1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

16

κρεῖττον λαλεῖ παρὰ τὸ τοῦ Ἄβελ) οὐκ ἂν εἶπε μὴ βού λεσθαι, ἀλλὰ μετατίθησι τὰς θυσίας ἐπὶ τὸ πνευματικὸν, ἐπειδὴ καὶ ἱερωσύνης μετάθεσις μέλλει γίνεσθαι. Εἰ γὰρ παραιτεῖται τὰς σωματικὰς θυσίας, παραιτεῖται δηλονότι τὸν κατὰ νόμον ἀρχιερέα. Πῶς γὰρ τελειωθῶσι τὰς χεῖρας οἱ κατὰ νόμον ἀρχιερεῖς, τοῦ κριοῦ τῆς ὁλοκαυτώσεως, ᾧ ἐπετίθεσαν τὰς χεῖρας, μηκέτι προσαγομένου; Πῶς δὲ ῥαντισθῶσιν οἱ μηκέτι διὰ τοῦ αἵματος ῥαντιζόμενοι; Οὕτως οὖν ἀμφότερα ἵσταται, καὶ ὁ κατὰ Μωϋσέα νόμος, καὶ ἡ παρεισαγωγὴ τοῦ κρείττονος. Ἐκβάλλονται τοίνυν οἱ ἐκ τοῦ σπέρματος Ἀαρὼν, ἵνα ὁ κατὰ τὴν τάξιν Μελχισεδὲχ ἀντεισέλθῃ. Οὐκέτι αἱ τοῦ ἐνδελεχισμοῦ θυσίαι· οὐκέτι αἱ κατὰ τὴν ἡμέραν τοῦ ἱλασμοῦ· οὐκέτι ἡ σποδὸς τῆς δαμάλεως καθαρίζουσα τοὺς κεκοινωμένους. Μία γὰρ θυσία, ὁ Χριστὸς, καὶ ἡ κατ' αὐτὸν νέκρωσις τῶν Ἁγίων· εἷς ῥαντισμὸς, τὸ λουτρὸν τῆς παλιγγενεσίας· ἓν ἁμαρτίας λυτήριον, τὸ ἐκχυθὲν ὑπὲρ τῆς σωτηρίας τοῦ κόσμου αἷμα. ∆ιὰ τοῦτο ἀθετεῖ τὰ πρῶτα, ἵνα τὰ δεύτερα στήσῃ. Οὐδ' ἂν ἔρχησθε ὀφθῆναί μοι. Ἀπὸ κοινοῦ τὸ, οὐ βούλομαι. Οὐ μόνον τὸν περὶ θυσιῶν νόμον ἀθετεῖ, ἀλλὰ καὶ τὸν περὶ τοῦ δεῖν ὁρᾶσθαι πᾶν ἀρσενικὸν τρὶς τοῦ ἐνιαυτοῦ ἐνώπιον Κυρίου. Ἐπεὶ οὖν οὐ μετεβλήθησαν ἀπὸ τοῦ ἄδικοι εἶναι καὶ σκολιὰ ἔχειν τὰ ἐπιβούλια, ἐξέβαλεν αὐτοὺς τῶν ἑαυτοῦ ὀφθαλμῶν. Ὀφθαλμοὶ γὰρ Κυρίου ἐπὶ δικαίους, Καὶ Εὐθύ τητας εἶδε τὸ πρόσωπον αὐτοῦ. Ὀργὴν δὲ τὴν εἰς οἰκέτας ἐμφαίνει δεσπότου, τὸ ἀφαιρεῖσθαι τὴν παῤῥησίαν αὐτῶν τῆς ἐντεύξεως. Τὸ δὲ εἰς τρὶς τὴν περὶ Θεοῦ θεωρίαν ἐκ τείνεσθαι, δηλοῖ τὴν ἐν Τριάδι τῆς θεολογίας ἐπίγνωσιν. ∆ιὰ τοῦτο δὲ ἄῤῥενας ὡς ἀξίους τῶν θείων ὀφθαλμῶν προε τίμησεν, ἐνδεικνύμενος ὅτι συντόνους ψυχὰς παγίως καὶ κρα ταιῶς ἐπιτελούσας τὰ δόγματα, ἀλλὰ οὐχὶ ἁπαλὰς καὶ εὐκόλους καὶ ἐκτεθηλυμένας, ὁ λόγος ἐπιζητεῖ. ∆ιὰ τοῦτο Τρὶς τοῦ ἐνιαυτοῦ (φησὶν) ὀφθήσεται πᾶν ἀῤῥενικὸν ἐνώπιόν μου· ὃ καὶ αὐτὸ σωματικῶς παρὰ τοῦ σαρκίνου Ἰσραὴλ ἀγόμενον παραιτεῖται. 1.27 Τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; Ἔδειξε ποῖα ταῦτα, τὰ σωματικὰ τοῦ νόμου· τὸν κριὸν τὸν ὁλοκαυτούμενον καὶ τὸ στέαρ τῶν ἀρνῶν καὶ τὸ αἷμα τῶν ταύρων καὶ τράγων, καὶ τὸ τῷ σώματι ἀπαντᾷν εἰς τὸν ναὸν, ὡς τῶν θείων ὀφθαλμῶν προσεγγισμοῦ δεομέ νων εἰς τὸ ἰδεῖν, ἄλλως δὲ μὴ φθανόντων ἐπὶ τοὺς πόῤῥω. Ταῦτα (φησὶ) τὰ οὕτω ταπεινὰ καὶ γήϊνα τίς ἐξεζήτησεν ἐκ τῶν χειρῶν ὑμῶν; Ὁρᾷς ὅσην βίαν καὶ ἀνάγκην ἐπάγει πνευματικῶς πως ἐκλαμβάνειν τοῦ νόμου τὸ βούλημα. Εἰ γὰρ παρὰ Θεοῦ μὲν ὡμολόγηται δεδόσθαι τοῦ νόμου τὰ ῥή ματα, ταῦτα δὲ νῦν γινόμενα οὔ φησιν ἐκζητεῖν ὁ Θεὸς, σαφῶς καὶ ἀναντιῤῥήτως ἀνάγειν ἡμῶν τὸν νοῦν ἐπὶ τὴν πνευματικὴν θεωρίαν τοῦ νόμου βιάζεται· μονονουχὶ κράζων καὶ διαμαρτυρόμενος· Ἔλεον θέλω, καὶ οὐ θυσίαν· καὶ ἐπί γνωσιν Θεοῦ, μᾶλλον ἢ ὁλοκαύτωσιν. Καὶ τὸ Εἰ ἀνηγγέλη σοι, ἄνθρωπε, τί καλὸν καὶ τί Κύριος ἐκζητεῖ παρὰ σοῦ· ἀλλ' ἢ τὸ ποιεῖν κρίμα, καὶ ἀγαπᾷν ἔλεον καὶ ἑτοιμάζε σθαι τοῦ πορεύεσθαι μετὰ Κυρίου τοῦ Θεοῦ σου. Καὶ τὸ Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως. Καὶ ἔοικεν ὁ πᾶς περὶ θυσιῶν καὶ ὁλοκαυτωμάτων λό γος ἐν τῷ περὶ ἐλέους καὶ ἀγάπης ἐμπεριέχεσθαι λόγῳ, ἐπεὶ καὶ ὅλος ὁ νόμος ἀνακεφαλαιοῦται ἐν τῷ Ἀγαπή σεις τὸν πλησίον σου, ὡς σεαυτόν. Καὶ ὁ περὶ τῶν ἑορτῶν δὲ τόπος τῷ αὐτῷ εἴδει τῆς ἐξηγήσεως ὑπαχθήσεται, ὥστε καὶ τὸ Πάσχα μὴ ἑορτάζειν ἡμᾶς Ἐν ζύμῃ κακίας καὶ πονη ρίας, ἀλλ' ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας. Θυομένου πρὸς ἑσπέραν, τουτέστιν ἐπὶ συντελείᾳ τοῦ αἰῶνος, τοῦ ἀληθινοῦ προβάτου Χριστοῦ, οὗ ἡ σὰρξ ἀληθῶς ἐστι βρῶσις, καὶ κατοικεῖν ἐν σκηναῖς οὐχὶ τακτὸν ἡμερῶν ἀριθμὸν, ἀλλὰ πάντα τὸν χρόνον τῆς παροικίας ἡμῶν, ἀναμένοντας τὴν ἀληθινὴν πατρίδα, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεὸς, καὶ Πεντηκοστὴν ἄγειν ἑπτὰ ἑβδομάδων συντελουμένων, του τέστιν, ὡς ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ ὄντας ἀπεγνωκέναι τοῦ βίου. 1.28 Πατεῖν τὴν αὐλήν μου οὐ προσθήσεσθε.