1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

35

ἐλλείψει τῶν ἀναγκαίων, Χριστοῦ παρόντος ἡμῖν, εἴπερ μηδὲ τοῖς Ἰσραηλίταις ἐν τῇ ἐρήμῳ τῶν χρη σίμων ἔνδεια γέγονεν· ἢ εἰ καὶ λείψειε πρὸς δοκιμασίαν ἡμῶν, βέλτιον ἐνδεῶς ἔχειν καὶ εἶναι μετὰ Χριστοῦ, ἢ δίχα τῆς ἐκείνου κοινωνίας πᾶσι τοῖς κατὰ τὸν βίον πλουτεῖν. Οὐ μέχρι τούτου δὲ τὴν βλάβην ἡ τοιαύτη κτῆσις ἵστησιν, ἀλλὰ ποῤῥωτέρω προάγει. Ὁ γὰρ ἴδιόν τι ἔχειν ἐσπουδακὼς οὐδὲν ἕτε ρον ἢ χωρισμὸν καὶ ἀποστασίαν μελετᾷ. Ὁ γὰρ μὴ πρὸς τοῦτο βλέπων τί ἂν καὶ κτήσαιτο; εἰδὼς, ὅτι τῇ τοῦ Χριστοῦ χάριτι οἱ αὐτοῦ δοῦλοι ἐν ἀφθονίᾳ πάντων τῶν ἀναγκαίων διατελοῦσιν ἀεί. Πρόδηλος οὖν ἐστιν ὁ τοιοῦτος ἀποκοπὴν καὶ νέκρωσιν τῆς οἰ κείας ψυχῆς μελετῶν, καὶ τοῖς βραχέσιν ὀβολοῖς τὴν οἰκείαν σωτηρίαν ἀποδιδόμενος, καὶ (δότε μοι τολμῆ σαι μικρὸν) δεύτερός τις Ἰούδας γενόμενος, ἀπὸ κλοπῆς ἀρχόμενος (κλοπὴ γὰρ ἡ ἰδιάζουσα κτῆσις), καὶ καταστρέφων εἰς προδοσίαν· προδίδωσι γὰρ καὶ αὐτὸς τὸν τῆς ἀληθείας λόγον, ὥσπερ ἐκεῖνος τὸν Κύριον. Ὅταν γὰρ ὁ μὲν κανὼν τοῦ βίου ἔχῃ μηδὲ χωρίζεσθαι τοῦ συστήματος ᾧ συνήφθημεν, μηδὲ ἰδιά ζουσάν τινα κτῆσιν περιποιεῖσθαι, μηδὲ ὅλως λαθραῖόν τι διαπράττεσθαι, ἢ ἐπὶ βλάβῃ τῶν ἀδελφῶν πονη ρὸν ὑπόδειγμα τοῖς σωζομένοις γενόμενον· εἶτα, παριδών τις τὸν φόβον τοῦ Θεοῦ, καὶ τοὺς θεσμοὺς τοῦ ἁγίου Πνεύματος, πρῶτον μὲν νοσφισμὸν (νοσφι σμὸς γάρ ἐστιν ἡ ὁπωσοῦν καὶ ὁθενοῦν ἰδιάζουσα κτῆσις), ἔπειτα δὲ καὶ ἀπόστασιν ἐννοήσας καὶ χωρισμόν· πῶς οὐχὶ τὸν λόγον τῆς ἀληθείας προδέ δωκε, καὶ δεύτερος Ἰούδας γεγένηται, κατὰ τὸ ἐγχω ροῦν προδιδοὺς τὴν ἀλήθειαν; Χρὴ τοίνυν παντὶ τρό πῳ φεύγειν ἰδίᾳ τι κεκτῆσθαι παρὰ τὰ κοινῇ πᾶσιν ὁμοῦ ποριζόμενα· καὶ οὐ ταύτῃ μόνον ἀκηλί δωτον τηρεῖν τὴν διάνοιαν, ἀλλὰ καὶ τὸν ἔνδον ἄνθρω πον πάντων μολυσμῶν ἐκκαθαίρειν· τοῦτο μὲν λο γισμῶν ἀκαθάρτων καὶ πονηρῶν, τῶν ἐπιθολούντων τὸ ἔνδον τοῦ Πνεύματος καταγώγιον· τοῦτο δὲ δόλου, καὶ ὑποκρίσεως, καὶ βασκανίας, καὶ ἔριδος, τῶν τὴν ἀγάπην πρόῤῥιζον ἀνασπώντων, καὶ τὸν Θεὸν τῆς τῶν τοιούτων ψυχῆς ἐλαυνόντων. Εἰ γὰρ ὁ Θεὸς 31.1428 ἀγάπη ἐστὶν, ὁ τὴν ἀγάπην οὐκ ἔχων τῆς θείας ἐστέ ρηται χάριτος. Ἐν ταπεινοφροσύνῃ δὲ πάσῃ, καὶ ἁγιασμῷ, καὶ ἑτοιμότητι τῇ περὶ τὰς ἀγαθὰς πράξεις τὴν ἑαυτοῦ ψυχὴν ἕκαστον συντηροῦντα, πρὸς τὰ παρόντα συγ κλείειν τὸν λογισμὸν, σκοπούμενον, ὅπως ἂν μὴ, κατὰ τὸν παρόντα καιρὸν, τινὸς τῶν τοῦ Θεοῦ θελημάτων διαμαρτήσῃ, καὶ τὴν ἔνστασιν τῆς πολι τείας σπαράξῃ. Ἡ γὰρ τοιαύτη κατάστασις τῆς ψυ χῆς παντὸς μὲν μετεωρισμοῦ ἀπαλλάξει ἡμᾶς, ἐν εὐ λαβείᾳ δὲ καὶ ἑδραίῳ φρονήματι πᾶσι τοῖς καλοῖς παρασκευάσει συνέπεσθαι, τοῦτο καὶ πρὸ πάντων ἐν τῇ ψυχῇ καθιδρύοντας, ὅτι ὁ Θεὸς ἀγαθὸς, καὶ πάντων ἀγαθῶν αἴτιος, κακοῦ δὲ οὐδ' ὁπωστιοῦν οὐ δενὸς, κἂν ἡμεῖς πρὸς τὴν χρείαν τῆς διορθώσεως δριμυτέρας τῆς θεραπείας γευσώμεθα. Ἰατρὸς γὰρ ὢν ὁ Θεὸς τῶν ἀνθρωπίνων ψυχῶν, πρὸς τὴν φύσιν τῶν νοσημάτων τὴν τῶν φαρμάκων κίρνησι δύναμιν ἱκανὴν, ἐκκαθάρας βαθυτάτην κακίαν, ὅταν τού του δεήσειε. Τοῦτο γοῦν εἰδότες σαφῶς, εὐχαριστῶμεν ἀεὶ, κἂν σφοδροτέρας τῆς θεραπείας ἐπαισθανόμεθα, τὰς ὀλιγωρίας καθαιρόμενοι. Τὸ δὲ διὰ πειρα σμῶν καὶ δοκιμασίαν ὑπομένειν ὀλίγων σφόδρα καὶ Ἀβραμιαίων ἀνθρώπων. Ταῦτα μὲν οὖν ὅσα ἡ τοῦ Θεοῦ χάρις τῇ ταπεινότητι τῆς ἡμετέρας διανοίας ἐπεχορήγησεν εἰς παράκλησιν ὑμῶν τῶν τὸν κοι νωνικὸν βίον ἀσπασαμένων. Οὗπερ, ὡς ὁ λόγος ἐδή λωσε, καὶ ἡ ἡμετέρα κατεῖδε διάνοια, οὐδὲν οὔτε λαμπρότερον, οὐδὲ χαριέστερον, οὔτε ὑψηλότερον εὑ ρεθείη ἂν ἐν ἀνθρώποις πολίτευμα. Ἐπειδὴ δὲ καὶ τοῖς τῷ μοναδικῷ βίῳ προσέχουσι τὴν ἐνοῦσαν παράκλησιν εἰσηνέγκαμεν, εἷς δὲ καὶ ὁ αὐτὸς ἑκατέ ροις σκοπὸς, τὸ εὐαρεστῆσαι τῷ Χριστῷ, καὶ συγγενῆ τὰ περὶ τούτων παιδεύματα, κἀκείνων τὸν λόγον ἐπίωμεν. Ἴσως γάρ τι κἀκεῖθεν τούτῳ τῷ λόγῳ συνεισενεχθήσεται χρήσιμον, λαμπρύνειν ἐπιπλέον καὶ διακοσμεῖν τὴν πολιτείαν δυνάμενον.