1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

3

καρδίας αὐτοῦ φανερὰ γίνεται· ἢ ὡς ὁ Ἑλισσαῖος· Οὐχὶ ἡ καρδία μου ἐπορεύετο μετὰ σοῦ, ἡνίκα ἀνέστρεψεν ὁ ἀνὴρ, μετὰ τοῦ ἅρματος αὐτοῦ, εἰς συνάντησίν σοι; Ἔστι δὲ προφητεία καὶ ἡ δι' ὀνείρων πρόγνωσις, ὡς τῷ Ἰω σὴφ ἐν Αἰγύπτῳ καὶ τῷ ∆ανιὴλ ἐπὶ τῆς Βαβυλωνίας ἐδείκ νυτο. Πῶς οὖν καὶ Φαραὼ, καὶ Ναβουχοδονόσορ; Ὅτι περὶ τῶν κοσμικῶν καταστάσεων τοὺς κρατοῦντας ἔδει προβλέ πειν, ἵνα πιστεύηται. Πῶς δὲ καὶ Βαλαὰμ προφητεύει καὶ Καϊάφας; Ὅτι κἀκεῖνοι τοὺς πειθομένους εἶχον· καὶ ὁ μὲν ὡς ἀρχιερεὺς, ὁ δὲ ὡς μάντις. Οὐ γὰρ ψυχῆς καθαρότης ἐνταῦθα, οὐδὲ διαύγεια νοῦ ἐνορῶντος Θεὸν, καὶ τὴν ἐκεῖθεν δύναμιν ἐπισπῶντος· ἀλλ' οἰκονομικῶς ἐν αὐτοῖς ὁ λόγος, οὐ κατὰ τὴν ἀξίαν, ἀλλὰ πρὸς τὸν καιρόν. Ζητήσεις δὲ εἰ τὰ παρὰ τῷ Ἡσαΐᾳ καὶ τῷ Ἰεζεχιὴλ ὀπτασίαι εἰσὶ, διὰ τοιῶνδε φαντασιῶν ἑωραμέναι, ἢ θεολογίαι, δι' αἰνιγμάτων τοῦ Πνεύματος τὰ τῆς θεότητος ἡμῖν ἰδιώματα καταγγέλ λουσαι. p.5 Φασὶ δέ τινες ἐξεστηκότας αὐτοὺς προφητεύειν, ἐπικαλυπτομένου τοῦ ἀνθρωπείου νοῦ παρὰ τοῦ Πνεύματος. Τοῦτο δὲ παρὰ τὴν ἐπαγγελίαν ἐστὶ τῆς θείας ἐπιδημίας, ἔκφρονα ποιεῖν τὸν θεόληπτον, καὶ, ὅτε πλήρης γέγονε τῶν θείων διδαγμάτων, τότε καὶ τῆς οἰκείας ἐξίστασθαι διανοίας, καὶ ἄλλους μὲν ὠφελοῦντα δι' ἑαυτοῦ, αὐτὸν δὲ τῆς ἐκ τῶν ἰδίων λόγων ἀπολείπεσθαι ὠφελείας. Ὅλως δὲ, τίνα λόγον ἀκόλουθον ἔχει ἐκ τοῦ τῆς σοφίας Πνεύματος, μεμηνότι παραπλήσιον γίνεσθαι, καὶ ἐκ τοῦ τῆς γνώσεως Πνεύματος τὸ παρακολουθητικὸν ἀποβάλλειν; Ἀλλ' οὔτε τὸ φῶς τυφλότητα ἐμποιεῖ, ἀλλὰ τὴν ἐκ φύσεως ἐνυπάρ χουσαν ὁρατικὴν δύναμιν διεγείρει· οὔτε τὸ Πνεῦμα σκό τωσιν ἐμποιεῖ ταῖς ψυχαῖς, ἀλλὰ πρὸς τὴν τῶν νοητῶν θεωρίαν τὸν ἀπὸ τῶν τῆς ἁμαρτίας κηλίδων καθαρεύοντα νοῦν διανίστησι. Πονηρὰν μὲν οὖν δύναμιν συγχυτικὴν εἶναι διανοίας, ἐπιβουλεύουσαν τῇ ἀνθρωπίνῃ φύσει, οὐκ ἀπίθανον· θεί ου δὲ Πνεύματος παρουσίαν ταὐτὸ τοῦτο λέγειν ἐνερ γεῖν, ἀσεβές. Ἔπειτα, εἰ σοφοὶ οἱ Ἅγιοι, πῶς οὐκ ἐπηκολούθουν τοῖς προφητευομένοις; Σοφὸς γὰρ (φησὶ) νοήσει τὰ ἀπὸ τοῦ ἰδίου στόματος· ἐπὶ δὲ χείλεσι φορεῖ ἐπιγνωμοσύνην. Εἰ δὲ ὅτι ἐξέστη Ἰσαὰκ ἐπὶ τῇ εἰσόδῳ τοῦ υἱοῦ αὐτοῦ, καὶ ∆αβὶδ εἶπεν ἐν τῇ ἐκστάσει αὐτοῦ, διὰ τοῦτο τὴν παρα φορὰν καταψεύδονται τῶν ἁγίων, γινωσκέτωσαν τὴν ἔκπλη ξιν ἔκστασιν εἰρῆσθαι· ὡς τὸ Ἐξέστη ὁ οὐρανὸς, καὶ ἡ γῆ ἔφριξε. Χρὴ δὲ ἀπὸ τῶν κοινῶν ἐννοιῶν ὡρμημένους, περὶ Θεοῦ τὰ ἐναντιούμενα, ὅσον ἐπὶ τῇ λέξει, ὁμολογεῖν, μὴ νοεῖν. Οἷον, κατὰ τὰς κοινὰς προλήψεις ἐστὶ τὴν θείαν φύσιν ἀγαθὴν, καὶ ἀόργητον, καὶ δικαίαν ὁμολογεῖν. p.6 Ἐὰν οὖν ὀργιζόμενον, ἢ λυπούμενον, ἢ μεταμελόμενον, ἢ μὴ κατ' ἀξίαν τινὶ χρώμενον, ἡ Γραφὴ λέγει, ζητεῖν προσ ήκει τὸ τῆς λέξεως βούλημα, καὶ μεριμνᾷν τίνα τρόπον ἀποκαταστῆσαι δυνηθῶμεν, οὐχὶ δὲ ἀνατρέπειν τὰς ἀξιο λόγους περὶ Θεοῦ ὑπολήψεις. Καὶ οὕτως ἀπροσκόπως ἐντευ ξόμεθα ταῖς Γραφαῖς, ἀπὸ μὲν τῶν εὐλήπτων ὠφελού μενοι, ἐκ δὲ τῶν ἀσαφεστέρων οὐ παραβλαπτόμενοι. Ἐὰν δέ τις ἐγκαλῇ τῇ θείᾳ Γραφῇ, ὡς οὐ διδασκαλικῇ, οὐδὲ ἐνεργητικῇ τῶν ὠφελεῖσθαι δυναμένων, καταμανθανέτω πᾶσαν τὴν τῶν ἀνθρωπίνων διακόσμησιν, οὐκ ἐν τοῖς πνευ ματικοῖς μόνον, ἀλλὰ καὶ ἐν τοῖς ὑποδεεστέροις καὶ τοῖς κατὰ τὸν βίον πράγμασιν· ὅτι τοῖς μὲν ἀλόγοις εὔκολον ἔδωκε τὴν πρὸς τὸ ζῇν ἀφορμήν· τροφὰς αὐτομάτους καὶ σκέπην αὐτοφυᾶ, καὶ τὰ ἐκ τριχῶν καὶ πτερῶν ἐνδύματα, ἡ τὰ σύμπαντα οἰκονομοῦσα δύναμις ἐχαρίσατο· τὸν δὲ ἄν θρωπον γυμνὸν παραγαγοῦσα, λόγον ἔδωκεν ἀντὶ πάντων, δι' οὗ αἵ τε ποριστικαὶ συνέστησαν τέχναι, οἰκοδομικὴ, ὑφαν τικὴ, γεωργία, χαλκευτική, τὸ τοῖς σώμασιν ἐνδέον ἀνα πληρούσης τῆς ψυχῆς τῇ παρουσίᾳ τοῦ λόγου. Ὥσπερ οὖν ἐν τούτοις οὐχὶ βασκαίνων ἡμῖν πρὸς τὸ ζῇν ἀφορμῶν παραπλησίως τοῖς ἀλόγοις συναπογενηθῆναι πάντα ὁ δημιουργὸς ἡμῶν οὐ συνεχώρησεν, ἀλλὰ τὴν ἔνδειαν τῶν ἀναγκαίων γυμνάσιον ἡμῖν τῆς διανοίας ἐμηχανήσατο, οὕτω καὶ τὴν ἐν ταῖς Γραφαῖς ἀσάφειαν ἐπ' ὠφελείᾳ τοῦ νοῦ, διε