1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

29

τοῦ Ἀπο στόλου εἰπόντος· Μηδὲν ποιῶν κατὰ πρόσκλισιν, ἢ πάλιν φιλονεικίας ἣν ὡς ἀνοίκειον Χριστιανοῖς ὁ αὐτὸς ἀποπέμπεται εἰπών· Εἴ τις δοκεῖ φιλόνει κος εἶναι, ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἔχομεν, οὐδὲ αἱ Ἐκκλησίαι τοῦ Θεοῦ· ὡς διὰ τούτων τῶν μὲν ὑφαιρεῖσθαι τὴν χρείαν, πρὸς οὓς ἂν φιλονείκως ἔχωσι, τῶν δὲ ὑπερβαλεῖν, οἷς ἂν προσκεκλιμέ νοι τυγχάνωσιν. Ἔστι δὲ τὸ μὲν μισαδελφίας, τὸ δὲ προσπαθείας, τῆς μάλιστα διαβεβλημένης, ἐξ ὧν ἡ μὲν ἐξ ἀγάπης σύμπνοια τῆς ἀδελφότητος δια σπᾶται, ὑποψίαι δὲ πονηραὶ, καὶ ζῆλοι, καὶ ἔριδες, καὶ ὄκνοι πρὸς τὰς ἐργασίας ἀντεισέρχονται. Προσπαθείας μὲν οὖν καὶ φιλονεικίας διά τε τὰ εἰρημένα καὶ ἄλλα πολλὰ τοιαῦτα ἐπισυμβαίνοντα καθαρεύειν εἰς ἄκρον ἀναγκαῖον τοὺς τὰ πρὸς τὴν 31.1001 χρείαν ἐπινέμοντας τῇ ἀδελφότητι. ∆ιάθεσίν γε μὴν τοιαύτην ἑαυτοῖς συνειδέναι ὀφείλουσι, καὶ σπουδὴν τοσαύτην ἐπιδείκνυσθαι αὐτοί τε καὶ οἱ τὴν ἄλλην ἐργασίαν πρὸς τὴν τῶν ἀδελφῶν ὑπηρεσίαν ἐκτε λοῦντες, ὡς οὐκ ἀνθρώποις, ἀλλ' αὐτῷ τῷ Κυρίῳ ἐξ υπηρετούμενοι, τῷ διὰ πολλὴν ἀγαθότητα εἰς ἑαυτὸν λογιζομένῳ τὴν εἰς τοὺς ἀνακειμένους αὐτῷ τιμήν τε καὶ σπουδὴν, καὶ βασιλείας οὐρανῶν κλη ρονομίαν ὑπὲρ τούτων ἐπαγγελλομένῳ. ∆εῦτε γὰρ, φησὶν, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονο μήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Ὅτι ἐφ' ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. Καὶ ἐκ τοῦ ἐναντίου τῆς ἀμελείας γνωρίζειν τὸν κίνδυνον, μεμνημένους τοῦ εἰπόντος· Ἐπικατάρατος πᾶς ὁ ποιῶν τὰ ἔργα Κυρίου ἀμε λῶς. Ὅτι οὐ μόνον τῆς βασιλείας ἐκβάλλονται, ἀλλὰ καὶ τὴν τοῦ Κυρίου φρικώδη καὶ φοβερὰν ἐκεί νην ἐκδέχονται κατὰ τῶν τοιούτων ἀπόφασιν· Πορεύ εσθε ἀπ' ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Εἰ δὲ οἱ τὴν ἐπιμέλειαν καὶ τὴν ὑπηρεσίαν προσάγοντες τοσοῦτον μὲν τῆς σπουδῆς τὸ κέρδος εὑρίσκουσι, τοσοῦτον δὲ τῆς ἀμελείας τὸ κρῖμα ἐκδέχονται· πόσου ἀγῶνος χρεία τοῖς ὑποδε χομένοις τὴν ὑπηρεσίαν πρὸς τὸ ἀξίους ἑαυτοὺς ἀπο δεῖξαι τῆς τῶν ἀδελφῶν τοῦ Κυρίου προσηγορίας; διὰ τῆς τοῦ Κυρίου διδασκαλίας, εἰπόντος· Ὅστις γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς, οὗτός μου καὶ ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ ἐστίν. Ἐπεὶ ὅ γε μὴ τὸ θέλημα τοῦ Θεοῦ διὰ παντὸς τοῦ βίου σκοπὸν προθέμενος, ὥστε καὶ ἐν ὑγείᾳ τὸν κόπον τῆς ἀγάπης διὰ τῆς σπουδῆς τῶν τοῦ Κυρίου ἔργων ἐνδείκνυσθαι, καὶ ἐν ἀῤῥωστίᾳ πᾶσαν ὑπομονὴν καὶ μακροθυμίαν μετὰ χαρᾶς ἐπι δείκνυσθαι, κίνδυνον ἔχει· πρῶτον μὲν καὶ μέγιστον, ὅτι τοῦ Κυρίου ἀπηλλοτρίωται, καὶ τῆς τῶν ἀδελφῶν αὐτοῦ μερίδος, διὰ τὸ μὴ ποιεῖν τὸ θέλημα τοῦ Θεοῦ, ἑαυτὸν ἀποσχίσας· δεύτερον δὲ, ὅτι ἀναξίως μετέχειν τολμᾷ τῶν τοῖς ἀξίοις ἡτοιμασμένων. ∆ιόπερ ἀναγ καῖον καὶ ἐν τούτῳ μεμνῆσθαι τοῦ Ἀποστόλου εἰπόν τος· Συνεργοῦντες δὲ καὶ παρακαλοῦμεν μὴ εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ δέξασθαι ὑμᾶς· καὶ τοὺς εἰς τόπον ἀδελφῶν τοῦ Κυρίου κληθέντας μὴ καθ υβρίσαι τὴν τοιαύτην τοῦ Θεοῦ χάριν, μηδὲ προδοῦναι τὸ τοσοῦτον ἀξίωμα διὰ τῆς ἀμελείας τῶν τοῦ Θεοῦ θελημάτων, ὑπακοῦσαι δὲ μᾶλλον τῷ αὐτῷ Ἀπο στόλῳ λέγοντι· Παρακαλῶ ὑμᾶς ἐγὼ ὁ δέσμιος ἐν Κυρίῳ, ἀξίως περιπατῆσαι τῆς κλήσεως, ἧς ἐκλή θητε. 31.1004

ΕΡΩΤΗΣΙΣ ΛΕʹ. Εἰ χρὴ ἐν τῇ αὐτῇ κώμῃ πλείονας ἀδελφότητας

συγκροτεῖσθαι. ΑΠΟΚΡΙΣΙΣ. Τὸ ὑπόδειγμα τῶν μελῶν ἐπὶ πολλὰ ἀγομένων χρησίμως ἡμῖν διαρθροῖ τὸ προκείμενον. Ἐπεὶ οὖν ἔδειξεν ὁ λόγος, ὅτι τῷ μέλλοντι σώματι καλῶς καὶ κατὰ λόγον πρὸς πᾶσαν ἐνέργειαν συνηρμόσθαι χρεία ὀφθαλμῶν, καὶ γλώσσης, καὶ τῶν λοιπῶν, ὅσα ἀναγ καῖα καὶ κυριώτατα, χαλεπὸν δὲ καὶ δυσεύρετον ψυχὴ δυναμένη εἶναι ὀφθαλμὸς πλειόνων. Εἰ γὰρ καὶ προορατικὸν, καὶ ἐν λόγῳ τὸ αὔταρκες ἔχοντα, καὶ νηφαλέον, καὶ εὔσπλαγχνον, καὶ ἐν τελείᾳ καρδίᾳ ἐκζητοῦντα