1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

39

πάντας ὁμοίως ἐπιπηδᾷν τῷ λόγῳ, θορύβου αἴτιον, καὶ ἀταξίας σημεῖον· τοῦ Ἀποστό λου μηδὲ τοὺς κατηξιωμένους τοῦ χαρίσματος τῆς διδασκαλίας πλείους ἐπὶ τὸ αὐτὸ λαλεῖν συγχω ρήσαντος, δι' ὧν φησιν· Ἐὰν δὲ ἄλλῳ ἀποκαλυφθῇ, 31.1033 ὁ πρῶτος σιγάτω· καὶ πάλιν τὸ ἄτοπον τῆς τοιαύ της ἀταξίας διελέγχοντος ἐν τῷ λέγειν· Ἐὰν οὖν συνέλθῃ ἡ Ἐκκλησία ὅλη ἐπὶ τὸ αὐτὸ, καὶ πάντες λαλῶσι γλώσσαις, εἰσέλθωσι δὲ ἰδιῶται ἢ ἄπιστοι, οὐκ ἐροῦσιν, ὅτι μαίνεσθε; Καὶ ἐὰν ὑπὸ ἀγνοίας δὲ ἄλλῳ προσαγάγῃ τὰς ἐπερωτήσεις ὁ ξένος, κἂν ἔχῃ ἀποκρίνεσθαι ἀνενδεῶς ὁ παρὰ πρόσωπον ἐπερωτηθεὶς, ὅμως τῆς εὐταξίας ἕνεκεν αὐτὸς μὲν σιωπάτω, ὑποδεικνύτω δὲ τὸν τὸ μέρος τοῦτο πεπιστευμένον, ὡς ἐποίησαν οἱ ἀπόστολοι ἐπὶ τοῦ Κυρίου, ὥστε εὔτακτον καὶ εὐ σχήμονα τὴν χρῆσιν τοῦ λόγου γίνεσθαι. Εἰ γὰρ ἐπὶ τῆς σωμάτων θεραπείας οὔτε σιδήρῳ παντός ἐστι χρήσασθαι ἐπὶ τῶν ἀσθενούντων, ἀλλὰ τοῦ τέχνην ἀνειληφότος, καὶ χρόνῳ μακρῷ, καὶ πείρᾳ, καὶ μελέτῃ τῶν ἔργων, καὶ διδασκαλίᾳ τῶν ἐπιστη μόνων· τίνα ἔχει λόγον τῇ διὰ τοῦ λόγου θεραπείᾳ τοὺς τυχόντας ἐπιπηδᾷν; Ἐν ᾧ καὶ τὸ μικρότατον παροφθὲν μεγίστην φέρει τὴν ζημίαν. Παρ' οἷς γὰρ οὐδὲ ἄρτου μετάδοσις τοῖς τυχοῦσιν ἐφίεται, ἀλλ' ἑνὶ προσήκει ἡ τοιαύτη διακονία, τῷ μετὰ δοκιμασίας πεπιστευμένῳ, παρὰ τούτοις πῶς οὐχὶ πολὺ πλέον τὴν πνευματικὴν τροφὴν ἐξειλεγμένως καὶ παρατετηρημένως ὑφ' ἑνὸς τῶν δυνατωτέρων προσ άγεσθαι χρὴ τοῖς αἰτοῦσιν; Ὥστε οὐ τῆς τυχούσης αὐθαδείας τὸν ἐπερωτηθέντα κρῖμα Θεοῦ, ἀδεῶς οὕτω καὶ ὡς ἔτυχε κατατολμᾷν τῆς ἀποκρίσεως, ἀλλὰ μὴ ὑποδεικνύειν τὸν ἐγκεχειρισμένον τὴν τοῦ λόγου οἰκονομίαν, ὃς, διὰ τὸ πιστὸς εἶναι πάντως καὶ φρόνιμος οἰκονόμος, ἐπελέγη εἰς τὸ διαδι δόναι μὲν ἐν καιρῷ τὴν πνευματικὴν τροφὴν, οἰκο νομεῖν δὲ τοὺς λόγους αὐτοῦ ἐν κρίσει, καθὼς γέ γραπται. Κἂν διαφεύγῃ δέ τι τὸν ὀφείλοντα ἀποκρί νεσθαι, καὶ ἄλλος ἐξεύρῃ, μὴ τῷ ἐλέγχῳ εὐθὺς ἐπιπηδάτω, ἀλλ' ἰδίᾳ ὑποβαλλέτω τὸ παραστάν. Ἐπάρσεως γὰρ ἀφορμὴ ἐκ τούτου κατὰ τῶν προεχόν των τοῖς ὑποδεεστέροις γίνεται, ὥστε, κἂν χρησίμως ἀποκριθῇ τις, μὴ καθηκόντως δὲ, ἔνοχός ἐστι τοῖς τῆς ἀταξίας ἐπιτιμίοις. 31.1036

ΕΡΩΤΗΣΙΣ Μςʹ. Περὶ τοῦ μὴ συγκρύπτειν ἁμαρτήματα ἀδελφῷ ἢ ἑαυτῷ.

ΑΠΟΚΡΙΣΙΣ Πᾶν δὲ ἁμάρτημα ἀναφέρεσθαι δεῖ τῷ προ εστῶτι, ἢ παρ' αὐτοῦ τοῦ ἡμαρτηκότος, ἢ παρὰ τῶν συνεγνωκότων, ἐὰν αὐτοὶ θεραπεῦσαι μὴ δυνηθῶσι, κατὰ τὸ ὑπὸ τοῦ Κυρίου προστεταγμένον. Κακία γὰρ σιωπηθεῖσα νόσος ὕπουλός ἐστιν ἐν τῇ ψυχῇ. Ὡς οὖν οὐκ ἂν εἴποιμεν εὐεργέτην τὸν ἐγκατακλείοντα τῷ σώματι τὰ ὀλέθρια, ἀλλὰ μᾶλλον τὸν διὰ ὀδύνης καὶ ἀμύξεως εἰς τὸ φανερὸν ἕλκοντα, ὥστε ἢ διὰ ἐμέτου ἀποῤῥίψαι τὸ βλάπτον, ἢ καθόλου διὰ τῆς τοῦ πάθους φανερώσεως εὔγνωστον ὑπάρξαι τὸν τρόπον τῆς θεραπείας· οὕτω, δηλονότι, καὶ τὸ κρύπτειν ἁμαρτίαν συγκατασκευάζειν ἐστὶ τῷ νοσοῦντι τὸν θάνατον. Κέντρον γὰρ, φησὶ, τοῦ θανάτου ἡ ἁμαρ τία. Κρείσσους δὲ ἔλεγχοι μετὰ παῤῥησίας κρυπτομένης φιλίας. Μήτε οὖν ἄλλος ἄλλῳ συγκρυ πτέτω, ἵνα μὴ ἀδελφοκτόνος ἀντὶ φιλαδέλφου γένη ται, μήτε αὐτὸς ἑαυτῷ. Ὁ γὰρ μὴ ἰώμενος, φησὶν, ἑαυτὸν ἐν τοῖς ἔργοις αὑτοῦ ἀδελφός ἐστι τοῦ λυμαινομένου ἑαυτόν.

ΕΡΩΤΗΣΙΣ ΜΖʹ. Περὶ τῶν μὴ καταδεχομένων τὰ παρὰ τοῦ προ εστῶτος

τυπούμενα. ΑΠΟΚΡΙΣΙΣ Τὸν δὲ μὴ καταδεχόμενον τὰ παρὰ τοῦ προεστῶτος ἐγκριθέντα χρὴ φανερῶς ἢ ἰδίᾳ αὐτῷ ἀντιλέγειν, εἴ τινα ἔχοι λόγον ἰσχυρὸν κατὰ τὸ βούλημα τῶν Γρα φῶν, ἢ σιωπήσαντα τὸ προστεταγμένον ποιεῖν. Εἰ δὲ αὐτὸς αἰσχύνοιτο, ἄλλοις τισὶ μεσίταις πρὸς τοῦτο χρησάσθω, ἵνα, εἰ μὲν παρὰ τὴν Γραφὴν