1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

29

Ταῦτα τοίνυν πάντα πα ρὰ τὴν προσδοκίαν ἀκούσαντες, κλίναντες τὸν αὐ χένα τῆς διανοίας, τὸν ζυγὸν ὑπῆλθον, καὶ προχεί ρως ἐπὶ τοὺς κινδύνους, ἐπὶ τὰς ἀγορὰς, ἐπὶ τὰς ὕβρεις, ἐπὶ τοὺς λιθασμοὺς, ἐπὶ τοὺς ῥαβδι σμοὺς, ἐπὶ τὰς ἀτιμίας, ἐπὶ τοὺς σταυροὺς, ἐπὶ τοὺς ποικίλους θανάτους ἐχώρησαν· καὶ μετὰ τοσ αύτης προθυμίας ταῦτα ὑπέμενον, ὥστε χαί ρειν αὐτοὺς καὶ ἑορτάζειν λαμπρῶς, ἡνίκα ἂν τοῖς τοῦ Χριστοῦ παθήμασι κοινωνῆσαι κατηξιώθησαν. Ἔχαιρον γὰρ, φησὶν, ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ ἀτιμασθῆναι. Ταύτην τὴν εὐπείθειαν ἀπαιτεῖται ὁ κατὰ Θεὸν ἀσκητὴς τῷ ἡγουμένῳ εἰσφέρεσθαι. Χριστὸς γὰρ μαθητὰς εἵλετο, τοῦτον τὸν βίον, ὡς ἤδη προείπομεν, τοῖς 31.1409 ἀνθρώποις τυπῶν. Ὁ γὰρ καθηγούμενος οὐδὲν ἕτε ρόν ἐστιν ἢ ὁ τοῦ Σωτῆρος ἐπέχων πρόσωπον, καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων γενόμενος, καὶ ἱερουρ γῶν τῷ Θεῷ τὴν τῶν πειθομένων αὐτῷ σωτηρίαν. Καὶ τοῦτο παρ' αὐτοῦ τοῦ Χριστοῦ παιδευόμεθα, Πέτρον ποιμένα μεθ' ἑαυτὸν τῆς Ἐκκλησίας ἑαυτοῦ καθιστῶντος· Πέτρε γὰρ, φησὶ, φιλεῖς με πλέον τούτων; Ποίμαινε τὰ πρόβατά μου· πᾶσι δὲ τοῖς ἐφεξῆς ποιμέσι καὶ διδασκάλοις τὴν ἴσην παρέχοντος ἐξουσίαν. Καὶ τούτου σημεῖον τὸ δεσμεῖν ἅπαντας ὁμοίως, καὶ λύειν ὥσπερ ἐκεῖνος. Ὥσπερ οὖν τὰ πρόβατα τῷ ποιμένι πείθεται, ταύτῃ τρεπό μενα, ᾗπερ ἂν ὁ ποιμὴν ἄγῃ· οὕτω προσήκει τοὺς κατὰ Θεὸν ἀσκητὰς τοῖς καθηγουμένοις πείθεσθαι, μὴ πολυπραγμονοῦντας τὰ ἐπιτάγματα, ὅταν ἁμαρ τίας ᾖ καθαρὰ, ἀλλὰ τὰ ἐπιταχθέντα μετὰ προ θυμίας πάσης καὶ σπουδῆς ἐκπληροῦντας. Ὥσπερ γὰρ ὁ τέκτων, ἢ ὁ οἰκοδόμος ἑκάστῳ τῶν τῆς τέχνης ὀργάνων κέχρηται πρὸς τὴν οἰκείαν βούλησιν, καὶ οὐκ ἂν εἴποι τὸ ὄργανον, ὡς οὐ πληρώσει τὴν χρείαν, πρὸς ἣν ὁ τεχνίτης αὐτὸ μεταχειρίζεται, ἀλλὰ εἴκει τῇ χειρὶ τοῦ ἄγοντος· οὕτω προσήκει τὸν ἀσκητὴν, ὡς ὄργανον τεχνίτῃ πρὸς συμπλήρωσιν τοῦ πνευματικοῦ οἰκοδομήματος συντελοῦν, ἐν πᾶσι πεί θεσθαι, οἷς ἂν μὴ ὁ ἡγούμενος κρίνῃ καλῶς ἔχειν αὐτὸν ὑπουργεῖν, ὅπως ἂν μὴ τῇ τοῦ πνευματικοῦ ἔργου τελειώσει λυμήνηται, τὴν οἰκείαν οὐ συνεισφέ ρων χρείαν. Καὶ ὥσπερ τὸ ὄργανον οὐχ ἑαυτῷ ἐκλέ γεται ὅπερ ἐνεργεῖν δέοι εἰς τὴν τῆς τέχνης συνεισ φορὰν, οὕτω καὶ τὸν ἀσκητὴν προσήκει μὴ ἑαυ τῷ τὰ ἔργα αἱρεῖσθαι, ἀλλὰ παραχωρεῖν τῇ συν έσει καὶ τῇ οἰκονομίᾳ τοῦ τεχνίτου τὴν ἐφ' ἑαυτῷ διατύπωσιν. Οἶδε γὰρ ὅ γε συνετῶς ἀφηγούμενος ἑκάστου καὶ ἤθη καὶ πάθη καὶ ψυχικὰς ὁρμὰς ἀκρι βῶς ἐξετάζειν, καὶ πρὸς ταῦτα καὶ τὴν παρ' ἑαυ τοῦ ἐφ' ἑκάστῳ οἰκονομίαν ἁρμόζειν. ∆ιά τοι τοῦτο προσήκει μηδαμῶς ἐναντιοῦσθαι ταῖς αὐτοῦ διατά ξεσιν, ἀλλὰ πεπεῖσθαι, ὡς ἁπάντων χαλεπώτατον ἑαυτὸν γινώσκειν καὶ θεραπεύειν, διὰ τὸ προσπεφυ κέναι τοῖς ἀνθρώποις τὸ φίλαυτον, καὶ κλέπτειν τὴν τοῦ ἀληθοῦς κρίσιν ἕκαστον τῇ περὶ ἑαυτὸν προσπα θείᾳ. Τὸ δὲ παρ' ἄλλου γινώσκεσθαί τε καὶ θερα πεύεσθαι ῥᾴδιον, τοῦ τῆς φιλαυτίας πάθους ἐπὶ τῶν ἄλλους κρινόντων οὐκ ἐνοχλοῦντος τῇ ἀληθεῖ διαγνώσει. Ταύτης γὰρ τῆς συμφωνίας ἐν ἀσκητικῷ συστήματι καθεστώσης, ῥᾳδίως ἥ τε εἰρήνη ἐν αὐ τοῖς πολιτεύσεται, καὶ ἡ σωτηρία μετὰ ἀγάπης καὶ ὁμονοίας τῶν ἁπάντων κατορθωθήσεται.

ΚΕΦΑΛΑΙΟΝ ΚΓʹ. Ὅτι καὶ τὰ εὐτελῆ τῶν ἔργων μετὰ πολλῆς προθυμίας

αἱρεῖσθαι προσήκει τὸν ἀσκητήν. Προσήκει μέντοι τὸν ἀσκητὴν καὶ τὰ εὐτελέστερα τῶν ἔργων μετὰ πολλῆς

αἱρεῖσθαι τῆς σπουδῆς καὶ 31.1412 προθυμίας, εἰδότα, ὅτι πᾶν ὃ διὰ τὸν Θεὸν γίνεται, οὐκ ἔστι μικρὸν, ἀλλὰ μέγα, καὶ πνευματικὸν, καὶ τῶν οὐρανῶν ἄξιον, καὶ τοὺς ἐκεῖθεν ἡμῖν ἕλκον μι σθούς. Κἂν τοίνυν ὑποζυγίοις ἀχθοφοροῦσι ταῖς κοι ναῖς χρείαις ἀκολουθεῖν δεήσῃ, ἀντιβαίνειν οὐ χρὴ, ἐννοοῦντα τοὺς ἀποστόλους, ὅπως προθύμως ὑπήκουσαν τῷ Κυρίῳ παραγαγεῖν τὸν πῶλον κε λεύσαντι, καὶ