1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

10

διαναστά σεως τῶν παθῶν. Εἰ γὰρ, διανοουμένων ἡμῶν τι πολλάκις κατὰ τὸν βίον συντόνῳ λογισμῷ, καὶ ἡ ὄψις καὶ ἡ ἀκοὴ ἀνενέργητος ἔμεινε, καὶ ὅλη ἡ ψυχὴ τοῦ ἐνθυμήματος ἔχεται, καταλιποῦσα τὰς αἰσθήσεις ἐρήμους, πολλῷ μᾶλλον εἰ ὁ θεῖος ἔρως ἐνακμάζοι 31.1352 ἡμῶν τῇ ψυχῇ, οὐδὲ καιρὸν τῆς περὶ τὰ πάθη ἐννοίας ἕξομεν. Εἰ δέ που καὶ μικρὸν ταῦτα διανα σταίη, ταχέως τῇ τῆς ψυχῆς μεγαλονοίᾳ καταστα λήσεται. Τί γὰρ βέλτιον, εἰπέ μοι, μιμεῖσθαι τῶν δένδρων τὰ εὔκαρπα, ἃ καὶ αὐτὰ πλουτεῖ, καὶ ἑτέ ρους ταῖς εὐκαρπίαις εὐφραίνει, ἢ παρεοικέναι τῶν λαχάνων τοῖς ὑπὸ καύσωνος καὶ ἀνυδρίας μαραινο μένοις, καὶ εἶναι, κατὰ τὸν προφήτην, ὥσπερ σεύ τλιον ἡμίεφθον, οὐδὲ ταῖς οἰκείαις χρείαις ὑπηρετεῖ σθαι δυνάμενον (καὶ ταῦτα αὐτοτελῆ τὴν τῆς οἰκείας θεραπείας δύναμιν παρὰ τῆς φύσεως ἔχοντας)· ἐξ ἡμισείας δὲ τὴν φιλοσοφίαν ἐργάζεσθαι ψυχῇ μόνῃ, ἀλλ' οὐχὶ καὶ τῷ σώματι; Εἰ μὲν γὰρ ἔξω τοῦ σώ ματος καθειστήκειμεν, ἀναγκαῖον τῇ ψυχῇ μόνῃ σπουδάζειν τὰ βέλτιστα· ἐπεὶ δὲ διπλοῦς ὁ ἄνθρωπος, διπλοῦν εἶναι προσήκει καὶ τὸ τῆς ἀρετῆς σπούδασμα, πόνοις τε σώματος καὶ ψυχῆς ἀσκήμασι κατορθού μενον. Πόνοι δὲ σώματος οὐχ ἡ ἀργία, ἀλλὰ τὸ ἔρ γον ἐστί. ∆εῖ μέντοι καὶ τοῦτο σκοπεῖν, ὅπως ἂν μὴ προ φάσει τῆς τοῦ σώματος χρείας εἰς ὑπηρεσίαν τῶν ἡδονῶν ἐξοκείλωμεν. Εἰ μὲν γὰρ ἦν, ἐνδείᾳ διηνεκεῖ προσανέχοντας, τὰς καθηκούσας ἐκτελεῖν ἐργασίας τῷ σώματι, τοῦτο ἂν ἦν ἄριστον· ἐπεὶ δὲ λίαν ὀλίγων σωμάτων ἐστὶ τῇ τοιαύτῃ διαιτήσει μὴ κατα πίπτειν, δεῖ καὶ νηστεύειν ἔμμετρα, καὶ τὴν ἀναγ καιοτάτην ἐπικουρίαν εἰσφέρειν τῷ σώματι, μὴ τῆς ἡδονῆς ἡγουμένης περὶ τὰ βρώματα, ἀλλὰ τοῦ λογι σμοῦ τὴν χρείαν μετὰ ἀκριβείας ὁρίζοντος· καθάπερ τινὸς ἐπιστήμονος ἰατροῦ τοῖς καθήκουσιν ἀπροσπα θῶς τὴν ἀσθένειαν θεραπεύοντος. Ταύτης γὰρ τῆς διαθέσεως ἐν ψυχῇ γενομένης, οὐδὲν ὁ μετέχων τῆς τροφῆς τοῦ μὴ μετέχοντος δεύτερος εἰς φιλοσο φίαν φανεῖται· ἀλλὰ τῷ μὲν σκοπῷ τὴν διηνεκῆ οὐ νηστείαν μόνον, ἀλλὰ καὶ ἀτροφίαν κατώρθωσε, τῇ δὲ περὶ τὸ σῶμα προμηθείᾳ τῆς ἀρίστης οἰκονομίας τὸ ἐπαινετὸν ἔχει. Οὐ γὰρ οἶδεν ἡ σύμμετρος ἀγωγὴ τοῦ σώματος καὶ ἐγκράτεια τὰς ἐπιθυμίας ἀναφλέ γειν, καὶ ἀδάμαστα τὰ πάθη ποιεῖν. Πλεονεξίας γὰρ καὶ τρυφῆς τοῦτό γε. Καὶ ταῦτα μὲν οὖν, ὅσον ἐκ τῶν τῆς φύσεως νόμων καὶ μαρτυριῶν τῆς θείας Γραφῆς, συστῆσαι τὸ νῦν εἰς διάσκεψιν ἡμῖν προ κείμενον. Ἐπειδὴ δὲ δεῖ μὴ μόνον ταῖς τῶν λόγων ὑποθήκαις κρατῦναι τὰ εἰρημένα, ἀλλὰ καὶ πρακτι κοῖς ὑποδείγμασι τὴν συμβουλὴν βεβαιώσασθαι, ἐπ' αὐτὴν ἤδη βαδιοῦμαι τοῦ Σωτῆρος τὴν πολι τείαν, ἣν κατὰ σάρκα πολιτευσάμενος πᾶσι τοῖς εὐ σεβῶς βιώσασθαι θέλουσι τύπον ἀρετῆς καὶ πρό γραμμα τέθεικεν· ὥστε τοὺς λοιποὺς, ὁρῶντας εἰς ἐκείνους τοὺς χαρακτῆρας, τὴν ὁμοίαν τοῖς ἑαυτῶν 31.1353 βίοις ἐναποτυποῦν ἰδέαν, οὐδαμοῦ τὸ ἀρχέτυπον τῇ παραλλαγῇ τῆς μιμήσεως διαστρέφοντας. Ὅτι γὰρ τὸν οἰκεῖον βίον ὁ Σωτὴρ εἰκόνα πολιτείας ἀρίστης πᾶσι τοῖς αὐτῷ πείθεσθαι θέλουσιν ἔθηκεν, ἄκουσον αὐτοῦ διαῤῥήδην τοῦτο διδάσκοντος· Ἐάν τις γὰρ, φησὶν, ἐμοὶ διακονῇ, ἐμοὶ ἀκολουθείτω, οὐ τὴν κατὰ σάρκα δηλῶν ἀκολούθησιν (ἦν γὰρ πᾶσιν ἄπο ρος, τοῦ Κυρίου τανῦν ἐν οὐρανοῖς εἶναι κατὰ τὸ σῶμα γινωσκομένου), ἀλλὰ τὴν ἀκριβῆ τῆς πολι τείας κατὰ τὸ ἐγχωροῦν μίμησιν. Πῶς οὖν ὁ Σωτὴρ ἡμῶν βεβίωκε, καὶ πῶς πε πολίτευται; Ἁμαρτίαν μὲν οὐκ ἐποίησε. Πῶς γὰρ ἂν ἡ δικαιοσύνη τῇ ἁμαρτίᾳ ἡττήθη; πῶς δ' ἂν τὸ ψεῦδος τῆς ἀληθείας ἐκράτησεν; πῶς δὲ ἡ δύναμις ὑπὸ τῆς ἀσθενείας κατεπαλαίσθη; ἢ πῶς τὸ μὴ ὂν τοῦ ὄντος περιεγένετο; Ὁ μὲν γὰρ Θεὸς ἀεὶ ὢν, καὶ τῆς ὑπάρξεως ὅρον οὐκ ἔχων, πέρας οὐ προσιέμενος· ἡ δὲ ἁμαρτία ἔστι μὲν οὐδέποτε, οὐδὲ ἐν ἰδίᾳ ὑπο στάσει καταλαμβάνεται· ἐν δὲ τοῖς δρῶσιν αὐτὴν μᾶλλον ἢ ἐν τοῖς δρωμένοις κακῶς ἀπολείψει τοῦ καλοῦ τὴν ὕπαρξιν ἔχουσα, σκότος τυποῦται τοῖς ἀδικήμασι νοερὸν, τῷ δὲ φωτὶ τῆς δικαιοσύνης δια λυόμενον· τὸ γὰρ