1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

18

μαρτυρίου, ὅθεν γνωσ θήσομαί σοι ἐκεῖθεν. Τὸ δὲ τοιοῦτον ἀπηγόρευται ἑαυ τῷ τινα ποιεῖν εἰς ἀπόλαυσιν· τουτέστιν, ἑαυτῷ ἐπι γράφειν τὰ κατορθώματα, ἀλλ' ἐπὶ τὸν Θεὸν τῶν καλῶν τὴν αἰτίαν ἀνάγειν. Τοιοῦτον ἦν θυμίαμα Παῦλος, ὁ λέγων· Χριστοῦ εὐωδία ἐσμέν. Καὶ πάλιν· Χάρις τῷ Θεῷ, τῷ πάν τοτε θριαμβεύοντι ἡμᾶς, καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι ἐν ἡμῖν. 1.30 Τὸ δὲ σωματικὸν θυμίαμα καὶ τοῖς κατὰ τοὺς μυ κτῆρας πόροις ἐμπίπτον καὶ τὴν αἴσθησιν συγκινοῦν, βδέ λυγμα τῷ ἀσωμάτῳ εἰκότως νενόμισται. Νουμηνίας δὲ πρε πούσας αἰωνίοις ἔτεσι παρὰ τῶν συνετῶν νοεῖσθαι ὁ λόγος βούλεται, οὐ τὴν διὰ τῶν τριάκοντα ἡμερῶν τῆς σελήνης ἀποκατάστασιν, ἐπικαταλαμβανούσης τὸν ἥλιον καὶ πάλιν ἀφισταμένης. Ἀλλ' ἐπειδὴ Ὁ ἄφρων ὡς σελήνη ἀλλοιοῦται, τὴν πρὸς τὸ φῶς ἐπάνοδον, ὅπερ ἐξέλιπεν ὁ ἄφρων καὶ τὴν (διὰ μετανοίας) εἰς τὸ ἀρχαῖον ἀποκατάστασιν ἑορτὴν ἡγεῖ σθαι τὸν φιλάδελφον καὶ συμπαθῆ, ὁ λόγος βούλεται· οἱονεὶ νουμηνίαν ἄγων τὴν ἀρχὴν τοῦ ἐν φωτὶ βίου· ἐπειδὴ ἐξέλιπε μὲν τὸ φῶς διὰ τὴν εἰς τὸ χεῖρον τροπὴν, ἐπαλινδρόμησε δὲ πάλιν πρὸς αὐτὸ διὰ τῆς ἐπιστροφῆς. Ἑξῆς ἂν εἴη περὶ τῶν μισουμένων σαββάτων εἰπεῖν, τὸ μὴ αἴρειν βάσταγμα καὶ μὴ ἐξέρχεσθαι ἀπὸ τοῦ τόπου αὐτοῦ, καὶ μὴ καίειν πῦρ ἐν πάσῃ τῇ κατοικίᾳ αὐτῶν. Ταῦτα τὸ ἀδύνατον εἰς τήρησιν καὶ ἀκριβῆ φυλακὴν αὐτόθεν ἐμφαίνοντα, ὑπόδικον ποιεῖ τῇ κατάρᾳ τὸν σωματικῶς ἀκούοντα. Μὴ κινεῖσθαι γὰρ ἀπὸ τοῦ τόπου ἀμήχανον· καὶ πᾶν τὸ ἐπαιρόμενον, κἂν ἐλα φρότατον ᾖ, βάσταγμα λέγεται, οἷον ἱμάτιον, ἢ ἄρτος, ἤ τι τῶν ἀναγκαίων. Ἀλλὰ καὶ πῦρ καίειν οὐ κελεύει, του τέστιν ὑπὸ τῶν παθῶν τῆς σαρκὸς μὴ ἀναφλέγεσθαι· μὴ ἐπαί ρειν δὲ βάσταγμα, τουτέστι μὴ τῷ βάρει τῆς ἁμαρτίας κατα φορτίζεσθαι, καὶ τῆς ἐν Θεῷ διαμονῆς μὴ μεθίστασθαι, ἑδραῖον μένοντα καὶ ἀμετακίνητον ἐν τῇ πίστει. Οὕτω δὲ τελειοῦντας τὰ σάββατα, οὐκ ἐν τῇ τῶν κακῶν ἀργίᾳ, ἀλλ' ἐν τῇ ἀποχῇ τῶν καθηκόντων, εἰκότως ἀποστρέφεται καὶ οὐκ ἀνέχεται αὐτῶν, ὡς ψευδῶν. Τοιαῦτα γάρ εἰσι τὰ παρὰ τῷ Προφήτῃ ταλανιζόμενα σάββατα· Οὐαὶ οἱ ἐγγίζοντες καὶ οἱ ἐφαπτόμενοι ψευδῶν σαββάτων. Σάββατα δὲ ἀληθῆ, ἡ ἀποκειμένη ἀνάπαυσις τῷ λαῷ τοῦ Θεοῦ· ἅπερ διὰ τὸ ἀληθινὰ εἶναι ἀνέχεται ὁ Θεός. Καὶ φθάνει γε ἐπ' ἐκεῖνα τὰ σάββατα τῆς ἀναπαύσεως, παρ' ᾧ ὁ κόσ μος ἐσταύρωται, ἀποστὰς δηλονότι τῶν κοσμικῶν καὶ ἐπὶ τὸν ἴδιον τόπον τῆς πνευματικῆς ἀναπαύσεως καταντήσας, ἐν οἷς ὁ γενόμενος οὐκέτι κινηθήσεται ἀπὸ τοῦ ἰδίου τό που, ἡσυχίας καὶ ἀταραξίας περὶ τὴν κατάστασιν ἐκείνην ὑπαρχούσης. Καὶ πῦρ οὐ καύσει ἐν τῇ αἰωνίᾳ κατοικήσει, διὰ τὸ μὴ ἐπικομίζεσθαι ὕλην πῦρ ἀνάπτουσαν, ξύλα, χόρ τον, καλάμην. Καὶ βάσταγμα οὐκ ἀρεῖ ὁ μὴ ἔχων τὸ βαρὺ φορτίον τῆς ἀνομίας αὐτῷ ἐπικείμενον, ἀλλ' ὄντως σάββατα τρυφερὰ ἀναπαύσεται. 1.31 Ἀντὶ δὲ τῆς μεγάλης ἡμέρας, οἱ λοιποὶ ἐκδεδώκασι Κλητήν. Ὁ μέντοι Θεοδοτίων· Κλητὴν ἐπίκλητον οὐκ ἀνέχομαι· ὁ δὲ Σύμμαχος· Κλητὴν ἐπίκλησιν οὐκ ἀνέξομαι. Ὅθεν λογιζόμεθα μὴ μίαν ἐξαίρετον μεγάλην εἰρῆσθαι· ἀλλὰ πᾶσαν τὴν προαγορευθεῖσαν κλητήν. Περὶ γὰρ τῶν ἀζύμων φησίν· Ἡ πρώτη ἐπίκλητος, ὅτι ἁγία ἔσται ὑμῖν. Καί· Ἡ ἡμέρα ἡ ἑβδόμη κλητὴ ἁγία ἔσται ὑμῖν. Καί· Τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ τῶν νέων, ὅταν προσφέρητε θυσίαν τῶν ἑβδομάδων, ἐπίκλητος ἁγία ἔσται ὑμῖν. Καὶ πάλιν· Τῇ δε κάτῃ τοῦ ἑβδόμου μηνὸς τούτου, ἐπίκλητος ἁγία ἔσται ὑμῖν. Ἔοικεν οὖν διὰ μιᾶς φωνῆς πολλὰς παραιτεῖσθαι ἡμέ ρας, τὰς τῷ αὐτῷ ὀνόματι κεχρημένας, καὶ σχεδὸν πάσας τὰς ἐπισήμους ἑορτὰς ἐν τῷ νόμῳ. Ταύτας οὖν παραιτού μενος, ποίαν δέχεται; Περὶ ἧς εἴρηται· Τὴν ἡμέραν Κυ ρίου τὴν μεγάλην, ἣν οὐχὶ ὁ αἰσθητὸς οὗτος ἥλιος ποιήσει, ἀλλ' ἀνατολὴ τοῦ τῆς δικαιοσύνης Ἡλίου καταφωτίσει, ἥτις μία ἔσται καὶ διηνεκὴς, διάδοχον νύκτα μὴ ἔχουσα, ἀλλὰ τῷ αἰῶνι παντὶ συμπαρεκτεινομένη. Ἀληθῶς μὲν οὖν καὶ κυ ρίως μεγάλη ἡ ἡμέρα ἐκείνη. Ὁ δὲ σωματικὸς Ἰουδαῖος ἐν ταύταις ζητεῖ τὴν μεγάλην,