1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

15

σύνθεμα. Ὁ τοίνυν δια παντὸς ἐν ἀποδημίαις καὶ μεταβάσεσιν ὢν, καὶ ἀεὶ τὸ τῆς ψυχῆς σύννουν καὶ πεπυκνωμένον ῥιπίζων καὶ διαχέων, καὶ πρὸς τὰς ἡδονὰς τοῦ σώματος βλέ πειν κατὰ μικρὸν ἐθιζόμενος, πῶς δυνήσεται κατ ιδεῖν ἑαυτὸν, ἢ γνῶναι τὰ μὴ καλῶς ἔχοντα, ἢ πρὸς τὸ δέον αὐτὰ μεθαρμόσασθαι, τὴν ψυχὴν ἔτι διερεθίζων πρὸς ἐμπαθεῖς διαθέσεις· Χρὴ τοίνυν ἡσυχῆ μένειν τὰ πολλὰ, καὶ καρτε ρεῖν ἕκαστον τὴν ἰδίαν καταγωγὴν, ἵνα ἔχῃ τοῦτο τῆς εὐσταθείας τῶν τρόπων μαρτύριον· μὴ πάντη μὲν καθεῖρχθαι, ἀλλὰ τάς τε ἀναγκαίας προόδους εὐπαῤῥησιάστους ποιεῖσθαι, ἐν αἷς οὐδὲν τὸ συνειδὸς ἐπισκήπτει, καὶ τοὺς βελτίστους τε καὶ ὠφελιμω τάτους διὰ πολιτείας ἀκρίβειαν τῶν ἀδελφῶν ἐπι 31.1368 σκέπτεσθαι, παραδείγματα ἀρετῶν ἐκ τῆς ὠφελίμου συντυχίας λαμβάνοντα, ἐμμέτρους, ὡς ἔφημεν, καὶ ἀνεπιλήπτους τὰς προόδους ποιούμενον. Πολλάκις γὰρ καὶ ἀκηδίαν ἐγγενομένην τῇ ψυχῇ ἡ πρόοδος δια λύσασα, πάλιν οἷον ἐπιῤῥῶσαι καὶ ἀναπνεῦσαι μι κρὸν παρασχοῦσα, προθύμως προσιέναι τοῖς ὑπὲρ τῆς εὐσεβείας ἀγωνίσμασι δίδωσιν. Εἰ δέ τις ἐπὶ τῷ μὴ προϊέναι τοῦ δωματίου μέγα φρονοίη, ἴστω δια κένῳ φυσιούμενος πράγματι. Οὐδὲ γὰρ τὸ μὴ προ ϊέναι καθ' ἑαυτὸ καλὸν, ἢ τὸ κατὰ καιρὸν προϊέναι καλὸν ἢ φαῦλον οἶδεν ἐργάζεσθαι· ἀλλ' ἡ περὶ τὸ καλὸν βεβαία καὶ ἀκίνητος κρίσις, ἢ τοὐναντίον, τὸ εὐμετάθετον σπουδαῖον ἢ φαῦλον ἀποτελεῖ. Εἰ δέ τις, τὸ καλὸν τῇ ψυχῇ βεβαίως ἐνιδρυσάμενος, καὶ τῇ χρονίᾳ ἀσκήσει τῆς τῶν παθῶν κυβερνήσεως τὴν ἐμπειρίαν λαβὼν, καὶ δαμάσας μὲν τὰς σωμα τικὰς ἀκρασίας, χαλινώσας δὲ τὰς ψυχικὰς ἀταξίας, θαῤῥῶν δὲ τῷ τοῦ λογισμοῦ χαλινῷ, συχνο τέρας θέλοι ποιεῖσθαι τὰς προόδους εἰς οἰκοδο μὴν καὶ ἐπίσκεψιν ἀδελφῶν, τὸν τοιοῦτον καὶ παρορ μήσει μᾶλλον ὁ λόγος ἐπὶ τὴν πρόοδον, ἵνα, τὸν λύχνον ἐπὶ τὴν λυχνίαν τιθεὶς, πᾶσι τὸ φῶς τῆς τῶν καλῶν καθηγήσεως χορηγήσῃ· μόνον εἴγε θαῤ ῥοίη, ὡς καὶ λόγῳ καὶ ἔργῳ διδασκαλεῖον ἀρετῶν ἑαυτὸν δυνήσεται τοῖς συντυγχάνουσι παρέχειν· καὶ οὕτως ἐξασφαλίσαιτο ἑαυτὸν, καθὼς ὁ Ἀπόστολος εἴρηκε· Μή πως, ἄλλοις κηρύξας, αὐτὸς ἀδόκι μος γένωμαι.

ΚΕΦΑΛΑΙΟΝ Ηʹ. Ὅτι οὐ χρὴ τοῖς ἀστατοῦσι τῶν ἀσκητῶν μετα διδόναι θάρσους καὶ

παῤῥησίας, ἀλλὰ καὶ τούτους φυλάττεσθαι. Φυλάττεσθαι μέντοι προσήκει καὶ τοὺς ἀστα τοῦντας, καὶ ἄλλοτε πρὸς

ἄλλους τῶν ἀδελφῶν μεταβαίνοντας, καὶ ἀπαύστοις καὶ ἀνενδότοις ὁρμαῖς διαπαντὸς περινοστοῦντας τὰ μοναστήρια, καὶ προ φάσει δῆθεν πνευματικῆς ἀγάπης τὰ τῆς σαρκὸς ἐκπληροῦντας θελήματα· οὐδὲν βέβαιον, οὐδὲ ἱδρυ μένον, οὐδὲ εὔτακτον, οὐδὲ συνέσει κεκοσμημένον ἐν ταῖς ψυχαῖς ἔχοντας, ἀλλὰ πᾶν ὅ τι περίεργον καὶ κακόηθες, ῥεμβασμοῦ καὶ ἀλογιστίας πεπληρω μένον, δόλου καὶ ὑποκρίσεως, ψευδολογίας καὶ ἀπα τηλῆς κολακείας. Οὗτοι γλῶσσαν μὲν ἀπαίδευτοι, γαστέρα δὲ ἀκρατεῖς, ψυχὴν δὲ διαπαντὸς ἐπτερω 31.1369 μένοι καὶ ῥιπιζόμενοι, λογισμοὺς κατὰ τὴν πτῆσιν τῶν νυκτερίδων ἔχοντες, οὐδαμοῦ πρὸς τὸ εὐθὺ βλέποντας, ἀλλὰ σκολιὰ καὶ εὐμετάτρεπτα πετομέ νους· ἄλλο παρὰ τὰς πρώτας ὁρμὰς ὑποφαίνοντας, καὶ πρὸς ἕτερον τῷ εὐμεταβόλῳ τῆς γνώμης παρὰ δόξαν πᾶσαν φερομένους, πολλὰ ἕρποντας, καὶ οὐδὲν προβαίνοντας. Ἐοίκασι δὲ καὶ τῶν ὑποζυγίων τοῖς περὶ τὰς μύλας ἐλαυνομένοις, ἃ πολλὰ βαδίζοντα ἐπὶ τὸν αὐτὸν ἀεὶ τόπον εὑρίσκεται· καὶ τὸ μὲν σῶμα κόπτεται, τὸ δὲ βραχὺ χωρίον οὐδαμῶς ὑπερβαίνει· οὕτω κἀ κεῖνοι, διαπαντὸς περὶ τὰ πάθη τοῦ σώματος ἰλυ σπώμενοι, οὐδὲν ἐπὶ τὸ πνευματικὸν ὕψος προκό πτουσι· τρέχουσι δὲ κύκλον ἀπέραντον ταῖς τοῦ σώ ματος ἐπιθυμίαις καὶ ἡδοναῖς ἀεὶ συνδονούμενοι, καὶ ἀπὸ τῶν αὐτῶν ἐπὶ τὰ αὐτὰ πάλιν φερόμενοι, καὶ τῆς πονηρᾶς δουλείας οὐκ ἀφιέμενοι διὰ τὴν τῆς