1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

19

περὶ ὧν ὁ μακάριος Ἰακὼβ ἀπεφήνατο, ὅτι μικραὶ καὶ πονηραί εἰσι. Τέσσαρες δέ εἰσι τῶν μνημονευθέντων διαφοραί· τὰ μέν ἐστι μάταια, τῶν γινομένων Ἰουδαϊκῶς· τὰ δὲ βδελυκτά· τὰ δὲ οὐκ ἀνεκτά· τέταρτόν ἐστι τὰ μισητά, ἐν οἷς καὶ ἡ νηστεία ἐστὶ τῶν Ἰουδαίων. Ὥσπερ οὖν καὶ ἐπὶ τῶν ἄλλων εἶναι μέν τι τὸ ἀπόβλητον, εἶναι δέ τι τὸ εὐπρόσδεκτον τῷ Θεῷ ἐδείκνυτο, οὕτω καὶ ἐπὶ τῆς νηστείας· τὴν μὲν πρὸς ἐπίδειξιν γινομέ νην ἀποχὴν τῶν βρωμάτων (ἐν τῷ Μὴ ἅψη, μηδὲ γεύσῃ, μηδὲ θίγῃς) τὸ τέλος ἔχειν, μισεῖ ἡ ψυχὴ τοῦ Κυρίου· τὴν δὲ ἐπὶ τῷ δουλαγωγῆσαι τὸ φρόνημα τῆς σαρκὸς παραλαμ βανομένην ἀγαπᾷ, διὰ τοῦ ὑπωπιασμοῦ τῆς σαρκὸς τὸν ἁγιασμὸν κατορθοῦσαν. Οὐκ ἐξαρκεῖ δὲ καθ' ἑαυτὴν ἡ ἀποχὴ τῶν βρωμάτων, πρὸς τὸ ἐπαινετὴν ποιῆσαι τὴν νηστείαν· ἀλλὰ δεῖ καὶ τὴν λοιπὴν ἀγωγὴν προσεῖναι, ἔν τε λόγοις καὶ ἀναστροφαῖς, καὶ τῇ πρὸς τοὺς ὠφελεῖν δυ ναμένους συνουσίᾳ· ὥστε τὸ κατὰ τὰ βρώματα παρακο λούθημα εἶναι τῆς ἀσκήσεως. Τὰ πολλὰ μὲν οὖν κατὰ νοῦν ἐνεργοῦντος τοῦ σπουδαίου, καὶ περὶ τὴν τῆς ἀληθείας θήραν ἐσχολακότος, ὀλιγάκις δὲ πρὸς τὴν ἐπιμέλειαν τῆς σαρκὸς καταβαίνοντος· εἶτα, μετὰ τὸ λει τουργῆσαι τὰ ἀναγκαῖα τῷ σώματι, ἐκ τῶν ἐπιτυχόντων ἀ πραγματεύτως διαιτώμενον, εὐθὺς ἀποπηδῶντος τῆς ἀσχολίας τῶν ἀνωφελῶν, καὶ εἰς τὴν προηγουμένην ἑαυτοῦ ζωὴν ἀνα τρέχοντος. Ἡ γὰρ τοιαύτη ἀγωγὴ πᾶσαν ἀφορμὴν, δι' ἧς τρέφεται τὸ φρόνημα τῆς σαρκὸς, ἐξαίρει, ὡς μηκέτι κατα δυναστεύειν τοῦ πνεύματος, μηδὲ ποιεῖν τὰ οἰκεῖα ἔργα τὴν σάρκα, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν. Νεκρώσαντες οὖν ἑαυτῶν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, καὶ διὰ λόγων ἐπιπληκτικῶν καταστελλόντων τὰ πάθη καὶ διὰ τῆς ἀποχῆς τῶν βρωμάτων νηστεύσωμεν νηστείαν δεκτὴν, εὐά ρεστον τῷ Κυρίῳ. Ἔστι μὲν οὖν καὶ ἡ ἀποχὴ τῶν βρω μάτων κωλυτικὴ τῶν κατὰ γαστέρα ὀρέξεων, καὶ τῶν ὑπὸ γαστέρα. Καὶ ὁ φιλόπονος δὲ χρησίμως τούτοις ἐνδιατρίψει, ἔχων ὑπόδειγμα τὸν Ἠλίου βίον, τὸν Μωϋσέως, τὸν ∆ανιὴλ, τὸν Ἰωάννου, καὶ τὸν τῶν λοιπῶν Ἁγίων, Ὧν οὐκ ἦν ἄξιοςὁ κόσμος, οἳ περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι. Ἀλλ' οὔπω τὸ ἐν ἀποχῇ βρωμάτων εὔτονον, ἱκανὸν εἰς τελεί ωσιν, ἐὰν μὴ καὶ ἡ ψυχὴ ἐν παντελεῖ ἀποχῇ τῶν τρεφόντων κακίαν ὑπάρχῃ. Ὥσπερ γὰρ διπλοῦς ὁ ἄνθρωπος, ἐκ ψυχῆς συνεστὼς καὶ σώματος, οὕτω καὶ αἱ τροφαὶ διπλαῖ, κατάλ ληλοι τῇ ἑκατέρου συστάσει τυγχάνουσαι, εὐτονώτερον πρὸς τὰς οἰκείας ἐνεργείας ἀποτελοῦσι τὸ τρεφόμενον. Ὥσπερ γὰρ ἐν τοῖς γυμναστικοῖς αἱ ἀθλητικαὶ τροφαὶ, μετὰ τῶν καταλλήλων γυμνασίων τοῖς σώμασι προσαγόμεναι, ὅσον κατακρατοῦνται ὑπὸ τῆς τῶν τρεφομένων δυνάμεως, τοσοῦ τον εἰς εὐεξίαν μείζονα τὸ σῶμα ἐξαίρουσι καὶ προσθήκη αὐτοῦ γινόμεναι, διὰ τοῦ εἰς τὴν τοῦ σώματος ἀναλαμβά νεσθαι σύστασιν, οὕτω καὶ ἐν τῇ τῆς εὐσεβείας ἀσκήσει τὰ τῆς πίστεως δόγματα καὶ οἱ διορθωτικοὶ λόγοι τῶν ἠθῶν, συνεχῶς προσαγόμενοι τῇ ψυχῇ, καὶ ταῖς κατὰ μικρὸν αὐ τὴν προσθήκαις αὔξοντες, δυνατωτέραν αὐτὴν καὶ φιλο πονωτέραν εἰς τὸ μειζόνων καὶ τελειοτέρων τῶν ἐν δόγ μασι διδαγμάτων ἐπορέγεσθαι παρασκευάζουσιν. 1.32 Ἀπὸ τῆς οὖν ἐν τῷ κρυπτῷ νηστείας φυλακτέον ἡμῖν, τῆς κατὰ δικαίαν κρίσιν μισεῖσθαι λεγομένης ὑπὸ τοῦ Κυρίου, περὶ ἧς καὶ ὁ Προφήτης ἀπεύχεται, λέγων· Οὐ λιμοκτονήσει Κύριος ψυχὰς δικαίων. Οὐ γὰρ περὶ τοῦ σω ματικοῦ λιμοῦ λέγει (ἢ γὰρ ἂν εἶπε, σώματα δικαίων) ἀλλὰ περὶ τοῦ ψυχικοῦ· Οὐ γὰρ λιμοκτονήσει ψυχὰς δι καίων· οὕτω δ' ἂν καὶ ἐναντίωμα ἦν πρὸς τὸν τῶν Μακα ρίων βίον· εἴπερ Παῦλος μὲν ἐν τοῖς καυχήμασιν ἀριθμεῖ τὸ Ἐν νηστείαις πολλάκις, καὶ τὸ Ἐν λιμῷ καὶ δίψει. Τὸν δὲ λιμὸν ἀπεύχεται τοῖς δικαίοις. Ἀλλὰ βέλτιον τούτων ἕκαστον κατὰ τὸν ὑψηλότερον περὶ ἐνδείας νοῦν ἐξακούειν. Τοιοῦτόν ἐστι καὶ τὸ Οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμέ νον, οὐδὲ τὸ σπέρμα αὐτοῦ ζητοῦν ἄρτους. Μεμνήμεθα γὰρ Ἠλίου ζητήσαντος ἄρτον παρὰ τῆς Σιδω νίας, ἀλλὰ