1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

11

φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ τῷ πέρατι τῶν ἀτοπημάτων συνδιατρέχον. Πεπαυμένων γὰρ τῶν πονηρῶν πράξεων, καὶ ἡ ὕπαρξις τῆς ἁμαρ τίας συναφανίζεται. Ζητηθήσεται γὰρ, φησὶν, ἡ ἁμαρτία αὐτοῦ, καὶ οὐ μὴ εὑρεθῇ· κἂν ἡ ἐπὶ τοῖς ἁμαρτήμασι τιμωρία τεταμιευμένη τύχοι τοῖς ἁμαρ τάνουσι, καὶ ἄλυτος ἡ ἐπὶ τοῖς ἀδικήμασι κόλασις. Ἁμαρτίαν τοίνυν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. Μακροθυμίας δὲ, καὶ ἀνεξικακίας, καὶ χρηστότητος, πραότητός τε καὶ φιλανθρωπίας, καὶ ἡμερότητος, ταπεινοφροσύνης τε καὶ φρονήσεως, καὶ πάσης ἁπαξαπλῶς ἀρετῆς πολλὰ παρέσχε τὰ ὑποδείγματα, ἅπερ ἐν τοῖς Εὐαγγελίοις σαφῶς διηγόρευται. Μακροθυμίας μὲν καὶ ἀνεξικα κίας, τῷ φέρειν τὰς τῶν Ἰουδαίων ἐπιβουλὰς, ἀεὶ ταῖς ἑξῆς ὑπερβολαῖς τὰ πρότερα πονηρεύματα καλυπτούσας· καὶ διελέγχειν μὲν αὐτοὺς ἠρέμα, ὅσον στῆσαι τῆς πονηρίας, ἀμύνασθαι δὲ καὶ ἐπ εξιέναι οὐδὲ κατὰ μικρὸν, ἀλλὰ φιλονεικεῖν ταῖς εὐερ γεσίαις τὴν ἐκείνων ἀπανθρωπίαν νικᾷν, καὶ ταῖς τῶν ἀγαθῶν χορηγίαις τὴν τῆς πονηρίας ἐπίτα σιν· καὶ τὸ τελευταῖον σταυρὸν ὑπὲρ τῶν σταυ 31.1356 ρωσάντων αὐτὸν ἀναδέχεσθαι· πραότητος δὲ καὶ ἡμερότητος, τῷ πάντας προσίεσθαι μετὰ τῆς αὐτῷ πρεπούσης χρηστότητος, καὶ θάρσος ὁμιλίας παρ έχειν οὐ τοῖς σπουδαίοις τῶν ἀνθρώπων μόνον, ἀλλ' ἤδη καὶ οἷς τὰ αἴσχιστα ἐπιτηδεύειν φίλον καὶ σύν ηθες. Οὕτω γοῦν πόρναι καὶ τελῶναι προσίεσαν, οὐχ ἵνα τὸ νόσημα τῆς λαγνείας ἢ τῆς φιλαργυρίας αὐξήσωσιν, ἀλλ' ἵνα τὸ νόσημα τῆς ψυχῆς ἀποτρί ψωνται. Καὶ οὐ κατεδύοντο μᾶλλον τῷ συνειδότι τῆς πονηρίας, ἢ ἐθάῤῥουν τῇ ἐλπίδι τῆς θεραπείας. Εὕ ρισκον γὰρ καὶ τὴν πεῖραν τῆς ἐλπίδος ὑψηλοτέραν. Τῆς δὲ φιλανθρωπίας καὶ τῆς εὐσπλαγχνίας αὐτοῦ τίνα τὰ ὑποδείγματα; Ἄρτι μὲν ἐν τῇ ἐρήμῳ τοῖς ὑπὸ ἐνδείας ἐκλυομένοις τράπεζαν αὐτὸν σχεδιά ζειν ἀμφιλαφῆ, διπλῇ δεξιούμενον, τῷ τε ἀφθόνῳ τῆς χρείας καὶ τῷ παραδόξῳ τοῦ πορισμοῦ· ἄρτι δὲ ἐπὶ τοῖς κειμένοις σπλαγχνίζεσθαι, ὅτι ἦσαν ἐσκυλμένοι καὶ ἐῤῥιμμένοι ὡς πρόβατα μὴ ἔχοντα ποιμένα· καὶ ἰᾶσθαι μὲν σωματικὰς ἀσθενείας, λώβας τε μελῶν καὶ πηρώσεις ἐπανορθοῦσθαι· λύειν δὲ καὶ ψυχικὰς ἀῤῥωστίας, καὶ ἁμαρτημάτων ἀλύ τους δεσμοὺς, καὶ στραγγαλιὰς βιαίων συναλλαγμά των, ἃς πρὸς τὸν πατέρα τῆς ἁμαρτίας τὸν διάβολον πεποιήμεθα. Ταπεινοφροσύνης δὲ ἡλίκα τὰ ὑποδεί γματα; Τὸ μὴ μόνον ἑλέσθαι σάρκα περιβαλέ σθαι, ἀλλὰ γὰρ καὶ ταπεινῶν, κατὰ τὸ παρὸν σχῆμα, γονέων παῖς τὸ μὲν γενέσθαι, τὸ δὲ νομισθῆ ναι· γενέσθαι μὲν τῆς μητρὸς, νομισθῆναι δὲ τοῦ λεχθέντος πατρός. Φρονήσεως δὲ τὸ ἄρτι μὲν διελέγχειν τοὺς Σαδδουκαίους διαγελᾷν τὴν ἀνάστασιν πειρωμένους τῷ πλάσματι τῶν ἑπτὰ ἀδελφῶν ἐπὶ μιᾷ γαμετῇ τεθνεώτων· ἄρτι δὲ τοὺς μαθητὰς τῶν Φαρισαίων μετὰ τῶν Ἡρωδιανῶν καταισχύνειν, ἡνίκα, τὸ ἀμφίκρημνον ἐρώτημα προβαλλόμενοι, Εἰ δέοι κῆνσον Καίσαρι δοῦναι, ἢ οὒ, ἀπόκρισιν ἐδέ χοντο περιδέξιον, ἐφ' ἑκάτερα ἑλεῖν τὴν ἐκείνων ἄνοιαν δυναμένην, οὐχὶ δοῦναι, ἀλλὰ ἀποδοῦναι προσ τάσσουσαν. Ἀπόδοτε γὰρ, φησὶ, τὰ τοῦ Καίσαρος τῷ Καίσαρι· ἐπειδὴ τὸ νόμισμα Καίσαρος ἦν, οὗ τὴν εἰκόνα καὶ τὴν ἐπιγραφὴν ἔφερε. Καὶ τὰ μὲν προηγούμενα τῶν κατορθωμάτων ταῦτα, καὶ τούτων ἀπείρῳ τῷ ἀριθμῷ πλείονα· τὰ δὲ τοῦ σώματος ἡλίκα, καὶ ὅσα; Ὧν ἕνεκα μάλιστα προ ῆκται καὶ τὸ ὑπόδειγμα. Κατὰ μὲν τὴν πρώτην ἡλικίαν τοῖς γονεῦσιν ὑποτασσόμενος, ἅπαντα πόνον σωματικὸν πράως καὶ εὐπειθῶς συνδιέφερεν. Ἄνδρες γὰρ ὄντες δίκαιοι μὲν καὶ εὐσεβεῖς, πένητες δὲ καὶ τῶν ἀναγκαίων οὐκ εὔποροι (καὶ μάρτυς ἡ φάτνη 31.1357 τῶν τιμίων τόκων ἡ θεραπεία), εἰκότως πόνοις σώ ματος προσωμίλουν διηνεκέσι, τὴν ἀναγκαίαν χρείαν ταύτῃ ἑαυτοῖς συμπορίζοντες. Ἰησοῦς δὲ τού τοις ὑποτασσόμενος, ὥς φησιν ἡ Γραφὴ, πάντως καὶ τῷ συνδιαφέρειν τοὺς πόνους τὴν εὐπείθειαν ἐπ εδείκνυτο. Προϊὼν δὲ καὶ τὰς δεσποτικὰς καὶ θείας εὐεργεσίας ἀπογυμνῶν, καὶ μαθητὰς λοιπὸν αἱρού