1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

35

ΕΡΩΤΗΣΙΣ Μʹ. Περὶ τῶν ἐν συνόδοις πραγματειῶν. ΑΠΟΚΡΙΣΙΣ. Ἀλλ' οὐδὲ τὰς ἐν τοῖς μαρτυρίοις γινομένας ἀγο ρασίας οἰκείας ἡμῖν ὁ λόγος δείκνυσιν. Οὐ γὰρ ἄλ λου τινὸς ἕνεκεν ἐν τοῖς μαρτυρίοις ἢ ἐν τοῖς περὶ αὐτὰ τόποις φαίνεσθαι ἐπιβάλλει Χριστιανοῖς, ἢ προσευχῆς ἕνεκεν καὶ τοῦ εἰς ὑπόμνησιν ἐλθόντας τῆς τῶν ἁγίων ὑπὲρ εὐσεβείας μέχρι θανάτου ἐνστά σεως πρὸς τὸν ζῆλον τὸν ὅμοιον προτραπῆναι· με μνημένους τῆς φοβερωτάτης ὀργῆς τοῦ Κυρίου, ὅτι, καίπερ πάντοτε καὶ πανταχοῦ πραῢς ὢν, καὶ ταπεινὸς τῇ καρδίᾳ, καθὼς γέγραπται, μόνοις τοῖς περὶ τὸ ἱερὸν πωλοῦσι καὶ ἀγοράζουσι τὴν μάστιγα ἐπανετείνατο, ὡς τῆς ἐμπορίας τὸν οἶκον τῆς προσευχῆς μεταποιούσης εἰς σπήλαιον λῃστῶν. Οὐ μὴν, ἐπειδὴ ἕτεροι προλαβόντες παρέφθειραν τὴν κεκρατηκυῖαν ἐπὶ τῶν ἁγίων συνήθειαν, καὶ ἀντὶ τοῦ προσεύχεσθαι ὑπὲρ ἀλλήλων, καὶ μετὰ πλειό νων προσκυνεῖν καὶ προσκλαίειν τῷ Θεῷ, καὶ ἐξ ιλάσκεσθαι μὲν αὐτὸν ὑπὲρ τῶν ἁμαρτιῶν, εὐχαρι στεῖν δὲ ὑπὲρ τῶν εὐεργεσιῶν, οἰκοδομεῖν δὲ διὰ τοῦ λόγου τῆς παρακλήσεως, ὅπερ ἔτι καὶ ἐπὶ τῆς ἡμετέρας μνήμης τηρούμενον ἔγνωμεν, ἀντὶ τού των ἀγορὰν, καὶ πανήγυριν, καὶ κοινὸν ἐμπόριον τόν τε καιρὸν καὶ τὸν τόπον ποιοῦνται, ἤδη καὶ ἡμᾶς ἀκολουθεῖν αὐτοῖς προσῆκε, καὶ βεβαιοῦν τὰ ἄτοπα τῇ κοινωνίᾳ τοῦ πράγματος· ἀλλὰ μιμεῖ σθαι τὰς ἐπὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν τοῖς Εὐαγγελίοις ἱστορουμένας συνόδους, καὶ πλη ροῦν τὰ ὑπὸ τοῦ Ἀποστόλου ὡς συντελοῦντα τῷ τοι ούτῳ τύπῳ διατεταγμένα. Γράφει δὲ οὕτως· Ὅταν συνέρχησθε, ἕκαστος ὑμῶν ψαλμὸν ἔχει, διδα 31.1021 χὴν ἔχει, ἀποκάλυψιν ἔχει, γλῶσσαν ἔχει, ἑρ μηνείαν ἔχει· πάντα πρὸς οἰκοδομὴν γινέσθω.

ΕΡΩΤΗΣΙΣ ΜΑʹ Περὶ αὐθεντίας καὶ ὑπακοῆς. ΑΠΟΚΡΙΣΙΣ. Ἐν αὐταῖς μέντοι

ταῖς συγκεχωρημέναις τέ χναις οὐχ ἕκαστος ἣν ἔχει, ἢ βούλεται μαθεῖν, ἐπι τρέπεσθαι ὀφείλει, ἀλλ' εἰς ἣν ἂν δοκιμασθῇ ἐπι τήδειος εἶναι. Ὁ γὰρ ἀρνησάμενος ἑαυτὸν, καὶ πάντα τὰ ἑαυτοῦ θελήματα ἀποθέμενος, οὐχὶ ὃ βούλεται ποιεῖ, ἀλλ' ὃ διδάσκεται. Οὐ μὴν οὐδὲ ἀφ' ἑαυτοῦ ἐκλέγεσθαι τὸ συμφέρον συγχωρεῖ ὁ λόγος τῷ ἅπαξ τὴν ἑαυτοῦ οἰκονομίαν ἐπιτρέψαντι ἑτέροις, οἳ πρὸς ὅπερ ἂν καταμάθωσιν ἐν ὀνόματι Κυρίου ἐπιτήδειον, εἰς ἐκεῖνο αὐτὸν τάξουσιν· ἐπεὶ ὅ γε κατ' ἰδίαν ἐπι θυμίαν ἐκλεγόμενος ἔργον κατηγορίαν ἑαυτοῦ ἐκφέ ρει, πρῶτον μὲν αὐταρεσκείας, ἔπειτα, ὅτι ἢ διὰ δόξαν κοσμικὴν, ἢ διὰ κέρδους ἐλπίδα, ἢ διά τι τοι οῦτον προσπέπονθε τῷ ἐπιτηδεύματι, ἢ δι' ὄκνον καὶ ῥᾳθυμίαν προτιμᾷ τὸ κουφότερον. Τὸ δὲ ἐν τού τοις εἶναι ἀπόδειξίς ἐστι τοῦ μήπω ἀπηλλάχθαι τῆς τῶν παθῶν κακίας. Οὔτε δὲ ἠρνήσατο ἑαυτὸν ὁ ἰδίας ὁρμὰς ἐκτελεῖν θέλων, οὔτε ἀπετάξατο τοῖς τοῦ κό σμου πράγμασιν, εἴπερ ἔτι πρὸς κέρδος καὶ πρὸς δό ξαν ἐπτόηται. Οὐδὲ μὴν ἐνέκρωσεν αὐτοῦ τὰ μέλη τὰ ἐπὶ τῆς γῆς ὁ τὸν ἐν τοῖς ἔργοις κόπον μὴ ὑπο μένων· ἀλλὰ καὶ αὐθαδείας δεῖγμα καθ' ἑαυτοῦ ἐκ φέρει, ἀκριβεστέραν οἰόμενος εἶναι τὴν ἰδίαν ἑαυ τοῦ κρίσιν τῆς τῶν πλειόνων δοκιμασίας. Εἴτε οὖν ἔχει τις τέχνην μὴ κατεγνωσμένην ὑπὸ τοῦ κοινοῦ, ἀπο πηδᾷν αὐτῆς οὐκ ὀφείλει· ἀστάτου γὰρ γνώμης, καὶ προαιρέσεως ἀβεβαίου, ἐξουθενεῖν τὰ παρόντα· εἴτε μὴ ἔχει, μὴ ἑαυτῷ λαμβανέτω· ἀλλὰ τὸ παρὰ τῶν μειζόνων δοκιμασθὲν ὑποδεχέσθω, ἵνα ἐν παντὶ τὸ εὐπειθὲς διασώζῃ. Ὡς δὲ τὸ ἑαυτῷ ἐπιτρέ πειν ἀπρεπὲς ἀπεδείχθη, οὕτω καὶ τὸ παρ' ἑτέρων ἐγκριθὲν μὴ καταδέχεσθαι, κατεγνωσμένον ἐστίν. Ἀλλὰ καὶ ἐὰν ἔχῃ τις τέχνην, μὴ ἀρέσκῃ δὲ αὐτῆς ἡ χρῆσις τῇ ἀδελφότητι, ἑτοίμως αὐτὴν ἀποῤῥιπτέτω, δεικνὺς, ὅτι πρὸς οὐδὲν τῶν ἐν τῷ κόσμῳ ἐμπαθῶς διάκειται. ∆ιότι τὸ μὲν ποιεῖν τὰ θελήματα τῶν δια νοιῶν τοῦ μὴ ἔχοντός ἐστιν ἐλπίδα, κατὰ τὸν λόγον τοῦ Ἀποστόλου· τὸ δὲ ἐν παντὶ εὐπειθὲς ἀποδοχῆς ἄξιον, τοῦ αὐτοῦ Ἀποστόλου ἐπαινοῦντός τινας, ὅτι ἑαυτοὺς ἔδωκαν πρῶτον τῷ Κυρίῳ, ἔπειτα καὶ ἡμῖν διὰ