1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

43

πινομένων εὑρέσεως· τὸ δὲ περινενοημένον καὶ περίεργον, καὶ ἀσχολίαν πολλὴν ἐμποιοῦν, καὶ οἱονεὶ πᾶσαν ἡμῶν τὴν ζωὴν εἰς τὴν τῆς σαρκὸς ἐπιμέλειαν περιστρέφον, παραι τητέον Χριστιανοῖς· καὶ σπουδαστέον οὕτω κεχρῆ σθαι τῇ τέχνῃ, εἴποτε δέοι, ὡς μὴ ἐν αὐτῇ τὴν πᾶσαν αἰτίαν τοῦ ὑγιαίνειν ἢ νοσεῖν τίθεσθαι, ἀλλ' ὡς εἰς δόξαν Θεοῦ καὶ τύπον τῆς τῶν ψυχῶν ἐπιμελείας τὴν χρῆσιν τῶν ἀπ' αὐτῆς παραλαμβάνειν. Ἐν ἐρη μίᾳ δὲ τῶν ἐξ ἰατρικῆς βοηθημάτων μὴ πᾶσαν ἔχειν τὴν ἐλπίδα πρὸς τὴν τῶν λυπηρῶν παραμυθίαν ἐν τῇ τέχνῃ ταύτῃ, ἀλλ' εἰδέναι, ὅτι ἢ οὐκ ἐάσει ἡμᾶς πειρασθῆναι ὑπὲρ ὃ δυνάμεθα ὑπενεγκεῖν, ἢ ὥσπερ τότε ὁ Κύριος, ποτὲ μὲν πηλὸν ποιῶν, ἐπ έχριε, καὶ νίψασθαι προσέτασσεν εἰς τὸν Σιλωὰμ, ποτὲ δὲ ἠρκεῖτο τῷ βουλήματι μόνῳ, λέγων, Θέλω, καθαρίσθητι· τινὰς δὲ καὶ ἐναθλεῖν τοῖς ἐπιπόνοις ἀφῆκε, δοκιμωτέρους αὐτοὺς διὰ τῆς πείρας παρασκευάζων· οὕτω καὶ ἐφ' ἡμῶν, ὁτὲ μὲν ἀοράτως ἐκ τοῦ ἀφανοῦς ἐφαπτόμενος, ὅταν τοῦτο συμφέρον ταῖς ψυχαῖς ἡμῶν καταμάθῃ, ὁτὲ δὲ καὶ ὑλικαῖς κεχρῆσθαι βοηθείαις ἐπὶ τῶν παθῶν ἡμῶν εὐδοκεῖ, τῇ παρατάσει τῆς θεραπείας ἔμμονον τὴν μνήμην τῆς χάριτος ἐμποιῶν, ἢ καὶ τύπον τινὰ πρὸς τὴν ἐπιμέλειαν, ὡς εἶπον, τῆς ψυχῆς παρεχόμενος. Ὡς γὰρ ἐπὶ τῆς σαρκὸς ἥ τε τοῦ ἀλλοτρίου ἀπόθεσις ἀναγκαία, καὶ ἡ πρόσθεσις τοῦ ἐνδέοντος· οὕτω καὶ ἐπὶ τῆς ψυχῆς ἡμῶν ἀποικονομεῖσθαι μὲν τὸ ἀλλό τριον, προσλαμβάνειν δὲ τὸ κατὰ φύσιν προσῆκον. Ὅτι ὁ Θεὸς ἐποίησε τὸν ἄνθρωπον εὐθῆ· καὶ ἔκτισεν ἡμᾶς ἐπὶ ἔργοις ἀγαθοῖς, ἵνα ἐν αὐτοῖς περιπατή σωμεν. Καὶ ὥσπερ ἐκεῖ τομῶν, καὶ καύσεων, καὶ πι 31.1048 κρῶν φαρμάκων μεταλήψεως ὑπὲρ τῆς τοῦ σώματος θεραπείας ἀνεχόμεθα· οὕτω καὶ ἐνταῦθα τὰ τμη τικὰ τοῦ ἐλεγκτικοῦ λόγου, καὶ τὰ πικρὰ τῶν ἐπι τιμήσεων φάρμακα ὑπὲρ τῆς κατὰ ψυχὴν θερα πείας καταδέχεσθαι χρή. Ὅπερ τοῖς μὴ παιδευ θεῖσιν ὁ προφητικὸς λόγος ἐπονειδίζων φησί· Μὴ ῥητίνη οὐκ ἔστιν ἐν Γαλαάδ; ἢ ἰατρὸς οὐκ ἔστιν ἐκεῖ; ∆ιὰ τί οὐκ ἀνέβη ἴασις θυγατρὸς λαοῦ μου; Καὶ τὸ ἐπὶ τῶν χρονίων δὲ παθῶν διὰ μακροῦ χρόνου καὶ διὰ βοηθημάτων ἀλγεινῶν τε ὁμοῦ καὶ ποικίλων τὴν ἴασιν ἀναμένειν, ἔνδειγμά ἐστι τοῦ καὶ τὰ τῆς ψυχῆς ἁμαρτήματα διὰ φιλοπόνου δεήσεως καὶ πολυχρονίου μετανοίας καὶ ἀγωγῆς ἐπιπόνου, ἣν ἂν ὁ λόγος ἡμῖν αὐτάρκη πρὸς ἴασιν ὑπο βάλῃ, ὀφείλειν ἡμᾶς ἐπανορθοῦσθαι. Οὐ τοίνυν, ἐπειδή τινες οὐ καλῶς χρῶνται τῇ τέχνῃ τῇ ἰατρικῇ, φευκτέον ἡμῖν πᾶσαν τὴν ἀπ' αὐτῆς ὠφέλειαν. Οὐδὲ γὰρ, ἐπειδὴ μαγειρικῇ πρὸς τρυφῆς ἐπίνοιαν οἱ περὶ τὰς ἡδονὰς ἀκόλαστοι κέχρηνται, ἢ τῇ ἀρτοποιίᾳ, ἢ τῇ ὑφαντικῇ, ὑπερβαίνοντες τὸν ὅρον τῶν ἀναγκαίων, ἤδη ἡμᾶς πάσας ὁμοῦ χρὴ παραιτεῖσθαι τὰς τέχνας· τὸ ἐναντίον μὲν οὖν, ἐκ τῆς ὀρθῆς αὐτῶν χρήσεως τὸ ὑπ' ἐκείνων παραφθειρόμενον διελέγχειν. Οὕτω δὲ καὶ ἐπὶ τῆς ἰατρικῆς τὴν παρὰ τοῦ Θεοῦ χάριν πονηρᾷ διαβάλλειν χρήσει οὐκ εὔλογον. Τό τε γὰρ ἐν ταῖς χερσὶ τῶν ἰατρῶν τὴν ἐλπίδα ἔχειν τῆς ἑαυτῶν ὑγείας κτηνῶδες· ὅπερ πάσχοντάς τινας τῶν ἀθλίων ὁρῶμεν, οἳ καὶ σωτῆρας αὐτοὺς ὀνομάζειν οὐ παραιτοῦνται· τό τε πάντη τὰς ἀπ' αὐτῆς ὠφελείας ἀποφεύγειν φιλόνεικον. Ἀλλ' ὥσπερ ὁ Ἐζεκίας τὴν παλάθην τῶν σύκων οὐχὶ πρῶτον αἴτιον ὑγείας ἡγεῖτο, οὐδὲ τούτῳ τὴν αἰτίαν τῆς ἰάσεως τοῦ σώματος ἐλο γίζετο, προσετίθει δὲ τῇ δόξῃ τοῦ Θεοῦ καὶ τὴν ἐπὶ τῇ κτίσει τῶν σύκων εὐχαριστίαν· οὕτω καὶ ἡμεῖς, παρὰ τοῦ ἀγαθῶς καὶ φρονίμως οἰκονομοῦντος τὴν ζωὴν ἡμῶν Θεοῦ δεχόμενοι τὰς πληγὰς, παρ' αὐτοῦ πρῶτον μὲν αἰτοῦμεν τὴν γνῶσιν τοῦ λόγου καθ' ὃν ἐπάγει τὰς μάστιγας, ἔπειτα δὲ τήν τε ἀπαλλαγὴν τῶν ὀδυνηρῶν καὶ τὴν ὑπομονὴν, πρὸς τὸ σὺν τῷ πειρασμῷ παρασχεῖν καὶ τὴν ἔκβασιν, τοῦ δύνασθαι ἡμᾶς ὑπενεγκεῖν. ∆οθεῖσαν δὲ ἡμῖν τῆς ἰάσεως τὴν χάριν, ἢ διὰ τοῦ οἰνελαίου, ὡς ἐπὶ τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστὰς, ἢ διὰ τῶν σύκων, ὡς ἐπὶ τοῦ Ἐζεκίου, εὐχαρίστως ὑποδεχόμεθα. Καὶ οὐδὲν διοισόμεθα, εἴτε ἐκ τοῦ ἀφανοῦς γένοιτο ἡμῖν ἡ ἐπιμέλεια τοῦ Θεοῦ, εἴτε καὶ διά τινος τῶν σωματικῶν· ἃ πολλάκις