲ οὔτε οἰκεῖον οὔτε ξένον ἐπιτρέπειν χρὴ λόγους τινὰς προσάγειν τοῖς ἀδελφοῖς, ἐὰν μὴ πεισθῶμεν περὶ αὐτῶν, ὅτι πρὸς οἰκοδομὴν καὶ καταρτισμὸν τῶν ψυχῶν ποιοῦνται τὰς διαλέξεις. Εἰ δὲ χρεία γένοιτο λόγου πρὸς τοὺς ἅπαξ συνεμπεσόντας, παρὰ τῶν πεπιστευμένων τὸ τοῦ λόγου χάρισμα γινέσθω, ὡς ἐχόντων δύναμιν μετ' ἐπιστήμης εἰπεῖν καὶ ἀκοῦσαι πρὸς οἰκοδομὴν τῆς πίστεως· σαφῶς τοῦ Ἀποστόλου διδάσκοντος μὴ πᾶσι παρεῖναι