1

 2

 3

 4

 5

 6

2

Υἱοῦ κατ ηξιωμένος κοινωνίας οὐκ ἀπεστέρηται τοῦ Πατρός. Οὐ γὰρ ἀλλοῖον ὁ γεννήτωρ ἐγέννα, ἀλλὰ τοιοῦτον οἷος αὐτός ἐστιν. Ἄκουε, ὁ Ἀνόμοιος· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν. Ἄκουε καὶ σὺ, ὁ Σαβέλλιος· Ἐγὼ 31.604 ἐκ τοῦ Πατρὸς ἐξῆλθον, καὶ πρὸς αὐτὸν ὑπάγω. Καὶ ἑκάτερος ὑμῶν τὸ ἴδιον τραῦμα ἐκ τοῦ εὐαγγε λικοῦ διδασκαλίου θεραπευέσθω. Καὶ σὺ μὲν τὴν ἑνότητα λάμβανε ἐπὶ τὸ τῆς φύσεως ἀπαράλλακτον· σὺ δὲ τὸ, Ἀπ' αὐτοῦ ἐξῆλθον, καὶ πρὸς αὐτὸν πορεύομαι, ἐπὶ τὸ τῶν προσώπων διάφορον.

Συμβῶμεν οὖν ἐπὶ τούτοις, καὶ εἰρηνεύσωμεν, καὶ καταθώμεθα τὸν μακρὸν κατὰ τῆς εὐσεβείας πόλε μον· ῥίψαντες μὲν τὰ ἠκονημένα ταῦτα τῆς ἀσεβείας ὅπλα, καὶ μεταχαλκεύσαντες τὰς ζιβύνας εἰς ἄρο τρα, καὶ τὰς μαχαίρας εἰς δρέπανα. Μήτε σὺ λέγε μόνον, ἀλλ' ἀκολούθει τῷ λέγοντι· Οὐκ εἰμὶ μόνος, ὅτι ὁ πέμψας με Πατὴρ μετ' ἐμοῦ ἐστιν. Ἄλλος οὖν ὁ πέμψας Πατὴρ, καὶ ἄλλος ὁ πεμφθεὶς Υἱός. Καὶ πάλιν, Ἐγὼ, φησὶ, μαρτυρῶ περὶ ἐμαυτοῦ, καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με Πατήρ. Καὶ, Ἐν τῷ νόμῳ δὲ, φησὶ, τῷ ὑμετέρῳ γέγραπται, ὅτι δύο ἀνθρώπων ἡ μαρτυρία ἀληθής ἐστιν. Ἀρίθμησον, εἰ βούλει, τὰ πρόσωπα. Ἐγὼ, φησὶν, εἰμὶ ὁ μαρτυρῶν. Εἷς. Καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με. ∆ύο. Καὶ οὐκ ἐγὼ οὕτω τολμη ρῶς ἀριθμῶ, ἀλλ' αὐτὸς ὁ Κύριος ἐδίδαξεν, εἰπών· Ἐν τῷ νόμῳ τῷ ὑμετέρῳ γέγραπται, ὅτι ἀνθρώ πων δύο ἡ μαρτυρία ἀληθής ἐστι. Καὶ σὺ δὲ, ὁ κατ' ἄλλο εἶδος τῆς ἀσεβείας θεομαχῶν, ὁ ἀνόμοιον εἶναι λέγων τῇ φύσει τὸν Υἱὸν τῷ Θεῷ, ὁ τὴν ἰσό τητα μὴ διδοὺς, ὁ διάστασιν ζωῆς ἐμποιῶν δυσωπήθητι Παῦλον λέγοντα· Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου· καὶ δὸς τῇ ζώσῃ εἰκόνι ἀπαρ αλλάκτως ἔχειν πρὸς τὴν ζωὴν τὴν ἀρχέτυπον. Ὁμολόγει Πατέρα Υἱοῦ, μὴ κτίσματος, δημιουργόν. Καὶ ἐν τῇ ἀληθινῇ τοῦ Πατρὸς ὁμολογίᾳ δὸς τὴν τοῦ γεννηθέντος πρὸς αὐτὸν ὁμοτιμίαν, μνησθεὶς τῆς τοῦ εὐαγγελιστοῦ μαρτυρίας, ὅτι Πατέρα ἔλεγεν ἑαυτοῦ τὸν Θεὸν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ. Τὸ δὲ ἰσάζειν τῷ γεγεννηκότι κατὰ τὴν φύσιν νοεῖται, οὐ κατὰ μεγέθους σωματικοῦ παραμέτρη σιν. Πῶς δὲ οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, εἰ, ὡς σὺ βλασφημεῖς, οὐδέποτε ἴσος; Πῶς δὲ καὶ ἐν μορφῇ Θεοῦ ὑπῆρχεν ὁ, κατὰ τὸν σὸν λόγον, μηδέποτε ὅμοιος; Ἀλλ' ὁ μὲν πόλεμος ἑκατέρωθεν ἡμῖν τοιοῦτος· ἡ δὲ ἀλήθεια τίς; Μήτε σὺ φοβοῦ τὴν τῶν προσώπων ὁμολογίαν, ἀλλὰ λέγε Πατέρα, λέγε καὶ Υἱὸν, μὴ ἑνὶ πράγματι δύο ὀνόματα ἐπιφθεγγόμενος, ἀλλ' ἐξ ἑκατέρας τῆς προσηγορίας ἰδίαν ἔννοιαν διδασκόμε νος. ∆εινὴ γὰρ ἀγνωμοσύνη μὴ καταδέχεσθαι τὰ διδάγματα τοῦ Κυρίου, εὐκρινῶς διιστῶντος 31.605 ἡμῖν τῶν προσώπων τὴν ἑτερότητα. Ἐὰν γὰρ ἀπέλθω, φησὶ, παρακαλέσω τὸν Πατέρα, καὶ ἄλ λον πέμψει Παράκλητον ὑμῖν. Οὐκοῦν Υἱὸς μὲν ὁ παρακαλῶν, Πατὴρ δὲ ὁ παρακαλούμενος, Παράκλη τος δὲ ὁ ἀποστελλόμενος. Ἆρ' οὖν οὐ φανερῶς ἀναι σχυντεῖς ἀκούων, Ἐγὼ περὶ τοῦ Υἱοῦ, Ἐκεῖνος δὲ περὶ τοῦ Πατρὸς, Ἄλλος περὶ τοῦ Πνεύματος τοῦ ἁγίου, καὶ πάντα φύρων, καὶ πάντα συγχέων, καὶ ἑνὶ πράγματι τὰς πάσας προσηγορίας περιτιθείς; Μὴ μέντοι μηδὲ σὺ ἅρπαγμα πρὸς τὴν ἀσέβειαν λά βῃς τὴν τῶν προσώπων διαίρεσιν. Εἰ γὰρ καὶ δύο τῷ ἀριθμῷ, ἀλλὰ τῇ φύσει οὐ διέζευκται· οὐδὲ ὁ τὰ δύο λέγων ἀλλοτρίωσιν ἐπεισάγει. Εἷς Θεὸς, ὅτι καὶ Πατήρ· εἷς Θεὸς δὲ καὶ ὁ Υἱὸς, καὶ οὐ δύο θεοὶ, ἐπειδὴ ταυτότητα ἔχει ὁ Υἱὸς πρὸς τὸν Πατέρα. Οὐ γὰρ ἄλλην ἐν Πατρὶ καθορῶ θεότητα, καὶ ἄλλην ἐν Υἱῷ· οὐδ' ἑτέραν φύσιν ἐκείνην, καὶ ἑτέραν ταύτην. Ἵνα μὲν οὖν τρανωθῇ σοι τῶν προσώπων ἡ ἰδιότης, ἀρίθμει ἰδίᾳ Πατέρα, καὶ ἰδίᾳ Υἱόν· ἵνα δὲ μὴ εἰς πολυθεΐαν ἀποσχισθῇς, μίαν ὁμολόγει ἐπ' ἀμφοῖν τὴν οὐσίαν. Οὕτω καὶ Σαβέλλιος πίπτει, καὶ ὁ Ἀνόμοιος συντριβήσεται. Ὅταν δὲ εἴπω μίαν οὐσίαν, μὴ δύο ἐξ ἑνὸς με ρισθέντα νόει, ἀλλ' ἐκ τῆς ἀρχῆς τοῦ Πατρὸς τὸν Υἱὸν ὑποστάντα, οὐ Πατέρα καὶ Υἱὸν ἐκ μιᾶς οὐ σίας ὑπερκειμένης. Οὐ γὰρ ἀδελφὰ λέγομεν, ἀλλὰ Πατέρα καὶ Υἱὸν ὁμολογοῦμεν. Τὸ δὲ