1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

4

εἴτε ἀσθε 31.1332 νεῖν· ἀλλ' αἴτει, καθὼς προσετάχθης, τὴν βασι λείαν τοῦ Θεοῦ. Περὶ γὰρ τῆς χρείας τοῦ σώμα τός σου, καθὼς προέφην, αὐτὸς φροντίσει. Ἀξιωμα τικώτατος γάρ ἐστιν ὁ βασιλεὺς ἡμῶν, καὶ ἀγα νακτεῖ, ἐάν τις αὐτὸν μικρόν τι αἰτήσῃ, ἐάν τις ἡμῶν περὶ τῶν οὐδὲν προσηκόντων αὐτὸν αἰτῇ. Μὴ τοίνυν ἐν τῇ προσευχῇ σου ἀγανάκτησιν σεαυτῷ προσαγάγῃς, ἀλλ' αἴτησον σεαυτῷ ἄξια τοῦ βασιλέως Θεοῦ. Αἰτῶν δὲ τὰ ἄξια τοῦ Θεοῦ, μὴ ἀποστῇς, ἕως ὅτου λάβῃς. Τοῦτο γὰρ αἰνιττόμενος ὁ Κύριός φησιν ἐν τῷ Εὐαγγελίῳ· Τίς ἐξ ὑμῶν ἕξει φίλον, καὶ πο ρεύσεται πρὸς αὐτὸν μεσονυκτίῳ, καὶ ἐρεῖ αὐτῷ· Φίλε, χρῆσόν μοι τρεῖς ἄρτους, ἐπειδὴ φίλος μοι παρεγένετο ἐξ ὁδοῦ, καὶ οὐκ ἔχω ὃ παραθήσω αὐτῷ· κἀκεῖνος ἔσωθεν ἀποκριθῇ· Μή μοι κό πους πάρεχε· ἤδη γὰρ ἡ θύρα κέκλεισται, καὶ τὰ παιδία μου μετ' ἐμοῦ ἐν τῇ κοίτῃ εἰσὶν, οὐ δύναμαι ἀναστὰς δοῦναί σοι. Λέγω ὑμῖν, εἰ καὶ οὐ δώσει αὐτῷ, ἀναστὰς διὰ τὸ φίλον αὐτοῦ εἶναι, ἀλλά γε διὰ τὴν ἀναίδειαν αὐτοῦ ἀναστὰς δώσει αὐτῷ ὅσων χρῄζει. Ὑπόδειγμα ἡμῖν δίδωσιν ὁ Κύριος, ἵνα διδάξῃ ἡμᾶς εὐτόνους εἶναι καὶ φιλονείκους ἐν πίστει. Ὑπό δειγμα γὰρ λαμβάνει ἀπὸ ἀνθρώπου πρὸς ἄνθρωπον, ἵνα μάθῃς μὴ ἀπαγορεύειν ποτέ· ἵνα, ὅταν αἰτήσῃς, καὶ μὴ λάβῃς, μὴ ἀποστῇς ἕως ὅτου λάβῃς, πλὴν, καθὼς προεῖπον, ἐὰν αἰτῇς ἅπερ ὁ Θεὸς θέλει· καὶ μὴ εἴπῃς, ὅτι Ἁμαρτωλός εἰμι, καὶ οὐκ ἀκούομαι. Ἵνα γὰρ μὴ ἀπογινώσκῃς, διὰ τοῦτό φησιν· Εἰ καὶ μὴ διὰ τὸ φίλον αὐτοῦ εἶναι δώσει αὐτῷ, ἀλλά γε διὰ τὴν ἀναίδειαν αὐτοῦ δώσει αὐτῷ ὅσων χρῄζει. Λοιπὸν κἂν μὴν παρέλθοι, κἂν ἐνιαυτὸς, κἂν τριετὴς, κἂν τετραετὴς χρόνος, κἂν πλείονα ἔτη, ἕως ὅτου λάβῃς, μὴ ἀναχωρήσῃς, ἀλλὰ μετὰ πίστεως αἴ τει, διαπαντὸς τὸ ἀγαθὸν ἐργαζόμενος. Πολλάκις γάρ τις ἐξ ἡμῶν ἐν νεότητι ἀντεποιήθη σωφροσύνης, εἶτα ὑπεισῆλθεν ἡ ἡδονὴ, ἐκινήθησαν αἱ κατὰ φύσιν ἐπιθυμίαι, ἠσθένησεν ἡ προσευχὴ, ἐπεβλήθη τῇ νεό τητι οἶνος, ἀπώλετο ἡ σωφροσύνη, καὶ γέγονεν ὁ ἄν θρωπος ἄλλος ἀντ' ἄλλου. Οὕτως αἱ μεταβολαὶ γίνον ται, διὰ τὸ μὴ γενναίῳ λογισμῷ ἀνθίστασθαι τοῖς πάθεσι. ∆εῖ οὖν τὰ μὲν παρ' ἑαυτοῦ εἰσφέρειν πάντα, βοᾷν δὲ πρὸς τὸν Θεὸν, ἵνα συμμαχήσῃ αὐτῷ. Ἐὰν γάρ τις χαυνότητι ἐκδώσει ἑαυτὸν ταῖς ἐπιθυ 31.1333 μίαις, καὶ ἑαυτὸν προδώσει τοῖς ἐχθροῖς, τούτῳ ὁ Θεὸς οὐ συμμαχεῖ, οὐδὲ εἰσακούει· προλαβὼν γὰρ διὰ τῆς ἁμαρτίας ἠλλοτρίωσεν ἑαυτὸν ἀπὸ τοῦ Θεοῦ. Ὁ γὰρ θέλων βοηθεῖσθαι ὑπὸ τοῦ Θεοῦ, τὸ πρέπον οὐ προδίδωσιν· ὁ δὲ τὸ πρέπον μὴ προδιδοὺς οὐ προδίδοταί ποτε ὑπὸ τῆς θείας συμμαχίας. Χρὴ τοί νυν ἐν μηδενὶ καταγινώσκεσθαι ὑπὸ τοῦ ἰδίου συνειδό τος, καὶ οὕτως τὴν θείαν συμμαχίαν ἐπικαλεῖσθαι· ἐπικαλεῖσθαι δὲ μὴ ῥᾳθύμως, μὴ μετεωριζομένῳ τῷ νῷ ὧδε κἀκεῖσε· ὁ γὰρ τοιοῦτος οὐ μόνον οὐ λήψε ται τὸ αἴτημα, ἀλλὰ καὶ μειζόνως παροξυνεῖ τὸν ∆εσπότην. Εἰ γὰρ, ἐπὶ ἄρχοντός τις ἑστὼς καὶ διαλε γόμενος, μετὰ πολλοῦ φόβου ἵσταται, ἀμετεώριστον ἔχων καὶ τὸ ἔξωθεν ὄμμα καὶ τὸ τῆς ψυχῆς ἔνδοθεν, μήποτε κινδυνεύσῃ· πόσῳ μᾶλλον ἐπὶ Θεοῦ χρὴ ἑστάναι μετὰ φόβου καὶ τρόμου, ὅλον τὸν νοῦν τετα μένον ἔχοντα πρὸς αὐτὸν μόνον, καὶ ἀλλαχοῦ μηδα μοῦ; ∆ιότι αὐτὸς οὐ μόνον τὸν ἔξωθεν ἄνθρωπον βλέ πει, καθὼς οἱ ἄνθρωποι, ἀλλὰ καὶ τὸν ἔνδοθεν καθορᾷ. Ἐὰν τοίνυν οὕτως, ὡς χρὴ, στήκῃς ἐνώπιον τοῦ Θεοῦ, καὶ τὰ παρὰ σεαυτοῦ πάντα εἰσφέρῃς, μὴ ἀπο στῇς, ἕως ὅτου λάβῃς τὸ αἴτημά σου· ἐὰν δὲ καταγι νώσκῃ ὑπὸ τοῦ συνειδότος σου ὡς καταφρονῶν, καὶ ἐὰν μετεώρως στήκῃς εἰς εὐχὴν, δυνάμενος ἀμετεω ρίστως στῆναι, μὴ τολμήσῃς στῆναι ἐνώπιον τοῦ Θεοῦ, ἵνα μὴ γένηται ἡ προσευχή σου εἰς ἁμαρτίαν. Εἰ δὲ, ἐξασθενήσας ὑπὸ τῆς ἁμαρτίας, ἀπερισπάστως οὐ δύνασαι εὔχεσθαι, ὅσον δύνασαι σεαυτὸν βιάζου, καὶ προσκαρτέρει στήκων ἐνώπιον τοῦ Θεοῦ, τὸν νοῦν πρὸς αὐτὸν ἔχων, καὶ ἐπισυνάγων αὐτὸν πρὸς ἑαυτὸν, καὶ ὁ Θεὸς συγγνώμην ποιεῖ, ὅτι οὐκ ἀπὸ κα ταφρονήσεως, ἀλλὰ ἀπὸ ἀσθενείας οὐκ ἰσχύεις, ὡς χρὴ, στήκειν ἐνώπιον τοῦ Θεοῦ. Ἐὰν οὕτω βιάζῃ ἑαυτὸν εἰς πᾶν ἔργον ἀγαθὸν, μὴ ἀποστῇς, ἕως ὅτου λάβῃς τὸ