1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

23

εἰκότως καὶ ἐφ' ἡμᾶς ἡ τοῦ Κυρίου μέμψις ἔλθοι, ὡς τὸν κώνωπα διυλιζόντων, τὴν δὲ κάμηλον καταπινόντων.

ΚΕΦΑΛΑΙΟΝ Κʹ. Ὅτι οὐ χρὴ τὰς πρὸς τοὺς βιωτικοὺς συγγενεῖς μεταδιώκειν

ὁμιλίας, ἢ τὰ ἐκείνων φροντίζειν. Συγγενῶν μέντοι καὶ φίλων καὶ γονέων κεχω ρίσθαι τοσοῦτον τῇ διαθέσει

προσήκει, ὅσον τοὺς τεθνεῶτας ὁρῶμεν τῶν ζώντων ἀφεστηκότας. Καὶ γὰρ ὁ κατὰ ἀλήθειαν πρὸς τοὺς κατ' ἀρετὴν ἀγῶνας ἀποδυσάμενος, καὶ τῷ κόσμῳ παντὶ μετὰ τῶν ἐν τῷ κόσμῳ πάντων ἀποταξάμενος, καὶ σταυ ρώσας ἑαυτὸν, ἵνα τὸ πλῆρες εἴπω, τῷ κόσμῳ, τέ θνηκε τῷ κόσμῳ, καὶ πᾶσι τοῖς ἐν τῷ κόσμῳ, κἂν γονεῖς ὦσι, κἂν ἀδελφοὶ, κἂν τρίτον ἢ τέταρτον ἢ πολλοστὸν βαθμὸν τῆς συγγενείας ἐπέχοντες. Εἰ μὲν οὖν μετασταῖεν οἱ γεγεννηκότες τοῦ βίου, καὶ πρὸς τὴν πολιτείαν τοῦ παιδὸς μετατάξαιντο, ἀληθῶς εἰσι συγγενεῖς· οὐ τὴν γονέων, ἀλλὰ τὴν ἀδελφῶν τάξιν ἐπέχοντες. Πατὴρ γάρ ἐστιν ἀληθέστατος, πρῶτος μὲν ὁ τῶν ἁπάντων Πατήρ· ὁ δεύτερος δὲ μετ' ἐκεῖνον ὁ τῆς πνευματικῆς καθηγούμενος πολιτείας. Εἰ δὲ μένοιεν οἱ συγγενεῖς τὸν πρότερον ἀσπασάμενοι βίον, μέρος εἰσὶ τοῦ κόσμου, οὗ ἡμεῖς κεχωρίσμεθα, 31.1392 καὶ κατ' οὐδὲν προσήκοντες τὸν κατὰ σάρκα ἄνθρω πον ἀποθεμένοις, καὶ ἀποδυσαμένοις τὴν πρὸς ἐκεί νους οἰκείωσιν. Ὁ δὲ τὴν τῶν βιωτικῶν φιλίαν μετὰ ἀκριβείας κατασπαζόμενος, καὶ τούτοις διαπαντὸς προσομιλεῖν ἐφιέμενος, τὰς ἐκείνων διαθέσεις διὰ τῆς συνεχοῦς ὁμιλίας εἰς τὴν ψυχὴν εἰσῳκίσατο. Πάλιν τε τοῦ κοσμικοῦ φρονήματος ἀναπλησθεὶς τὴν διάνοιαν, τῆς ἀγαθῆς ἐνστάσεως ἀποπέπτωκε, καὶ τοῦ πνευματικοῦ φρονήματος ἐχωρίσθη, καὶ τὸν πρότερον ἔμετον ἀνεμάξατο τῇ ψυχῇ, καὶ παρὰ τοῦ ἐχθροῦ τέτρωται, διὰ τῆς σαρκικῆς συγγενείας τὴν πνευματικὴν πολιτείαν ἐπιθολώσαντος. Τοῖς μὲν οὖν συγγενέσιν εὐχώμεθα τὰ βέλτιστα, δικαιοσύνην, φημὶ, καὶ εὐσέβειαν, καὶ ταῦτα, ἅπερ ἡμεῖς τίμια πεποιήμεθα. Ταῦτα γὰρ ἡμῖν πρέπον εὔχεσθαι, κἀκείνοις παρ' ἡμῶν καρποῦσθαι συμφέ ρον. Αὐτοὶ δὲ τῆς περὶ ἐκείνων φροντίδος τε καὶ μερίμνης τοὺς λογισμοὺς ἀπολύσωμεν. Ὁ γὰρ διά βολος, θεασάμενος ἀποδυσαμένους ἡμᾶς πᾶσαν φρον τίδα βιωτικὴν, καὶ εὐσταλεῖς ἐπὶ τὸν οὐρανὸν τρέ χοντας, τὴν περὶ τοὺς συγγενεῖς ἡμῖν ἐνεργασάμενος ἔννοιαν, τά τε ἐκείνων φροντίζειν παρασκευάσας, καὶ εἰς τὰς βιωτικὰς φροντίδας τὸν λογισμὸν μερι μνᾷν παρασκευάζει· τίς μὲν ἡ τῶν οἰκείων περιου σία, καὶ εἰ αὐτάρκης, ἢ ἐνδεὴς, τίνα δὲ τὰ ἐκ τῶν συναλλαγμάτων αὐτοῖς προσγενόμενα κέρδη, καὶ ἐπὶ πόσον τὸν πλοῦτον αὐξάνοντα· τίνες δὲ ἐκ τῶν τοῦ βίου περιστάσεων ζημίαι προσπίπτουσαι, καὶ πόσον τὴν ὑπάρχουσαν ἐλαττοῦσαι περιουσίαν. Καὶ συν ήδεσθαι μὲν ποιεῖ ταῖς εὐπορίαις αὐτῶν, συναθυ μεῖν τε ταῖς ἀστοχίαις, συνεχθραίνειν δὲ τοῖς ἐχθροῖς (καὶ τοῦτο, κελευομένους μηδένα ἔχειν ἐχθρὸν), καὶ συγχαίρειν τοῖς φίλοις οὐκ ἀξίοις οὖσι πολλάκις τῆς πνευματικῆς οἰκειώσεως, χαίρειν δὲ καὶ ἐπὶ τοῖς ἀδίκοις αὐτῶν καὶ παραλόγοις κέρδεσι, καὶ πάσας τὰς πονηρὰς τῶν βιωτικῶν ὑποθέσεων διαθέσεις, ἃς ἀποδυσάμενοι, τὰς πνευματικὰς ἐννοίας εἰσῳκισά μεθα, πάλιν ἐπεισάγει τοῖς λογισμοῖς, καὶ τὸ ὑλικὸν καὶ κοσμικὸν φρόνημα τῇ ψυχῇ πάλιν ἐνεργασάμενος, τὸν ἔνδον ἀσκητὴν καταλύει, καὶ ἀνδριάντα μόνον ἀσκητοῦ τὸ σχῆμα περιφέρειν παρασκευάζει, μηδα μοῦ ἐψυχωμένον ταῖς ἀρεταῖς. Πολλάκις δὲ διὰ τὰς περὶ τοὺς συγγενεῖς ἐπιταθείσας εὐνοίας ἐτόλμησεν ὁ ἀσκητὴς καὶ ἱεροσυλίαν ἐργάσασθαι, ὥστε τὴν τῶν συγγενῶν ἔνδειαν θεραπεῦσαι. Τὰ γὰρ εἰς τοὺς ἁγίους, τοὺς ἀναθέντας ἑαυτοὺς τῷ Θεῷ, ταμιευό μενα ἱερὰ καὶ ἀληθῶς ἀναθήματα νοεῖται καὶ ἐκλαμ βάνεται. Ὁ τοίνυν τούτων τι νοσφιζόμενος εἷς ἐστι τῶν ἱεροσυλίας κατατολμώντων. Γνόντες οὖν τῆς