1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

17

Φοβερὰ ἀπειλὴ τοῖς αἰσθανομένοις. Ἀλλὰ τῶν ἐκ τῆς Ἐκκλησίας τινὲς πρὸς τὴν ζημίαν ταύτην ἀναισθητοῦσι, καὶ οἱ μὲν δυνάμενοι ἀπαντᾷν, ῥᾳθυμοῦσιν· οἱ δὲ δι' ἁμαρτήματα καταδικασθέντες, ἀδιαφοροῦσιν. Ἐνδείκνυται δὲ ὁ λόγος τὴν ὑβριστικὴν εἴσοδον τῶν κατηγορουμένων, ὡς καταπατούν των τὰ ἅγια. Ὁ μὲν οὖν τέλειος εἰς αὐτὰ φθάνει τὰ Ἅγια τῶν Ἁγίων εἴσω τοῦ καταπετάσματος, τουτέστι διαβὰς τὰ σωματικὰ, γυμνῇ τῇ θεωρίᾳ τῶν θείων νοημάτων ὁμι λήσει· ὁ δὲ ὑποδεέστερος, ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, τοῦ κατὰ τὴν τῶν σωματικῶν λατρείαν διακονικοῦ ἐφάψεται. Ὁ δὲ ἄρτι εἰσαγόμενος εἰς τὴν εὐσέβειαν, τῇ αὐλῇ μόνῃ ἐντυχεῖν ἐπιτρέπεται· ὁ δὲ καὶ ταύτης ἀπεωσμένος, ἔξω ἐστὶ τῶν τόπων τῆς εὐσεβείας. Ἡλίκος οὖν ὁ κίνδυνος, καὶ ὃ δοκεῖ τις ἔχειν, καὶ τοῦτο ἀφαιρεθῆναι. Ὁ μέντοι Ἅγιος ὑπεραγαπῶν τὸν Θεὸν, πάντα τὰ τοῦ Θεοῦ σύμβολα ὑπερασπάζεται, λέγων· Ἐπι ποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ Κυρίου. Οἶδε γὰρ ὅτι ἄλλως ἀδύνατον ἐξανθῆσαι, καὶ ἀρχὴν λαβεῖν εἰς καρποφορίαν, μὴ ἐν ταῖς αὐλαῖς γενόμενον τοῦ Κυρίου. Εὐεργετῶν δὲ αὐτοὺς ὁ Θεὸς, τῆς Ἰουδαϊκῆς αὐλῆς αὐτοὺς ἐξοικίζει, ἵνα τῇ αὐλῇ τῶν Χριστοῦ προβάτων προσ φύγωσι, καὶ γένηται μία ποίμνη, εἷς ποιμήν. 1.29 Ἐὰν φέρητέ μοι σεμίδαλιν, μάταιον· θυμίαμα, βδέ λυγμά μοί ἐστι. Τὰς νεομηνίας ὑμῶν καὶ τὰ σάββατα ὑμῶν, καὶ ἡμέραν μεγάλην, οὐκ ἀνέχομαι. Νηστείαν καὶ ἀργίαν καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου. Σαφῶς παρωθεῖται τὴν σωματικὴν ἐκδοχὴν, ἐπαγγειλάμε νος νόμον Θεοῦ καὶ εἰς προσοχὴν μετὰ μεγάλων ὀνειδῶν τούς τε ἄρχοντας καὶ τὸν λαὸν διεγείρας. Οὐδὲν μὲν γὰρ παρ' ἑαυ τοῦ ἀπαγγέλλει, τὰ δὲ παλαιὰ διαγράφει, τοῦτον λέγων εἶναι νόμον Θεοῦ καὶ διαταγὴν Θεοῦ, τὸ μηδὲν γίνεσθαι τῶν νῦν τε λουμένων. Ἐὰν φέρητέ μοι σεμίδαλιν, μάταιον. Πολλαχοῦ χρῆται ἐπὶ τῶν θυσιῶν τῇ σεμιδάλει· ποτὲ μὲν ἀκατάσκευον ἐλαίου μόνου ἐπιχυθέντος, ποτὲ δὲ ἄνευ ἐλαίου, ὡς ἐπὶ τῆς ζηλοτυπίας, ἄλλοτε λάγανα, ἄλλοτε ἄζυμα, ἄλλοτε μόνον φύραμα, ἀναπεποιημένης ἐλαίῳ τῆς σεμιδάλεως. Νῦν ταύτης τὴν χρῆσιν ματαιώσας, τὸ πλεῖστον μέρος τῶν θυσιῶν διέ γραψε. Τί οὖν ἐστιν ὃ λέγει; Ὅτι ἄλλα τοῦ λόγου αἰνισσο μένου, ἀφέντες τὸ βούλημα τοῦ νομοθέτου, τὴν πᾶσαν πραγ ματείαν περὶ τὴν ματαιότητα τῶν σωματικῶν ἐπιδείκνυσθε. Ἔδει γὰρ τὸν σῖτον εἰς τὸν λόγον μεταλαμβάνειν (σπερ ματικῶς ὑμῶν ἐγκείμενον ταῖς ψυχαῖς) καὶ πάσης αὐτὸν κοσμικῆς ἐννοίας ἀπογυμνώσαντας, αὐτῷ χρῆσθαι καθ' ἑαυ τὸν ἐν τῇ ἀΰλῳ καὶ καθαρᾷ θεραπείᾳ Θεοῦ. Καὶ τοῦτό ἐστι πνευματικὴ σεμίδαλις, λόγος περὶ Θεοῦ σω ματικῆς ἐννοίας κεχωρισμένος. Ἡ μὲν οὖν σωματικῶς νοου μένη καὶ προσφερομένη κατὰ τὸν Ἰουδαϊκὸν τρόπον σεμίδαλις, μάταιον. Τὸ θυμίαμα δὲ ἤδη καὶ βδέλυγμά ἐστι τῷ Κυρίῳ. Βδελυκτὸν γὰρ τῷ ὄντι τὸ οἴεσθαι τὰς διὰ ὀσφρήσεως ἡδονὰς τὸν Θεὸν θηρώμενον, τοῦ θυμιάματος τὴν σύνθεσιν προστε ταχέναι, καὶ μὴ νοεῖν ὅτι θυμίαμα Κυρίῳ ὁ ἐν σώματι ἁγιασμὸς, ὑπὸ τῆς κατὰ ψυχὴν σωφροσύνης ἐπιτελούμενος, ἰσοκρατῶς ἐχόντων καὶ ἀστασιάστως πρὸς ἄλληλα τῶν μερῶν τῆς ψυχῆς. Λάβε γὰρ (φησὶ) σεαυτῷ ἡδύσματα· στακτὴν, ὄνυχα, χαλβάνην ἡδυσμοῦ καὶ λίβανον διαφανῆ. Τέσσαρα ταῦτα πρὸς τὰ τέσσαρα στοιχεῖα, ἐξ ὧν τὰ σώματα σύγκειται, τὴν ὁμοιότητα ἔχοντα· ἡ μὲν στακτὴ πρὸς τὸ ὕδωρ· ὁ δὲ ὄνυξ διὰ τὸ ξηρὸν, πρὸς τὴν γῆν· ἡ δὲ χαλβάνη, διὰ τὴν θερμότητα, πρὸς τὸ πῦρ· ὁ δὲ λίβανος διὰ τὸ διαφανὲς πρὸς τὸν ἀέρα. Ἴσον ἴσῳ ἔσται, τουτέστι τὰς ἐκ δυσ κρασίας γινομένας ὁρμὰς (εἰς ἐπιθυμίας ἀτόπους) κολάζων ἐπανισώσεις. Καὶ συγκόψεις ἐκ τούτων λεπτόν, τουτέστι πνευματικὸν ποιῆσαι φιλοπονήσεις, ἐξαφανίζων τῆς ψυχῆς τὸ τῆς σαρκὸς παχὺ καὶ ὑλῶδες. Καὶ οὕτω θήσεις ἀπέναντι τοῦ μαρτυρίου ἐν τῇ σκηνῇ, ὅθεν γνωσθήσομαί σοι ἐκεῖθεν. Ὅταν γὰρ ἐγγένηται τῇ ἀκριβεῖ κοινωνίᾳ, καὶ ἀπολεπτυνθῇ, τότε ἄξιός ἐστιν εἰσφέρεσθαι εἰς τὰ ἅγια, καὶ τῇ γνώσει τῇ περὶ Θεοῦ προσεγγίζειν. Θή σεις γὰρ αὐτὰ (φησὶν) ἀπέναντι τοῦ