1

 2

 3

2

καταιγίδες σπιλάζουσαι. Αἱ θλίψεις ὡς κύματα ὠρύονται, αἱ ἐπιβουλαὶ ὡς ὕφαλοι κρύπτονται πέτραι, οἱ ἐχθροὶ ὡς κύνες περικεχή νασιν, οἱ ἅρπαγες ὡς πειραταὶ ἐφεδρεύουσι, τὸ γῆρας ὡς χειμὼν ἐπέρχεται, ὁ θάνατος ὡς ναυάγιον ἐφίσταται. Εἶδες τὴν ζάλην, κυβέρνησόν σου τὸν χειμῶνα, βλέπε πῶς πλέεις, μὴ ὑπέραν τλον ποιήσῃς τὸ σαυτοῦ σκάφος, ἢ τῷ ἐξ ἀδι κίας πλούτῳ, ἢ τῷ ἐκ παθῶν φόρτῳ· διὰ τοῦτο ὁ μακάριος Παῦλος ἀρτίως βοᾷ· Ἔστι πορισμὸς μέγας ἡ εὐσέβεια. Πλοῦτος οὐράνιος, θησαυρὸς μυστηρίων, σοφίας πέλαγος, γνῶσις ἀληθείας, προσκύνησις τῆς ἀκτίστου Τριάδος, ἔσοπτρον τοῦ παρθενικοῦ μυστηρίου, πίστις ἀπολυπραγμόνητος, ὁμολογία ἔρευναν φεύγουσα, κήρυγμα ὅσιον, διὰ γλώσσης προσφερόμενον, δι' ἀκοῆς εἰσδυόμενον, ἐν ψυχῇ ῥιζούμενον, καὶ Τριάδος ἔλλαμψιν χαριζόμε νον. Ἔστι πορισμὸς μέγας ἡ εὐσέβεια μετὰ αὐτ αρκείας.

Οὐδὲν γὰρ αὐταρκείας πλουσιώτερον, βίος ἀπέριττος, ἀνάπαυσις ἀφρόντιστος, πλοῦτος ἀνεπιβούλευτος, χρεία μετὰ ἀνέσεως, βάρος ἄνευ θλί ψεως, ζωὴ ἀνενδεὴς, ἀπόλαυσις ἀνύβριστος. Οἱ αὐτάρκειαν ἀσκοῦντες φεύγουσι τὴν τοῦ πλούτου ζάλην. Πάντα γὰρ φοβεῖται ὁ πλούσιος· τὰς ἡμέρας, ὡς δικαστηρίων καιρούς· τὰς ἑσπέρας, ὡς λῃστῶν εὐκαιρίας· τὰς νύκτας, ὡς φροντίδων μάστιγας· τοὺς ὄρθρους, ὡς κολάκων ἐφόδους. Καὶ οὐ μόνον καιρὸν, ἀλλὰ καὶ τόπον δέδοικε. Φρίττει λῃστῶν διορυγὰς, κλεπτῶν ἐπιβουλὰς, βιαστῶν συκοφαντίας, τῶν βιασθέντων τὰς κατηγορίας, τῶν δυνατω τέρων τὰς διαρπαγὰς, τῶν οἰκετῶν τὰς κακουργίας, τῶν δηλατόρων τὰς περιεργίας, τῶν ἀναπρατ τόντων τὴν ἀγνωμοσύνην, τῶν γειτόνων τὰς ἐνθυμήσεις, τῶν τοίχων τὴν σαθρότητα, τῶν οἰκιῶν τὰς καταπτώσεις, τῶν βαρβάρων τὰς ἐφόδους, τῶν πολιτῶν τοὺς δόλους, τῶν δικαζόντων τὰς ἀποφάσεις, 31.1720 τὸ μετὰ τὸ σχεῖν ἀπολέσαι, τὴν μετὰ τὴν κτῆσιν ἀφαίρεσιν. Ἄνθρωπε, εἰ τοσοῦτος ὁ χειμὼν τῆς κτήσεως, ποῦ τὸ ἔαρ τῆς ἀπολαύσεως; Ἔστι πορι σμὸς μέγας ἡ εὐσέβεια μετὰ αὐταρκείας. Οὐ τῷ παρόντι συγκατακλείεται βίῳ, φησίν. Ἀθάνατος γάρ ἐστιν ἡ κτῆσις, πλούτῳ δαπανωμένῳ γὰρ οὐχ ἁλίσκεται. Εἰπὲ, ὦ Παῦλε, Οὐδὲν εἰσηνέγκαμεν εἰς τὸν κόσμον. Ἀρκεῖ ἡ ἰσοτιμία τῆς εἰόδου διῶξαι τὴν ἀνωμαλίαν τοῦ τύφου τῆς πολιτείας. Οὐδὲν εἰσηνέγκαμεν εἰς τὸν κόσμον· γυμνοὶ τῆς μητρῴας γαστρὸς ἐξήλθομεν. Οὐδὲν εἰσῆλθες ἔχων, πλεονέκτα· οὐ χρυσόν· ἐκ γῆς γὰρ μεταλλεύεται· οὐκ ἄργυρον· οὐ γὰρ συνεσπάρη· οὐκ ἐσθῆτα· τέχνης γὰρ ὑφαντικῆς ἐπίνοια· οὐ κτήματα, ἅπερ ἐφιλέργησε πλοῦτος, καὶ ᾠκοδόμησαν χεῖρες· οὐκ ἀξίωμα, εἰ μὴ μόνον τὸ κατ' εἰκόνα· οὐ δυναστείαν, ἣν φθείρει χρόνος, καὶ θερίζει θάνατος. Γυμνὸς εἰς τὸν κόσμον εἰσῆλθες, εἴθε καὶ γυμνὸς ἁμαρτημάτων ἐξέλθοις τοῦ βίου! Οὐδὲν εἰσ- ηνέγκαμεν εἰς τὸν βίον, ἀλλ' οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα. Καὶ οὐδὲν, ὦ Παῦλε, τῶν τοῦ βίου ἐκφέρομεν; Τῶν τοῦ βίου οὐδὲν, εἰ μὴ μόνον ἀρετὰς, εἰ ἐπράξαμεν. Ἐκφέρομεν σωφροσύνην, εἰ ἠνθήσαμεν. Ἐκφέρομεν ἐλεημοσύνην, εἰ ἐπλουτή- σαμεν. Αὗται ψυχῇς συνήγοροι, βίου ἄγκιστρα.

Ἐνταῦθα πλοῦτος ἀπομένει, ἁρπάζεται χρυσὸς, μερίζεται ἄργυρος, πιπράσκεται κτήματα, ληθαργεῖται δόξα, παύεται δυναστεία, σβέννυται φόβος. Τῇ γὰρ σκηνῇ τοῦ βίου συνδιαλύεται τὸ σχῆμα. Τί οὖν, Ἔχοντες διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα. Φεύγω τὸ περιττὸν, ὡς ἄχρηστον, καὶ ζητῶ τὸ ἀναγκαῖον, ὡς ἀκατηγόρητον. Ἕστηκεν ἐκεῖ γυμνὸς ὁ πλούσιος, εἰ μὲν ἔχει ἀρετὰς, κἀκεῖ πλούσιος· εἰ δὲ τούτων γυμνὸς, πένης αἰώνιος. Οὐδὲν γὰρ τῆς ἐναρέτου πενίας πλουσιώτερον. Πέτρος πένης· ἀλλ' ἐσκύλευσε θάνατον. Ἰωάννης πένης· ἀλλὰ χωλοῦ ἀνώρθωσε πόδας. Φίλιππος πένης· ἀλλ' εἶδεν ἐν τῷ Υἱῷ τὸν Πατέρα. Ματθαῖος πένης· ἀπεδύσατο γὰρ μετὰ τῆς ἁρπαγῆς τὸν πλοῦτον. Θωμᾶς πένης· ἀλλ' ὤρυξε θησαυρὸν ἀνελλιπῆ τὴν πλευρὰν τοῦ ∆εσπότου. Παῦλος πένης· ἀλλὰ τοῦ