1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

14

βαλλόμενοι, πολλὰ καὶ αἰσχρὰ τῆς ἥττης τὰ στί γματα φέρουσιν. Εἰ δέ πού τινες, καὶ τὴν φορὰν τῶν βιωτικῶν περισπασμῶν βιασάμενοι, ἀντιβλέψαι πρὸς τὸν τοῦ πονηροῦ δεδύνηνται πόλεμον, ἀλλ' οὖν γε οὐ τοιού τους ἀγῶνας διήνεγκαν, ἀλλὰ πολλῷ καὶ ἀπείρῳ τῷ μέτρῳ τῶν ἀσκητικῶν λειπομένους. Ὁ μὲν γὰρ τῶν δικαίων κρατεῖν ἐσπούδακε καὶ φιλονείκως διαγωνίζεται ἐν ταῖς περὶ τὰ παρόντα ἀμφισβητήσεσιν· ὁ δὲ καὶ τῶν δικαίων τοῖς ἀμφισ βητοῦσι παραχωρεῖ, πληρῶν τὸ, Ἀπὸ τοῦ αἴρον τος τὰ σὰ, μὴ ἀπαίτει. Ὁ μὲν, τυπτηθεὶς, ἀντ ετύπτησε, καὶ ἀδικηθεὶς, ἀντηδίκησε, καὶ ταύ τῃ τὸ ἴσον ἔχειν ὑπολαμβάνει· ὁ δὲ καρτερεῖ μέχρι τοσούτου, ἄχρι κόρον τῷ ἀδικοῦντι ἢ καὶ τῷ παίοντι ἐμποιήσει. Καὶ ὁ μὲν πασῶν τῶν τοῦ σώμα τος ἡδονῶν κρατεῖν διεσπούδακεν, ὁ δὲ ἐν κόρῳ διατρίβει τῶν ἡδονῶν. Πῶς· οὖν ἂν καὶ ἀγωνι στὴς ὁ βιωτικὸς νομισθείη πρὸς τὸν ἀσκητὴν κρινό μενος; Σκόπησον δὲ καὶ ἕτερον, ὅπερ πάσχειν σύν ηθες τοῖς τῷ παρόντι βίῳ προσέχουσιν, ἡνίκα ἂν τὰ περὶ τοὺς ἀσκητὰς ἐξετάζωσιν. Ἐπειδὰν γὰρ ὁ ἀσκητὴς ἐκ μακρᾶς τῆς ἐνδείας ὑπερείδειν τὸ σῶμα τροφῇ καλῶς ἔχειν ἡγήσαιτο, καθάπερ ἀσώμα τόν τε καὶ ἄϋλον, ἢ οὐ μετέχειν τροφῆς, ἢ τῆς ἐλα χίστης θέλουσι. Κἂν ἴδωσι τὸν ἀσκητὴν μὴ πάντη τοῦ σώμα τος ἀφειδῶς ἔχοντα, ἀλλὰ μέρει γοῦν τινι τὴν ὑπάρ χουσαν ἔνδειαν θεραπεύοντα, λοιδοροῦσι καὶ δια βάλλουσι, καὶ πολυσίτους τινὰς καὶ λαιμάργους ἀποκαλοῦσι, τὴν κατὰ τοῦ ἑνὸς ὕβριν καὶ παροινίαν ἐπὶ τοὺς πάντας ἐκτείνοντες· οὐ λογιζόμενοι, ὅτι αὐτοὶ μὲν δὶς, ἔνιοι δὲ αὐτῶν καὶ τρὶς τῆς ἡμέρας σιτούμενοι σιτίων τὰ παχύτατα καὶ πιότατα, ἀπεί ρου τε ὄγκου κρεῶν ἐμφορούμενοι, καὶ οἴνου πλῆ θος ἄμετρον ἐγχεόμενοι, οὕτως ἐπὶ τὰς τραπέζας κεχήνασιν, ὥσπερ σκύλακες μετὰ μακρὰν ἔνδειαν τῶν δεσμῶν ἀφεθέντες. Οἱ δέ γε κατὰ ἀλήθειαν ἀσκηταὶ τροφῇ τε ξηροτάτῃ κέχρηνται, καὶ ὀλίγον ἐχούσῃ σὺν ἀσθενείᾳ τὸ τρόφιμον, καὶ παρὰ 31.1365 πᾶσαν τὴν ἡμέραν ἅπαξ· οἵ γε τάξει διαζῇν ἐγνω κότες, καὶ τοῦτο μετρίως καὶ ἐπιστημόνως σι τούμενοι, εἰκότως παρὰ τὸν καιρὸν τῆς σιτήσεως τὴν χρείαν μετ' εὐπαῤῥησιάστου τοῦ συνειδότος χορηγοῦσι τῷ σώματι. ∆ιά τοι τοῦτο προσήκει μὴ τὴν ἐλευθερίαν ἡμῶν κρίνεσθαι ὑπὸ ἄλλης συνειδή σεως. Εἰ γὰρ ἡμεῖς χάριτι μετέχομεν, τί βλασφη μούμεθα ὑπὲρ ὧν ἡμεῖς εὐχαριστοῦμεν; τὴν ἔνδειαν καὶ τὴν τῆς τροφῆς εὐτέλειαν μετὰ τοσαύτης εὐ φροσύνης αἱρούμενοι, μεθ' ὅσης οὐδὲ ἐκεῖνοι τὴν ὑπέρλαμπρον καὶ παντοδαπῆ τῆς πολυόψου τρα πέζης παρασκευήν. Εἰ δέ τις τῶν εἰρημένων ἀν θρώπων ἐπὶ συνέσει καὶ εὐλαβείᾳ γνώριμος εἴη, καὶ δι' αἰδοῦς ἄγοι τὸν ἡμέτερον βίον, τούτῳ κοι νωνεῖν τραπέζης, εἰ τούτου δεήσειεν ἐπεσκεμμένως, οὐκ ἄλογον.

ΚΕΦΑΛΑΙΟΝ Ζʹ. Ὅτι οὐ χρὴ συχνὰς καὶ ἀβασανίστους ποιεῖσθαι τὰς

προόδους. Χρὴ δὲ μηδὲ προφάσει τῆς τῶν ἀδελφῶν ἐπι σκέψεώς τε καὶ συντυχίας

πολλὰς καὶ συχνὰς ποιεῖ σθαι τὰς ἐκδημίας (ἔστι γὰρ καὶ τοῦτο διαβολική τις ἐπίνοια, πειρωμένου τοῦ ἐχθροῦ διὰ τῆς τοιαύ της μεθόδου τὸ εὐσταθὲς ἡμῶν καὶ τὸ τεταγμένον τῆς ζωῆς παραλύειν, καὶ εἰς φιληδονίας καὶ λογισμῶν ἀκαταστασίας διαφόρους ἐμβάλλειν)· καθ' ἡσυχίαν δὲ ἑαυτοῖς ὁμιλοῦντας, διασκέπτεσθαί τε καὶ ἐπαν ορθοῦν τὰ τῆς ψυχῆς ἁμαρτήματα. Ὁ γὰρ ἄρτι τὸν κόσμον τῇ διαθέσει καταλιπὼν, ἀπὸ μὲν τῆς πρὸς τὰ καλὰ νεύσεως τὸ ἐπαινετὸν ἔχει· οὔπω δὲ τὸ τέλειον τῶν ἀρετῶν κέκτηται· πολλάκις δὲ οὐδὲ διανενόηται τὸν τρόπον τῆς αὐτῶν κατορθώσεως, ἀλλὰ δεῖται, καθ' ἡσυχίαν ἑαυτὸν ἐπισκεψάμενος, κατιδεῖν τε τὰς ἀτάκτους τῆς ψυχῆς ὁρμὰς καὶ κινή σεις, καὶ ταύταις γενναίως ἀνταγωνίσασθαι, καὶ τοῖς κρείττοσι λογισμοῖς τὰς ἀταξίας ἐπανορθώσασθαι· τάξις γὰρ ψυχῆς ἀρετῆς