1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

15

πνεῦμα συντετριμμένον. Τὸ αὐτὸ δὲ καὶ πρὸς τοὺς ἐν δαπάναις μὲν ἀφειδεῖς, μὴ μετανοοῦντας δὲ διὰ τῶν ἔργων, ἁρμόσει λέ γεσθαι. ∆ιὰ τοῦτο οὐχὶ καθόλου θυσίας παραιτεῖται ὁ λόγος, ἀλλὰ τὰς Ἰουδαϊκάς· Τί γάρ μοι πλῆθος (φησὶ) τῶν θυσιῶν ὑμῶν; Καὶ τὸ μὲν πλῆθος ἀποπέμπεται· μίαν δὲ θυσίαν ἐπιζητεῖ. Αὐτὸς ἕκαστος ἑαυτὸν προσαγέτω τῷ Θεῷ, παριστῶν ἑαυτὸν θυσίαν ζῶσαν, εὐάρεστον τῷ Θεῷ, διὰ τῆς λογικῆς λατρείας θύων τῷ Θεῷ θυσίαν αἰνέσεως. Ἐπει δὴ δὲ τὸ πλῆθος τῶν κατὰ τὸν νόμον θυσιῶν ὡς ἀχρεῖον ἐκβέβληται, μία θυσία προσεδέχθη, ἐπ' ἐσχάτων τῶν αἰώνων εἰς ἀθέτησιν τῆς ἁμαρτίας ἀνενεχθεῖσα· ὁ γὰρ Ἀμνὸς τοῦ Θεοῦ ἦρε τὴν ἁμαρτίαν τοῦ κόσμου, ἑαυτὸν ἀνενεγκὼν προσ φορὰν καὶ θυσίαν εἰς ὀσμὴν εὐωδίας. 1.25 Πλήρης εἰμί. Ἐνταῦθα καλῶς ἔχει περιορισθῆναι τὴν ἀνάγνωσιν, καὶ ἀπὸ ἄλλης ἀρχῆς ἄρξασθαι τῶν ἑξῆς. Τὸ μὲν γὰρ πε πληρῶσθαι τῆς ἰδίας μακαριότητος καὶ ἀνενδεῶς ἔχειν ἑαυτοῦ, πρεπωδέστατον τῷ Θεῷ· τὸ δὲ τῆς ἀπὸ τῶν ὁλο καυτωμάτων κνίσης καὶ τοῦ αἵματος τῶν σφαζομένων πεπληρῶσθαι λέγειν, ἀνάξιον τοῦ Θεοῦ. Πλήρης οὖν ἐστιν, ἀφ' οὗ τοῦ πληρώματος ἡμεῖς πάντες ἐλάβομεν, καὶ Ἐν ᾧ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς. ∆αί μοσι μὲν γὰρ διὰ τὸ φιλήδονον καὶ ἐμπαθὲς αἱ θυσίαι φέ ρουσί τινα ἡδονὴν καὶ χρείαν, ἐκθυμιώμεναι, διὰ τῆς καύ σεως ἐξατμιζομένου τοῦ αἵματος, καὶ οὕτω διὰ τῆς τοιαύ της λεπτοποιήσεως εἰς τὴν σύστασιν αὐτῶν ἀναλαμβανομένου. Ὅλοι γὰρ δι' ὅλων τρέφονται τοῖς ἀτμοῖς, οὐ διὰ μασσήσεως καὶ κοιλίας, ἀλλ' ὡς αἱ τρίχες τῶν ζώων καὶ ὄνυχες καὶ ὅσα τοιαῦτα, εἰς ὅλην ἑαυτῶν τὴν οὐσίαν τὴν τροφὴν κατα δέχεται. ∆ιὰ τοῦτο λίχνως περὶ τὰς κνίσας ἐπτόηνται καὶ τὸν ἐκ τοῦ λιβανωτοῦ καπνὸν, ὡς ἐπιτήδειον αὐτοῖς εἰς τροφὴν, ὑπερασπάζονται. Καὶ τάχα ἐστί τις ἐν τοῖς ζώοις πρὸς τὰς ἰδιότητας τῶν δαιμονικῶν σωμάτων οἰκείωσις. Καὶ οἵ γε τὸ βούλημα αὐτῶν ἐκλαβόντες, τόδε τῷδε ὡς οἰκειότερον εἰς τροφὴν προσκομί ζουσι. Θεῷ δὲ πρέπουσα φωνὴ τὸ Πλήρης εἰμί. Οὐδενὸς οὖν ἐφίεμαι, ἀλλ' ἐμαυτοῦ τὰ πάντα. Τὸ ἀγαθὸν γάρ ἐστι, οὗ πάντα ἐφίεται. Ἀγαθὸς δὲ ἀληθινῶς ὁ Θεός. Πηγή εἰμι πλη ρότητος. Οὐχὶ γὰρ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ; λέγει Κύριος. Καὶ Τοῦ Κυρίου ἡ γῆ, καὶ τὸ πλήρωμα αὐτῆς. ∆ιὰ τοῦτο αὐτός τε εἰμὶ ἀνενδεὴς καὶ οἷς ἂν προσγένωμαι, τὴν πληρότητα ἐπάγω. Ἀπ' ἐμοῦ πληροῦνται οἱ Ἅγιοι. Στέφανος πλήρης χάριτος καὶ δυνάμεως, ἐποίει τέρατα καὶ σημεῖα μεγάλα ἐν τῷ λαῷ. Καὶ Παῦλος μετὰ τὴν ἐπίγνωσιν πλήρης Πνεύματος ἁγίου ὑπέστρεψεν εἰς Ἱερουσαλήμ. Ἐκ ταύτης τῆςπληρώσεως καὶ Ἀβραὰμ ἦν πρεσβύτερος καὶ πλήρης ἡμερῶν. Καὶ ἐν τῷ ἐπιστρέφοντι λαῷ ἡμέραι πλήρεις εὑρεθήσονται. 1.26 Ὁλοκαυτώματα τῶν κριῶν καὶ στέαρ ἀρνῶν καὶ αἷμα ταύρων καὶ τράγων, οὐ βούλομαι. Καὶ ταῦτα τοῦ λόγου ἐστὶ τοῦ ἀκουομένου καὶ τοῦ νόμου τοῦ παραδεχθῆναι ταῖς ἀκοαῖς ὀφείλοντος. Σκόπει δὲ εἰ μὴ ἀν τινομοθετεῖ ταῦτα καὶ ἀντιδιατάσσεται τοῖς διὰ Μωϋσέως· εἴπερ ἐκεῖ μὲν ἐπιζητεῖ, ἐνταῦθα δὲ ἀποστρέφεται. Καὶ πῶς ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἐκ τοῦ νόμου, ἕως πάντα γένηται; Ἢ μήποτε ὁ λόγος παρίστησιν, ὅτι τὸ μὲν σωματι κὸν τοῦ νόμου παρεντάσσει, πνευματικῶς δὲ καὶ ὑψηλῶς ἐν μεγαλονοίᾳ προσῆκεν αὐτὸ ἐξηγεῖσθαι; Οὐ γὰρ κριὸν τὸ ζῶον πάντως (φησὶν) ἐπεζήτησα, ἀλλὰ τὸν νοῦν τὸν ἡγεμο νικὸν τῆς ψυχῆς, μὴ μεριζόμενον ταῖς γηΐναις μερίμναις, οἱονεὶ διὰ πυρὸς καθαρθέντα καὶ δόκιμον ἀποδειχθέντα ὅλον ἐπιζητῶ ἐμοὶ ἀναπεμφθῆναι. Οὐδὲ στέαρ ἀρνῶν ἀποκνισσοῦ σθαι πυρὶ πρὸς τὸ λεπτότατον, ἀλλὰ τρόπων ἁπλότητα ἀπὸ τῆς ἀκάκου ψυχῆς ἐμοὶ ἀνατίθεσθαι. Καὶ οὐχὶ αἷμα ταύ ρων καὶ τράγων προσχεῖσθαι τῇ βάσει τοῦ θυσιαστηρίου· ἀλλὰ τὸ ἐπιθυμητικὸν καὶ θυμοειδὲς τῆς ψυχῆς διὰ φιλοπό νου προσευχῆς, καὶ τῆς εἰς τὰ ἅγια προσεδρείας ἐξαναλί σκεσθαι. Τήρει δέ, ὅτι οὐχὶ πᾶν αἷμα εἶπε μὴ βούλεσθαι, ἀλλὰ τόδε τὸ αἷμα, τὸ ἐκ τῶνδε τῶν ζώων. Αἷμα γὰρ τὸ ἐπ' ἐσχά των τῶν αἰώνων ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν (ὃ καὶ